Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου
Η αποστολή του αρχαγγέλου και ο χρόνος του Ευαγγελισμού
Η πολλαπλή σημασία της αποστολής του αρχαγγέλου Γαβριήλ, τα χαρμόσυνα μηνύματα και η ερμηνεία του έκτου μήνα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αποστολή του αρχαγγέλου και ο χρόνος του Ευαγγελισμού
Η πολλαπλή σημασία της αποστολής του αρχαγγέλου Γαβριήλ, τα χαρμόσυνα μηνύματα και η ερμηνεία του έκτου μήνα.
ΕΙΣ ΤΟΝ ΕΥΑΓΓΕΛΙΣΜΟΝ Τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου. Πάλιν χαρᾶς εὐαγγέλια, πάλιν ἐλευθερίας μηνύματα, πάλιν ἀνάκλησις, πάλιν ἐπάνοδος, πάλιν εὐφροσύνης φωνὴ, πάλιν δουλείας ἀπαλλαγή· ἄγγελος μετὰ παρθένου λαλεῖ, ἐπειδὴ καὶ γυναικὶ ὡμίλησεν ὁ ὄφις. Τῷ μηνὶ τῷ ἕκτῳ, φησὶν, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ πρὸς παρθένον μεμνηστευμένην ἀνδρί.
Ἀπεστάλη Γαβριὴλ τὴν παγκόσμιον μηνῦσαι σωτηρίαν· ἀπεστάλη Γαβριὴλ, φέρων τῷ Ἀδὰμ ὑπογραφὴν ἀνακλήσεως· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον, ἵνα τὴν ἀτιμίαν τοῦ θήλεος εἰς τιμὴν μεταβάλλῃ· ἀπεστάλη Γαβριὴλ, ἄξιον εὐτρεπίσαι τῷ καθαρῷ νυμφίῳ τὸν θάλαμον· ἀπεστάλη Γαβριὴλ νυμφεύσασθαι τὸ πλάσμα τῷ πλάσαντι· ἀπεστάλη Γαβριὴλ πρὸς τὸ ἔμψυχον τοῦ βασιλέως τῶν ἀγγέλων παλάτιον· ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην μὲν τῷ Ἰωσὴφ, τηρουμένην δὲ τῷ Υἱῷ· ἀπεστάλη δοῦλος ἀσώματος πρὸς παρθένον ἀμόλυντον· ἀπεστάλη ὁ ἁμαρτίας ἐλεύθερος πρὸς τὴν φθορᾶ, ἀνεπίδεκτον· ἀπεστάλη λύχνος μηνῦσαι τὸν ἥλιον τῆς δικαιοσύνης· ἀπεστάλη ὄρθρος προτρέχων τοῦ φωτὸς τῆς ἡμέρας· ἀπεστάλη Γαβριὴλ δηλῶν τὸν ἐν κόλποις τοῦ Πατρὸς, καὶ ἐν ἀγκάλαις τῆς μητρός· ἀπεστάλη Γαβριὴλ, δεικνὺς τὸν ἐν θρόνῳ καὶ ἐν σπηλαίῳ· ἀπεστάλη στρατιώτης, βοῶν τὸ τοῦ βασιλέως μυστήριον· μυστήριον γνωριζόμενον πίστει, οὐκ ἐρευνώμενον πολυπραγμοσύνῃ· μυστήριον προσκυνούμενον, οὐ ζυγοστατούμενον· μυστήριον θεολογούμενον, οὐκ ἐρευνώμενον· μυστήριον ὁμολογούμενον, οὐ μετρούμενον. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον. Ποῖον ἕκτον μῆνα λέγει; ποῖον; Ἀφ᾽ οὗ ἐδέξατο Ἐλισάβετ τὰ εὐαγγέλια, ἀφ᾽ οὗ τὸν Ἰωάννην συνέλαβε. Πόθεν τοῦτο δῆλον;
Ἑρμηνευέτω αὐτὸς ὁ ἀρχάγγελος, πρὸς τὴν παρθένον λέγων· Ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱόν· καὶ οὗτος μὴν ἕκτος αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Τῷ μηνὶ τῷ ἕκτῳ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.