Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Ἰωάννης ὁ Χρυσόστομος

Η μνηστεία της Παρθένου και το προφητικό σφραγισμένο βιβλίο

Η ερμηνεία της μνηστείας με τον Ιωσήφ ως μέσο απόκρυψης του μυστηρίου της ενανθρωπήσεως από τον διάβολο και η ταύτισή της με το εσφραγισμένο βιβλίο των προφητειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἕκτος μὴν τῆς συλλήψεως τοῦ Ἰωάννου. Ἔδει γὰρ προφθάσαι τὸν στρατιώτην, ἔδει προλαβεῖν τὸν δορυφόρον, ἔδει προοδοποιῆσαι τὸν μηνυτὴν τῆς Δεσποτικῆς παρουσίας. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, οὐ συνημμένην· μεμνηστευμένην μὲν, τηρουμένην δέ. Διὰ τί μεμνηστευμένην; Ἵνα μὴ τάχιον μάθῃ ὁ Λῃστὴς τὸ μυστήριον. Ὅτι μὲν γὰρ διὰ παρθένου ἥξει ὁ Βασιλεὺς, ᾔδει ὁ Πονηρός· τῶν γὰρ Ἡσαΐου καὶ αὐτὸς ἠκούσατο φωνῶν, τὸ, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ ἕκαστα εἰκότως παρετήρει τῆς παρθένου τὰ προφθέγματα, ἵν᾽, ὅπου νοήσει ὅτι πληροῦται τὸ μυστήριον τοῦτο, ἐξαρτύσῃ τὸν ψόγον. Διὰ τοῦτο ὁ Δεσπότης διὰ μεμνηστευμένης ἐλήλυθεν· ἡ γὰρ μνηστευθεῖσα λοιπὸν κατηγγυᾶτο.

Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ. Ἄκουσον τί περὶ τοῦ ἀνδρὸς τούτου καὶ τῆς παρθένου ὁ προφήτης φησί. Δοθήσεται τὸ ἐσφραγισμένον βιβλίον ἀνδρὶ εἰδότι γράμματα.

Τί τὸ ἐσφραγισμένον βιβλίον, ἢ πάντως ἡ ἀμόλυντος παρθένος; Παρὰ τίνων δοθήσεται; Παρὰ τῶν ἱερέων δηλονότι. Τίνι τοῦτο; Τῷ τέκτονι Ἰωσήφ. Οὗτος ὁ Ἰωσὴφ σεμνοῖς γάμοις προσομιλήσας πρότερον, καὶ γεννήσας υἱοὺς, ἀπεβάλλετο τὴν γαμετὴν, καὶ λοιπὸν διῆγεν ἐν σωφροσύνῃ, ἐκτρέφων τοὺς παῖδας ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Ἀμέλει γοῦν παρελθὼν εἰς τὸ κήρυγμα ὁ ἀπόστολος Παῦλος, καὶ ἕνα τῶν τούτου εὑρηκὼς υἱῶν, γράφει λέγων· Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου· οὐχ ὡς ἐκ τῆς παρθένου Μαρίας, ἀλλ᾽ ἐκ τοῦ Ἰωσὴφ γεννηθέντα. Ἐπεὶ οὖν οἱ ἱερεῖς ὡς σώφρονι τῷ Ἰωσὴφ ἡρμόσαντο τὴν Μαρίαν, καὶ παρέθεντο αὐτὴν αὐτῷ, γάμου καιρὸν ἀναμένοντες· ἔμελλε δὲ οὗτος λαμβάνων τηρεῖν ἐν ἀφθαρσίᾳ τὴν παρθένον. Τοῦτο πόῤῥωθεν ὁ προφήτης προανεφώνησε· Δοθήσεται, φησὶ, τὸ βιβλίον τὸ ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα, τουτέστι, γάμοις προσομιλήσαντι, καὶ ἐρεῖ· Οὐ δύναμαι ἀναγνῶναι. Διὰ τί οὐ δύνασαι, ὦ Ἰωσήφ; Οὐ δύναμαι, φησὶν, ἀναγνῶναι· τὸ γὰρ βιβλίον ἐσφράγισται.