Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας θεοτόκου

Ἰωάννης ὁ Χρυσόστομος

Προοίμιο στην εορτή του Ευαγγελισμού

Εισαγωγή στο μυστήριο της εορτής με αναφορές στις προφητικές και αγγελικές μαρτυρίες για την έλευση του Δεσπότου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου. Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον· ἡ σύμπασα κτίσις ἀγάλλεται συναχθεῖσα. Οὐρανὸς δὲ ἀστέρων ἐχειραγώγει τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας· γῆ διὰ τῶν ποιμένων εἰς τὴν προσκύνησιν ἔτρεχεν· Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον· Ἱερεμίας παραιτούμενος, ἀλλ᾽ αὐτὸν τὸν Δεσπότην ὑποδεικνύων αὐτῆς τῆς πανηγύρεως λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν. Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, Δεσποτικῆς παρουσίας ἐμφανίζων τὸ πρόσταγμα· Χαῖρε, λέγων, θύγατερ Σιών· ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ προθήκῃ πολυτίμητον μαργαρίτην προέθηκαν· οἱ μάγοι ἰδόντες καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν. Ὁ δὲ ἀκούσας, καὶ δόλῳ κρύψας θανατηφόρον προσκύνησιν, τοῦ ἰδεῖν τὸν μαργαρίτην ἐσπούδασεν· ἀλλ᾽ ἐπειδὴ ἀνάξιος ἦν, τοῦ ποθουμένου ἀπέτυχε· κἀκεῖνος ὡς ἐμπαιχθεὶς, ἐσκέπτετο τί πράξει. Ἄγγελοι δὲ ἀσωμάτων φύσεων ἐν τῇ πανηγύρει χορεύοντες ἔλεγον· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη. Ὢ τοῦ ξένου καὶ παραδόξου θαύματος· πᾶσαν γλῶτταν νικᾷ τῆς ἑορτῆς ἡ ὑπόθεσις τοῦ εἰπεῖν τὰ τῆς Μαρίας ἐγκώμια, πρὸς ἣν ἀποσταλεὶς ὁ ἄγγελος ἐβόα· Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.