Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Εὐτρόπιον

Ἰωάννης ὁ Χρυσόστομος

Ο καλλωπισμός της Νύμφης και η αποταγή της πλάνης

Εξέταση της κλήσης της Εκκλησίας ως Νύμφης του Χριστού, των πνευματικών χαρισμάτων ως εγγύησης για τα μελλοντικά αγαθά και της απομάκρυνσης από την ειδωλολατρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 8

Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ βλέπε τὰ γαμικὰ πράγματα, καὶ πνευματικά. Ἄκουσον, θύγατερ. Θυγάτηρ ἦν τῶν δαιμόνων αὐτὴ πρῶτον, θυγάτηρ τῆς γῆς, ἀναξία τῆς γῆς, καὶ νῦν γέγονε θυγάτηρ τοῦ βασιλέως. Τοῦτο δὲ ἠθέλησεν ὁ ἐρῶν αὐτῆς. Ὁ γὰρ ἐρῶν οὐκ ἐξετάζει τρόπον· ὁ ἔρως οὐ βλέπει ἀμορφίαν· διὰ τοῦτο δὲ καλεῖται ἔρως, ὅτι πολλάκις καὶ ἄμορφον φιλεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν· ἄμορφον εἶδεν (οὐ γὰρ ἂν αὐτὴν εἴποιμι εὔμορφον), καὶ ἠράσθη, καὶ ποιεῖ αὐτὴν νέαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα. Ὢ νυμφίου καλλωπίζοντος ἀμορφίαν νύμφης! Ἄκουσον, θύγατερ, ἄκουσον, καὶ ἴδε. Δύο λέγει, Ἄκουσον, καὶ, Βλέπε, τὰ δύο ἀπὸ σοῦ, τὰ μὲν τοῖς ὀφθαλμοῖς, τὰ δὲ τῇ ἀκοῇ.

Ἐπεὶ οὖν ἡ προῖξ αὐτῆς ἐν ἀκοῇ ἦν· εἰ καί τινες ὀξύτερον προεῖδον, ἀναμενέτωσαν τοὺς ἀσθενεστέρους· καὶ ὑμᾶς ἐπαινῶ προλαβόντας, καὶ ἐκείνοις συγγινώσκω ἀκολουθοῦσιν· ἐπειδὴ ἡ προῖξ αὐτῆς ἐν ἀκοῇ ἦν (τί ἐστιν ἐν ἀκοῇ; Ἐν πίστει. Ἡ γὰρ πίστις ἐξ ἀκοῆς· ἐν πίστει, οὐκ ἐν ἀπολαύσει, οὐκ ἐν πείρᾳ πάσῃ), προεῖπον, ὅτι εἰς δύο μέρη διεῖλε τὴν προῖκα αὐτῆς, καὶ τὰ μὲν ἔδωκεν αὐτῇ ἀντὶ ἀῤῥαβῶνος, τὰ δὲ ἐπηγγείλατο αὐτῇ εἰς τὸ μέλλον. Τί αὐτῇ ἔδωκεν;

Ἔδωκεν αὐτῇ ἁμαρτημάτων συγχώρησιν, κολάσεως ἄφεσιν, δικαιοσύνην, ἁγιασμὸν, ἀπολύτρωσιν, σῶμα δεσποτικὸν, τράπεζαν θείαν, πνευματικὴν, νεκρῶν ἀνάστασιν. Ταῦτα γὰρ πάντα εἶχον οἱ ἀπόστολοι. Οὐκοῦν τὰ μὲν ἔδωκεν, τὰ δὲ ἐπηγγείλατο· καὶ τὰ μὲν ἐν πείρᾳ ἦν καὶ ἀπολαύσει, τὰ δὲ ἐν ἐλπίδι καὶ ἐν πίστει. Καὶ ἄκουε. Τί ἔδωκε; Τὸ βάπτισμα, τὴν θυσίαν. Ταῦτα ἐν πείρᾳ· βλέπε δέ. Τί ἐπηγγείλατο;

Ἀνάστασιν, σωμάτων ἀφθαρσίαν, τὴν μετὰ ἀγγέλων ἕνωσιν, τὴν μετὰ ἀρχαγγέλων χορείαν, τὴν μετ᾽ αὐτοῦ πολιτείαν, τὴν ζωὴν τὴν ἀκήρατον, τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

ιϛʹ. Σύνετε τὸ λεγόμενον, μὴ ἀπολέσητε αὐτό· διὰ τοῦτο κάμνω, ἵνα νοήσητε. Εἰς δύο οὖν ἦν αὐτῆς ἡ προῖξ διῃρημένη, εἰς τὰ παρόντα, καὶ εἰς τὰ μέλλοντα· εἰς τὰ ὁρώμενα, καὶ εἰς τὰ ἀκουόμενα· εἰς τὰ δεδομένα, καὶ εἰς τὰ πιστευόμενα· εἰς τὰ ἐν πείρᾳ, καὶ εἰς τὰ ἐν ἀπολαύσει· εἰς τὰ ἐν τῇ παρούσῃ ζωῇ, καὶ εἰς τὰ μετὰ τὴν ἀνάστασιν. Ταῦτα βλέπεις, ἐκεῖνα ἀκούεις. Βλέπε οὖν, τί λέγει αὐτῇ, ἵνα μὴ νομίσῃ, ὅτι ταῦτα μόνον ἔλαβε· καίτοι μεγάλα ἦν καὶ ἀπόῤῥητα καὶ πᾶσαν διάνοιαν ὑπερβαίνοντα. Ἄκουσον, θύγατερ, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα· ἵνα μὴ λέγῃς, Πάλιν ἐπ᾽ ἐλπίδι; πάλιν ἐν πίστει; πάλιν ἐν τῷ μέλλοντι; Καὶ βλέπε· τὰ μὲν δίδωμι, τὰ δὲ ἐπαγγέλλομαι· ἐκεῖνα μὲν οὖν ἐν ἐλπίδι, ταῦτα δὲ λάβε ἐνέχυρα, ταῦτα λάβε ἀῤῥαβῶνα, ταῦτα λάβε εἰς ἀπόδειξιν. Ἐπαγγέλλομαί σοι βασιλείαν· πίστευε ἀπὸ τῶν παρόντων, πίστευέ μοι. Βασιλείαν μοι ἐπαγγέλλῃ; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα, τὸν Δεσπότην τῆς βασιλείας, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἀνάστασιν δίδως σωμάτων; Ναί.

Τὸ μεῖζόν σοι ἔδωκα. Ποῖον; Ἀπαλλαγῆναι ἁμαρτίας. Πῶς τὸ μεῖζον; Ὅτι τὸν θάνατον ἡ ἁμαρτία ἔτεκεν. Τὴν μητέρα ἔσφαξα, καὶ τὸν υἱὸν οὐ σφάξω; τὴν ῥίζαν ἐξήρανα, καὶ τὸν καρπὸν οὐκ ἀναιρῶ, Ἄκουσον, θύγατερ, καὶ ἴδε. Τί ἴδω; Νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, χαλινουμένην θάλασσαν, παραλυτικὸν σφιγγόμενον, παράδεισον ἀνοιγόμενον, ἄρτους πηγάζοντας, ἁμαρτήματα λυόμενα, χωλὸν πηδῶντα, λῃστὴν παραδείσου πολίτην γενόμενον, τελώνην εὐαγγελιστὴν γενόμενον, παρθένου σεμνοτέραν τὴν πόρνην. Ἄκουσον, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα. Ἀπὸ τῶν παρόντων λάβε ἀπόδειξιν· καὶ περὶ ἐκείνων ἔδωκά σοι ἐνέχυρα· ταῦτα ἐκείνων ἀμείνω. Καὶ τί θέλεις λέγειν; Ταῦτα ἐμά. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Ταῦτα ἡ προῖξ.

Τί εἰσφέρει ἡ νύμφη; Ἴδωμεν. Καὶ σὺ εἰσένεγκε τί ποτε, ἵνα μὴ ᾖς ἄπροικος; Ἐγὼ τί ἔχω, φησὶν, εἰσενεγκεῖν ἀπὸ βωμῶν, ἀπὸ κνίσσης, ἀπὸ δαιμόνων; τί ἔχω εἰσενεγκεῖν; Τί; Γνώμην καὶ πίστιν. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Καὶ τί θέλεις ποιήσω; Ἐπιλάθου τοῦ λαοῦ σου. Ποίου λαοῦ; Τῶν δαιμόνων, τῶν εἰδώλων, τοῦ καπνοῦ, τῆς κνίσσης, τοῦ αἵματος. Καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου πατρός σου.

Ἄφες τὸν πατέρα, καὶ δεῦρο πρός με. Ἐγὼ τὸν Πατέρα ἀφῆκα, καὶ ἦλθον πρὸς σὲ, καὶ σὺ οὐκ ἀφίης τὸν σὸν πατέρα; Ἀλλὰ τὸ, ἀφῆκα, ἐπὶ τοῦ Υἱοῦ, μὴ ἐγκατάλειψιν νόμιζε. Συγκατέβην, ᾠκονόμηκα, σάρκα ἀνέλαβον. Τοῦτο νυμφίου, τοῦτο νύμφης, ἵνα καταλείψῃ τοὺς γονέας, καὶ ἀλλήλοις ἁρμοσώμεθα. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. Καὶ τί μοι δίδως, ἐὰν ἐπιλάθωμαι; Καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Ἔχεις ἐραστὴν τὸν Δεσπότην.