Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Εὐτρόπιον

Ἰωάννης ὁ Χρυσόστομος

Η ενότητα της Εκκλησίας, το αποστολικό έργο και οι οδοί σωτηρίας

Αναφορά στη δράση των Αποστόλων για τη μεταστροφή της οικουμένης, ερμηνεία του ιματισμού της βασίλισσας Εκκλησίας και επισκόπηση των διαφορετικών δρόμων σωτηρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

ιδʹ. Ταῦτα πάντα ἦμεν. Ἀῤῥαβὼν ἐπλήρωσε τὴν οἰκουμένην ἅπασαν. Ἅπασαν δὲ ὅταν εἴπω, λέγω, ὅσην ἥλιος ἐφορᾷ γῆν, θάλασσαν, νήσους, ὄρη, νάπας, καὶ βουνούς. Περιῆλθε καθάπερ ὑπόπτερος ὁ Παῦλος ἑνὶ στόματι παλαίων, ὁ σκηνοποιὸς, ὁ σμίλην μεταχειριζόμενος, καὶ δέρματα ῥάπτων· καὶ αὕτη ἡ τέχνη κώλυμα τῇ ἀρετῇ οὐκ ἐγένετο, ἀλλ᾽ ὁ σκηνοποιὸς δαιμόνων ἰσχυρότερος, ὁ ἄστομος φιλοσόφων φιλοσοφώτερος.

Πόθεν; Ἔλαβε τὸν ἀῤῥαβῶνα, ἐβάσταζε τὸν δακτύλιον καὶ περιέφερεν. Ἔβλεπον πάντες, ὅτι Βασιλεὺς ἡρμόσατο τὴν φύσιν ἡμῶν· εἶδεν ὁ δαίμων, καὶ ἀνεχώρει· εἶδε τὸν ἀῤῥαβῶνα, καὶ ἔτρεμε, καὶ ὑπεχώρει· ἱμάτια ἔβλεπε, καὶ ἐδραπέτευεν. Ὢ δύναμις Πνεύματος! οὐ ψυχῇ ἔδωκε τὴν ἐξουσίαν, οὐ σώματι, ἀλλὰ καὶ ἱματίῳ· οὐχ ἱματίῳ, ἀλλὰ καὶ σκιᾷ. Περιῄει ὁ Πέτρος, καὶ ἡ σκιὰ αὐτοῦ νόσους ἐφυγάδευε, καὶ δαίμονας ἀπήλαυνε, καὶ νεκροὺς ἤγειρεν. Περιῄει Παῦλος τὴν οἰκουμένην, τὰς ἀκάνθας ἀνατέμνων τῆς ἀσεβείας, τὰ σπέρματα καταβάλλων τῆς εὐσεβείας, καθάπερ ἀροτὴρ ἄριστος τὸ ἄροτρον ἔχων τῆς διδασκαλίας. Καὶ πρὸς τίνας ἦλθε;

Πρὸς Θρᾷκας, πρὸς Σκύθας, πρὸς Ἰνδοὺς, πρὸς Μαύρους, πρὸς Σαρδονίους, πρὸς Γοτθοὺς, πρὸς θηρία ἄγρια, καὶ μετέβαλε πάντα. Πόθεν; Ἀπὸ τοῦ ἀῤῥαβῶνος. Πῶς διήρκεσεν; Ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος. Ἰδιώτης, γυμνὸς, ἀνυπόδετος· ὁ καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος. Διὰ τοῦτο λέγει· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Ἀλλ᾽ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος.

Ἴδε τί τὸ Πνεῦμα ἐποίησεν· εὗρε τὴν γῆν δαιμόνων γέμουσαν, καὶ ἐποίησεν αὐτὴν οὐρανόν. Μὴ γὰρ τὰ παρόντα ἐννοῆτε· ἀλλὰ ἀναλάβετε τῷ λογισμῷ αὐτά. Τότε ἦν θρῆνος, τότε πανταχοῦ βωμοὶ, πανταχοῦ καπνὸς, πανταχοῦ κνῖσαι, πανταχοῦ πορνεῖαι, πανταχοῦ τελεταὶ, πανταχοῦ θυσίαι, πανταχοῦ δαίμονες βακχεύοντες, πανταχοῦ ἀκρόπολις τοῦ διαβόλου, πανταχοῦ πορνεία στεφανουμένη· καὶ εἷς ἦν ὁ Παῦλος. Πῶς οὐ κατεποντίσθη; πῶς οὐ διεσπάσθη; πῶς ἤνοιξε τὸ στόμα; Εἰσῆλθεν εἰς Θηβαΐδα, καὶ αἰχμαλώτους ἔλαβεν. Εἰσῆλθεν εἰς τὰς βασιλικὰς αὐλὰς, καὶ τὸν βασιλέα μαθητὴν ἐποίησεν. Εἰσῆλθεν εἰς τὸ δικαστήριον, καὶ λέγει αὐτῷ ὁ δικαστής· Παρ᾽ ὀλίγον με πείθεις Χριστιανὸν γενέσθαι· καὶ ὁ δικαστὴς μαθητὴς ἐγένετο. Εἰσῆλθεν εἰς τὸ δεσμωτήριον, καὶ τὸν δεσμοφύλακα ἔλαβεν. Ἀπῆλθεν εἰς βαρβάρων νῆσον, καὶ τὴν ἔχιν διδάσκαλον ἐποίησεν.

Ἀπῆλθεν εἰς τὸν δῆμον τῶν Ῥωμαίων, καὶ τὴν σύγκλητον ἐπέσπασεν. Ἀπῆλθεν εἰς ποταμοὺς, ἀπῆλθεν εἰς ἐρήμους τόπους πανταχοῦ τῆς οἰκουμένης. Οὐ γῆ, οὐ θάλασσα ἄμοιρος αὐτοῦ ἐστι τῶν κατορθωμάτων· ἔδωκε γὰρ τὸν ἀῤῥαβῶνα τοῦ δακτυλίου, καὶ δοὺς τὸν ἀῤῥαβῶνα, λέγει· Τὰ μὲν ἤδη δίδωμί σοι, τὰ δὲ ἐπαγγέλλομαι. Διὰ τοῦτο λέγει αὐτῇ ὁ Προφήτης· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Οὐχ ἱμάτιον λέγει, ἀλλ᾽ ἀρετήν. Διὰ τοῦτο ἡ Γραφὴ ἀλλαχοῦ λέγει· Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;

Ὥστε οὐκ ἔνδυμα λέγει, ἀλλὰ τὴν πορνείαν, καὶ τὴν ῥυπαρὰν πρᾶξιν καὶ ἀκάθαρτον. Ὥσπερ οὖν τὰ ῥυπαρὰ ἱμάτια, ἁμαρτία· οὕτω τὰ διάχρυσα, ἀρετή. Ἀλλὰ τὸ ἱμάτιον τοῦτο τοῦ βασιλέως ἦν· αὐτὸς αὐτῇ καὶ ἱμάτιον ἔδωκεν· γυμνὴ γὰρ ἦν, γυμνὴ καὶ ἀσχημονοῦσα.

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Οὐχ ἱμάτια λέγει, ἀλλ᾽ ἀρετήν· οὐκ εἶπεν, ἐν χρυσῷ. Πρόσεχε· καὶ αὐτὴ ἡ λέξις πολλὴν ἔχει εὐγένειαν νοημάτων. Οὐκ εἶπε, ἐν χρυσῷ, ἀλλὰ, Διαχρύσῳ. Ἄκουε συνετῶς. Τὸ χρυσοῦν ἱμάτιον ὅλον ἐστὶ χρυσοῦν· τὸ δὲ διάχρυσον μέρη μὲν ἔχει χρυσᾶ, μέρη δὲ σηρικά. Διὰ τί οὖν μὴ χρυσοῦν ἱμάτιον εἶπε φορεῖν τὴν νύμφην, ἀλλὰ διάχρυσον;

Πρόσεχε ἀκριβῶς. Τὴν πολιτείαν λέγει τῆς Ἐκκλησίας, τὴν ποικίλην. Ἐπειδὴ γὰρ οὐ πάντες βίου ἑνός ἐσμεν, ἀλλ᾽ ὁ μὲν παρθενίαν, ὁ δὲ χηρείαν, ὁ δὲ εὐσέβειαν ἀσκεῖ· ἱμάτιον τῆς Ἐκκλησίας ἡ πολιτεία τῆς Ἐκκλησίας.

ιεʹ. Ἐπειδὴ οὖν ᾔδει ὁ Δεσπότης ἡμῶν, ὅτι ἂν μίαν ὁδὸν τέμῃ, πολλοὶ ἔχουσιν ὀκνῆσαι, ποικίλας ἔτεμεν ὁδούς. Οὐ δύνασαι διὰ παρθενίας εἰσελθεῖν; Εἴσελθε διὰ μονογαμίας. Οὐ δύνασαι διὰ μονογαμίας; Κἂν διὰ δευτερογαμίας. Οὐ δύνασαι διὰ σωφροσύνης εἰσελθεῖν;

Εἴσελθε δι᾽ ἐλεημοσύνης. Οὐ δύνασαι δι᾽ ἐλεημοσύνης; Εἴσελθε διὰ νηστείας. Οὐ δύνασαι ταύτην; Δεῦρο ἐκείνην. Οὐ δύνασαι ἐκείνην; Δεῦρο ταύτην. Διὰ τοῦτο οὐκ ἔδειξε τὸ ἱμάτιον χρυσοῦν, ἀλλὰ διάχρυσον. Ἢ σηρική ἐστιν, ἢ πορφυρᾶ ἐστιν, ἢ χρυσᾶ ἐστιν. Οὐ δύνασαι εἶναι χρυσοῦς; Γενοῦ σηρικός.

Δέχομαί σε, μόνον ἐν τῷ ἱματίῳ. Διὰ τοῦτο καὶ ὁ Παῦλος· Εἴ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον, χρυσὸν, ἄργυρον, λίθους τιμίους. Οὐ δύνασαι εἶναι ὁ λίθος τίμιος; Γενοῦ χρυσός. Οὐ δύνασαι εἶναι χρυσός; Γενοῦ ἄργυρος, μόνον ἐν θεμελίῳ.

Καὶ πάλιν ἀλλαχοῦ· Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων. Οὐ δύνασαι εἶναι ἥλιος; Γενοῦ σελήνη. Οὐ δύνασαι εἶναι σελήνη; Γενοῦ ἀστήρ. Οὐ δύνασαι εἶναι μέγας ἀστήρ; Γενοῦ κἂν μικρὸς, μόνον ἐν τῷ οὐρανῷ. Οὐ δύνασαι εἶναι παρθένος; Γάμησον μετὰ σωφροσύνης, μόνον ἐν τῇ Ἐκκλησίᾳ. Οὐ δύνασαι εἶναι ἀκτήμων; Ἐλέησον, μόνον ἐν τῇ Ἐκκλησίᾳ, μόνον ἐν τῷ ἱματίῳ, μόνον ὑπὸ τὴν βασίλισσαν. Διάχρυσον τὸ ἱμάτιον, ποικίλον τὸ ἱμάτιον.

Οὐκ ἀποκλείω σοι τὴν ὁδόν· ἡ ἀφθονία γὰρ τῶν ἀρετῶν εὔκολον ἐποίησε τὴν οἰκονομίαν τοῦ βασιλέως. Ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ποικίλον ἐστὶν αὐτῆς τὸ ἱμάτιον· καὶ εἰ βούλει, ἀνάπτυξον τὸ βάθος τοῦ λόγου τοῦ εἰρημένου, καὶ βλέπε τὸ ἱμάτιον τὸ διάχρυσον. Ἐνταῦθα μὲν γὰρ οἱ μὲν μονάζοντές εἰσιν, οἱ δὲ γάμον σεμνὸν ἀσκοῦσιν, οὐ πολὺ ἐκείνων ἀπολιμπανόμενοι· καὶ οἱ μὲν μονόγαμοι, αἱ δὲ χῆραι ἀνθοῦσαι. Διὰ τί παράδεισος; διὰ τί ποικίλος; Ἔχων ἄνθη διάφορα, καὶ δένδρα, καὶ πολλοὺς τοὺς μαργαρίτας. Πολλοὶ οἱ ἀστέρες, ἀλλὰ εἷς ὁ ἥλιος· πολλοὶ οἱ βίοι, ἀλλὰ εἷς ὁ παράδεισος· πολλοὶ οἱ ναοὶ, ἀλλὰ εἷς ὁ παράδεισος· πολλοὶ οἱ ναοὶ, ἀλλὰ μία ἡ μήτηρ. Τὸ μὲν, σῶμα, τὸ δὲ, ὀφθαλμοὶ, τὸ δὲ, δάκτυλος, ἀλλὰ πάντες εἷς. Τὸ αὐτὸ γὰρ τὸ μικρὸν, καὶ τὸ μέγα, καὶ τὸ ἧττον. Ἡ παρθένος τῆς γεγαμημένης χρείαν ἔχει· καὶ γὰρ ἡ παρθένος ἀπὸ γάμου, ἵνα μὴ καταφρονῇ γάμου. Ἡ παρθένος ῥίζα τοῦ γάμου. Πάντα συνδεδεμένα, τὰ μικρὰ τοῖς μεγάλοις, καὶ τὰ μεγάλα τοῖς μικροῖς. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Τὸ λοιπὸν, Ἄκουσον, θύγατερ. Ὁ νυμφαγωγός φησιν ὡς μέλλεις ἐξέρχεσθαι πρὸς τὸν νυμφίον, ὑπερβαίνοντά σου τὴν οὐσίαν, ὑπερβαίνοντά σου τὴν φύσιν. Ἐγὼ νυμφαγωγός. Ἄκουσον, θύγατερ. Εὐθέως ἐγίνετο ἡ γυνή; Ναί· οὐδὲν γὰρ σωματικόν.

Καὶ γὰρ ὡς γυναῖκα ἡρμόσατο, καὶ ὡς θυγατέρα φιλεῖ, καὶ ὡς δούλης προνοεῖ, καὶ ὡς παρθένον τηρεῖ, καὶ ὡς παράδεισον τειχίζει, καὶ ὡς μέλος περιέπει, καὶ ὡς κεφαλὴ προνοεῖ, καὶ ὡς ῥίζα φυτεύει, καὶ ὡς ποιμὴν βόσκει, καὶ ὡς νυμφίος ἁρμόζεται, καὶ ὡς ἱλαστήριον συγχωρεῖ, καὶ ὡς πρόβατον θύεται, καὶ ὡς νυμφίος διατηρεῖ ἐν κάλλει, καὶ ὡς ἀνὴρ προνοεῖ τῆς κηδεμονίας. Πολλὰ τὰ νοήματα, ἵνα κἂν μικροῦ μέρους τῆς οἰκονομίας ἀπολαύσωμεν.