Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς θεοτόκου

Ἰωάννης ὁ Χρυσόστομος

Η αγγελική έκπληξη και η υπέρβαση των νόμων της φύσεως

Οι απορημένοι λογισμοί του Γαβριήλ μπροστά στη θεία συγκατάβαση, η αντιλογία του για το ασύλληπτο του μυστηρίου και η απάντηση του Θεού με παραδείγματα θαυματουργικής λύσεως της στειρότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Τίνι τηρούμενον; Τῷ δημιουργῷ τῶν ὅλων κατοικητήριον φυλαττόμενον. Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Γαβριὴλ πρὸς παρθένον· πάντως που τοιαύτας ἐντολὰς δεξάμενος· Δεῦρο, φησὶν, ὦ ἄγγελε, ὑπουργὸς γενοῦ φοβεροῦ μυστηρίου· ἀποκεκρυμμένῳ διακόνησον θαύματι, εἰς ἀναζήτησιν τοῦ πλανηθέντος Ἀδὰμ κατελθεῖν ὑπὸ τῶν ἐμῶν οἰκτιρμῶν ἐπείγομαι. Ἁμαρτία τὸν κατ᾽ εἰκόνα τὴν ἐμὴν πλασθέντα ἐπαλαίωσε, τὸ τῶν ἐμῶν χειρῶν ἐσάθρωσε δημιούργημα, ἠμαύρωσεν ὅπερ ἔπλασα κάλλος· ὁ λύκος τὸ ἐμὸν θρέμμα κατανέμεται· ἔρημόν ἐστι τοῦ παραδείσου τὸ οἰκητήριον. Τὸ ξύλον τῆς ζωῆς ὑπὸ τῆς φλογίνης ῥομφαίας φυλάττεται, καὶ κέκλεισται τῆς τρυφῆς τὸ χωρίον. Ἐλεῶ τὸν πολεμηθέντα, καὶ συλλαβέσθαι τὸν πολέμιον βούλομαι.

Λαθεῖν θέλω πάσας τὰς ἐν οὐρανῷ δυνάμεις, σοὶ μόνῳ θαῤῥῶ τὸ μυστήριον· πρὸς τὴν παρθένον Μαρίαν πορεύθητι, ἄπελθε πρὸς τὴν ἔμψυχον πύλην, περὶ ἧς ὁ προφήτης ἔλεγε· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, πόλις Θεοῦ. Ἄπελθε πρὸς τὸν λογικόν μου παράδεισον· ἄπελθε πρὸς τὴν ἀνατολικὴν πόλιν· ἄπελθε πρὸς τὸ ἄξιον ἐμοῦ τοῦ Λόγου κατοικητήριον· ἄπελθε πρὸς τὸν δεύτερον ἐπὶ γῆς οὐρανόν· ἄπελθε πρὸς τὴν κούφην νεφέλην· μήνυσον αὐτῇ τῆς ἐμῆς παρουσίας τὸν ὄμβρον· ἄπελθε πρὸς τὸ ἐμοὶ ἡτοιμασμένον ἁγίασμα· ἄπελθε πρὸς τὴν παστάδα τῆς ἐμῆς ἐνανθρωπήσεως· ἄπελθε πρὸς τὸν καθαρὸν νυμφῶνα τῆς κατὰ σάρκα μου γεννήσεως· λάλησον εἰς τὰ ὦτα τῆς λογικῆς κιβωτοῦ, ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους· ἀλλὰ μὴ θορυβήσῃς, μὴ ταράξῃς τὴν ψυχὴν τῆς παρθένου· ἐπιεικῶς τῷ ἁγιάσματι φάνηθι· πρώτην αὐτῇ φωνὴν χαρᾶς ἀναβόησον· σὺ εἰπὲ τῇ Μαριὰμ, Χαῖρε, κεχαριτωμένη, ἵνα ἐλεήσω ἐγὼ Εὔαν τὴν κεκακωμένην. Ἤκουσεν ὁ ἄγγελος ταῦτα, καὶ καθ᾽ ἑαυτὸν, ὡς εἰκὸς, ἐλογίζετο· Ξένον τὸ πρᾶγμα, ὑπερβαῖνον ἔννοιαν τὸ λαλούμενον· ὁ τοῖς χερουβὶμ φοβερὸς, ὁ τοῖς σεραφεὶμ ἀθεώρητος, ὁ πάσαις ταῖς ἀγγελικαῖς δυνάμεσιν ἀκατανόητος, ἡλίκην συντυχίαν ἐπαγγέλλεται! Κόρῃ αὐτοπρόσωπον παρουσίαν μηνύει, μᾶλλον δὲ εἴσοδον δι᾽ ἀκοῆς ὑπισχνεῖται αὐτῇ! καὶ ὁ τὴν Εὔαν καταδικάσας, τὴν αὐτῆς θυγατέρα δοξάζειν τοσοῦτον ἐπείγεται, καὶ λέγει.

Ἑτοίμασαί μοι τῆς ἀκοῆς τὰς εἰσόδους! καὶ δύναται γαστὴρ χωρεῖν τὸν ἀχώρητον; Ὄντως φοβερὸν τὸ μυστήριον. Τοιαῦτα τοῦ ἀγγέλλου ἐνθυμουμένου, ὁ Δεσπότης φησὶ πρὸς αὐτόν· Τί ταράττῃ καὶ ξενίζῃ. ὦ Γαβριήλ; οὐ πρώην ἀπεστάλης ἀπ᾽ ἐμοῦ πρὸς Ζαχαρίαν τὸν ἱερέα; οὐκ ἔδωκας αὐτῷ τῆς γεννήσεως Ἰωάννου τὰ εὐαγγέλια; οὐκ ἀπιστοῦντι τῷ ἱερεῖ τὸ τῆς σιωπῆς ἐπήγαγες πρόστιμον; οὐ κατεδίκασας τὸν πρεσβύτην τῇ ἀφωνίᾳ; οὐχὶ σὺ ἀπεφήνω, ἐγὼ δὲ ἐκύρωσα; οὐ τῷ εὐαγγελισμῷ σου τὸ ἔργον ἐπηκολούθησεν; οὐ συνέλαβεν ἡ στείρα; οὐχ ὑπέκαυσεν ἡ μήτρα; οὐκ ἀνεχώρησε τῆς ἀκαρπίας ἡ νόσος; οὐκ ἔφυγεν ἡ ἀργία τῆς φύσεως; οὐ νῦν ἐστι σταχυοφοροῦσα ἡ πρώην μὴ καρποφοροῦσα; Μὴ ἀδυνατεῖ παρ᾽ ἐμοὶ τῷ κτίσαντι πᾶν ῥῆμα; πῶς οὖν ἀμφιβολίᾳ περιεβλήθης; Τί οὖν πάλιν ὁ ἄγγελος; Δέσποτα, τὸ θεραπεῦσαι τὰ τῆς φύσεως σφάλματα, τὸ διαλῦσαι τῶν παθῶν τὸν χειμῶνα, τὸ νέκρωσιν μελῶν πρὸς ζωτικὴν ἀνακαλέσασθαι δύναμιν, τὸ ἐπιτάξαι τῇ φύσει παιδοποιίας ἐνέργειαν, τὸ λῦσαι στείρωσιν ἐν ὑπερορίοις τοῖς μέλεσι, τὸ γεγηρακυῖαν καλάμην μετασχηματίσαι πρὸς χλοηφόρον σχῆμα, τὸ τὴν ἄγονον ἄρουραν δραγμάτων ἐξαίφνης ἀναδεῖξαι μητέρα, ἔργον τῆς σῆς ὑπάρχει δυνάμεως ἐκ συνηθείας τελούμενον· καὶ μαρτυρεῖ Σάῤῥα, καὶ μετὰ ταύτην Ῥεβέκκα, καὶ πάλιν Ἄννα, τῷ χαλεπῷ τῆς στειρώσεως δουλεύσασαι πάθει, εἶτα παρὰ σοῦ τὴν ἐλευθερίαν δεξάμεναι.

Τὸ δὲ παρθένον τεκεῖν μὴ συντυχοῦσαν ἀνδρὶ ἀνώτερόν ἐστιν τῶν νόμων τῆς φύσεως. Ἀλλὰ καὶ τὴν σὴν ἐπαγγέλλῃ τῇ παιδὶ παρουσίαν. Οὐρανοῦ καὶ γῆς οὐ χωρεῖ σε τὰ πέρατα· καὶ πῶς σε μήτρα χωρήσει παρθενική; Καὶ ὁ Δεσπότης φησί· Πῶς με ἐχώρησεν ἡ σκηνὴ τοῦ Ἀβραάμ; Ὁ ἄγγελός φησιν· Ἐπειδὴ εἶχε τῆς φιλοξενίας τὸ πέλαγος.

Εἶτα νόμισον, Δέσποτα, ἐκεῖ ὤφθης τῷ πατριάρχῃ ἐν τῇ παροδίῳ σκηνῇ, καὶ παρέδραμες ὁ τὰ πάντα πληρῶν. Πῶς ἐνέγκῃ ἡ Μαρία τὸ πῦρ τῆς θεότητος; Ὁ θρόνος σου φλέγεται τῇ αἴγλῃ περιλαμπόμενος, καὶ σὲ δύναται φέρειν ἀκαταπλήκτως ἡ παρθένος;