Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας θεοτόκου

Ἰωάννης ὁ Χρυσόστομος

Ο Ευαγγελισμός και ο διάλογος της Παρθένου με τον άγγελο

Ο παράδοξος χαιρετισμός, η αρχική επιφύλαξη της Μαρίας και η εκτενής συζήτηση περί του τρόπου της συλλήψεως, της αιώνιας βασιλείας και της διπλής υιότητος του γεννώμενου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Ἡ δὲ διαναστᾶσα, πλαγίῳ τῷ ὀφθαλμῷ τὸν λέγοντα ἐπεσκόπευσε· καὶ ἐπὶ μὲν τῇ θέᾳ τῆς ὄψεως ἐξενίζετο, τοὺς δὲ λόγους ἐν τῇ ἑαυτῆς διανοίᾳ ἐστάθμιζε, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος, λέγουσα· Ὦ ξένε, ξένῃ φωνῇ ξενίζεις φθεγγόμενος. Ἢ ἀγνοεῖς τὴν τῶν προσαγορευόντων συνήθειαν, ἢ δοκιμάζεις με, εἰ εὐάλωτος τυγχάνω; Τὸ μὲν, Χαῖρε, πάντων τῶν προσαγορευόντων κοινόν· τὸ δὲ Κεχαριτωμένη, ξένον, μάλιστα ταῖς ἐπαγγελλομέναις θεοσέβειαν ἐν σεμνότητι βίου.

Ὅθεν αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργίλῳ τῷ βλέμματι ἐπαπειλησαμένη, ἐδίωξε τὸν εἰπόντα· Ἄπιθι, ἄπιθι, ἄνθρωπε, ἐκ προθύρων ἐμῶν· ἐκ προοιμίων ἐλήλυθας· οὐκ ἀρέσκεις μοι νομίζων. Συλαγωγῆσαί με θέλεις, ὡς Εὔαν τὴν ἐκ γένους μητέρα· οὐ νικήσεις κάλλος ἐμῆς ὄψεως, οὐ συνείδησιν, ἣν ἔχω πρὸς πένητα μνηστῆρα ἐμόν. Πρὸ τοῦ ἐλθεῖν ὁ γέρων, τοῦ οἴκου μου ἀπόδραθι· κατάλιπε τὰ ἐνταῦθα, μὴ αἰτιάσηταί σε ὁ πρεσβύτης· ζηλότυπος γάρ ἐστιν. Ἀναχωρεῖν συμφέρει σοι· ἐὰν γὰρ ἴδῃ σε λαλοῦντα, καὶ ἐπαγγελλόμενόν μοι τὰ τοιαῦτα, καὶ τῇ ἀνθρωπίνῃ φύσει ἀχώρητα, καὶ σεαυτῷ προξενήσεις θλῖψιν, καὶ ἐμοὶ πένθος καὶ δάκρυα. Ὁ δὲ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀπαραιτήτως ἐφθέγγετο.

Θεωρήσασα δὲ ἡ παρθένος τὴν ἐπιμονὴν τοῦ παρόντος, παρεφήπλωσε τὴν ἀκοὴν, ἀκριβέστερον βουλομένη μαθεῖν τοῦ εἰπόντος τὴν σπουδὴν, καὶ τὸ, Χαῖρε, κεχαριτωμένη, ἀκούσασα, μετὰ ταῦτα ἐξεδέχετο. Ὁ δὲ ἐπάγει, Ὁ Κύριος μετὰ σοῦ. Μόνον δὲ ἤκουσεν ἡ παρθένος τὸ, Ὁ Κύριος μετὰ σοῦ, καὶ ἐσώτερον ἐκάλει τὸ τάχος τὸν εἰπόντα. Τὸν Κύριον, φησὶν, ἐνήνοχας μετὰ σεαυτοῦ, ἐσώτερον εἴσελθε, καὶ δι᾽ ὃ παραγέγονας, τὸ τάχος διήγησαι.

Καὶ ὁ ἄγγελος· Ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· οὗτος ἔσται μέγας, Θεὸς ἰσχυρὸς, ἄρχων εἰρήνης, ἐξουσιαστὴς, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἡ παρθένος· Οὔπω οἱ γάμοι, οὔπω ὁ νυμφών· καὶ ἤδη ὁ τοκετός; Οὐκ ἔχεις, τί πράξεις. Εἰ χρῄζεις τινὸς ὡς ξένος, λαβὼν πορεύου, καὶ μὴ ἀκαίρως ὃ οὐκ οἶδας προφήτευε.

Ὅμως εἰ καὶ συλλήψομαι υἱὸν, πάντως ἐκ τοῦ Ἰωσήφ. Καὶ ὁ ἄγγελος, Μὴ ἀπατῶ· Οὗτος ἔσται μέγας. Καὶ ἡ παρθένος· Ποῖος μέγας; ὁ μνήστωρ μου πένης ὑπάρχει, κἀγὼ λίαν πτωχή· κτήματα οὐχ ὑπάρχει μοι, χρημάτων ὑστερούμεθα, τῷ γένει οὐκ εὔσημοι, καὶ μετὰ ταῦτα εἰς ἀπογραφὴν ἑλκόμεθα. Πάντως ὁ συντελεστὴς συντελέσει τὰ δίδραχμα· καὶ λέγεις, Ἔσται μέγας;

Παῦσαι, παῦσαι τοιαῦτα ὑπισχνούμενος. Καὶ ὁ ἄγγελος· Οὐ πιστεύεις τῷ ἥττονι; τὸ μεῖζον, κἂν μὴ θέλῃς, κατάδεξαι· Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Ἄρτι τοῦ οἴκου μου ἔξελθε, μὴ ἀκούσῃ ὁ Ἰωσὴφ, καὶ ἀναγγελῇ τοῖς ἱερεῦσι, καὶ ὁ στερισκόμενος συζυγίας σκεπάρνῳ ἀποτέμῃ τὸν τράχηλόν σου, ἐπειδὴ ἐγγύς μοι λαλεῖς καὶ ἐν προθύροις κέλλης ἐμῆς. Ἐξ οὐρανοῦ νυμφίον ἐπαγγέλλῃ μοι φέρειν; καὶ ποία φύσις ἐν οὐρανῷ ἐπιθυμητικὴ γάμου ἐστί; Πάντα τὰ ἐπουράνια πνεύματα, ἀσώματα ὑπάρχει· πῶς οὖν τὰ ἀσώματα μιγήσεται σώμασι; Καὶ ὁ ἄγγελος· Ἐκ σώματος καὶ ἀσωμάτου Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ ἡ παρθένος· Πόθεν οὖν ἕξει πατέρα, ὡς λέγεις, ὁ ἐξ ἐμοῦ μέλλων τίκτεσθαι; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, παρθένε, τὸ λίαν παράδοξον, ὅτι ἄνδρα οὐ γνώσῃ, καὶ τέξῃ ὃν λέγω σοι, καὶ ὀρφανὸς ὁ παῖς οὐχ εὑρεθήσεται· καὶ ἐκ μήτρας σῆς ἐξελεύσεται, καὶ τὸν πυλῶνα οὐ παραθλίψει, καὶ τὸ εἶναι παρθένος οὐκ ἀπολέσεις, καὶ θηλάσεις τὸ ἐκ σοῦ γεννώμενον, καὶ ἐν ἀγκάλαις βαστάσεις τὸ βρέφος, καὶ ἐπὶ τῶν Χερουβὶμ αὐτὸν καθεζόμενον βλέψῃ. Τούτῳ ἐκ σοῦ γεννωμένῳ Δώσει Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἡ παρθένος· Ὡς οὐ θέλεις, λαλῶν πέπτωκας.

Τὸ σὸν στόμα σου κατηγορεῖ, καὶ τὰ χείλη σου γεγένηταί σοι ἔλεγχος· πρὸ βραχέος γὰρ ἔλεγες, Υἱὸς Ὑψίστου κληθήσεται ὁ γεννώμενος· καὶ ἄρτι λέγεις, Υἱὸς Δαυΐδ· τίς ὁ λόγος οὗτος; Ὅταν θέλῃς, τὴν ἐμὴν διάνοιαν εἰς οὐρανοὺς ἀνάγεις· ὅταν δὲ βούλῃ πάλιν, εἰς τὴν γῆν κατάγεις.

Ποίῳ πιστεύσω ῥήματι; τῷ πρώτῳ, ἢ τῷ δευτέρῳ; Λέγεις γὰρ, Δώσει Κύριος αὐτῷ τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Οὐδεὶς βασιλέων ὑπῆρξεν ἀθάνατος, οὐδεὶς τὸ κοινὸν τέλος ἐξέφυγε· πάντας μεθίστησι θάνατος, ὡς δεσπότης· πάντας λογοθετοῦσιν οἱ σκώληκες· οὐδεὶς βασιλέων τὸν τοῦ ᾅδου πυλῶνα διέφυγε· πάντας κρατεῖ, πάντας ἐν τάφοις φρουρεῖ· οὐδεὶς ἐκείνου ὑπερήλατο δίκτυα, οὐδεὶς τὰς ἐκείνου παγίδας ἐξέφυγεν· οὐ Σαοὺλ ὁ πρῶτος ἐγκαινίσας τὸ τῆς βασιλείας διάδημα· οὐ Δαυῒδ ὁ ὑπὸ κέρατος φανερωθείς· οὐ Σαμουὴλ ὁ τῶν βασιλέων πατὴρ, ὁ δι᾽ ἐλαίου γνωρίζων τὸν ἄξιον, καὶ ἀπωθούμενος τὸν ἀνάξιον· οὐχ ὁ Σολομὼν ὁ σοφώτατος, ὁ διὰ μαχαίρας ἐλέγξας τῆς πόρνης τὰ ψεύσματα· οὐκ Ἐζεκίας, ὁ δάκρυσιν ἀνατρέψας θανάτου ἀπόκρισιν.

Καὶ πῶς ὁ ἐμὸς υἱὸς βασιλεύσει εἰς τοὺς αἰῶνας; Καὶ ὁ ἄγγελος· Τοῦτο γάρ ἐστι, Μαρία, τὸ ξένον μυστήριον, ὅτι πάντες ἀπέθανον, καὶ ὁ σὸς υἱὸς νικήσει τὸν θάνατον, νεκροὺς ἐγερεῖ, καὶ θανόντας ἀναστήσει μνημεῖα ἀνοίξει, ταρτάρου κλεῖθρα συντρίψει, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἀναστήσει· ἐκ γὰρ ἀθανάτου ὁ ἀθάνατος γεννηθεὶς, θανατώσει τὸν θάνατον διὰ τοῦ οἰκείου θανάτου. Διὸ μηκέτι ἀπιστήσῃς, ἵνα μὴ ὑπὸ ἔγκλημα γένῃ. Περὶ οὗ γὰρ λέγω σοι, ἤδη εἰς τὴν σὴν κοιλίαν διὰ τῆς σῆς ἀκοῆς εἰσπεπήδηκε, τῆς σῆς γαστρὸς ἐπιτελῶν τὰ ἐγκαίνια. Καὶ ἡ παρθένος· Ἵνα τούτοις συνθῶμαι, τὸ πρῶτόν με πληροφόρησον, πῶς καὶ Υἱὸς Ὑψίστου, καὶ υἱὸς Δαυῒδ ὁ ἐξ ἐμοῦ μέλλων, ὡς λέγεις, τίκτεσθαι καὶ ὑπάρχειν ἀπάτορα· καὶ πῶς τοὺς δύο πατέρας ἐκήρυξας;

Καὶ ὁ ἄγγελος· Πρῶτον μάνθανε, καὶ οὕτως ἀντίλεγε· ὅταν σοι εἴπω, Υἱὸς Ὑψίστου, τὸν πρὸ αἰώνων ἀπαθῶς γεννηθέντα ἐκ τοῦ Πατρὸς ἐμήνυσα· καὶ ὅταν σοι εἴπω, Υἱὸς Δαυΐδ, διὰ τό σε εἶναι ἐκ πατρὸς Δαυῒδ εἴρηκα. Λαβοῦσα οὖν τὴν πληροφορίαν, τοὺς λόγους μου φύλαττε· καὶ γὰρ ἐγὼ δοῦλός εἰμι ἐκείνου, ὃν μέλλεις τίκτειν. Ταῦτα εἰπὼν ὁ ἄγγελος τῇ παρθένῳ, κατέλειψεν αὐτήν. Καὶ παρ᾽ ἑαυτῆς διελογίζετο λέγουσα· Ἀναγγελῶ τῷ Ἰωσὴφ, ἢ κρύψω μᾶλλον τὸ μυστήριον;