ιϛʹ. Σύνετε τὸ λεγόμενον, μὴ ἀπολέσητε αὐτό· διὰ τοῦτο κάμνω, ἵνα νοήσητε. Εἰς δύο οὖν ἦν αὐτῆς ἡ προῖξ διῃρημένη, εἰς τὰ παρόντα, καὶ εἰς τὰ μέλλοντα· εἰς τὰ ὁρώμενα, καὶ εἰς τὰ ἀκουόμενα· εἰς τὰ δεδομένα, καὶ εἰς τὰ πιστευόμενα· εἰς τὰ ἐν πείρᾳ, καὶ εἰς τὰ ἐν ἀπολαύσει· εἰς τὰ ἐν τῇ παρούσῃ ζωῇ, καὶ εἰς τὰ μετὰ τὴν ἀνάστασιν. Ταῦτα βλέπεις, ἐκεῖνα ἀκούεις. Βλέπε οὖν, τί λέγει αὐτῇ, ἵνα μὴ νομίσῃ, ὅτι ταῦτα μόνον ἔλαβε· καίτοι μεγάλα ἦν καὶ ἀπόῤῥητα καὶ πᾶσαν διάνοιαν ὑπερβαίνοντα. Ἄκουσον, θύγατερ, καὶ ἴδε· ἄκουσον ἐκεῖνα, καὶ βλέπε ταῦτα· ἵνα μὴ λέγῃς, Πάλιν ἐπ᾽ ἐλπίδι; πάλιν ἐν πίστει; πάλιν ἐν τῷ μέλλοντι; Καὶ βλέπε· τὰ μὲν δίδωμι, τὰ δὲ ἐπαγγέλλομαι· ἐκεῖνα μὲν οὖν ἐν ἐλπίδι, ταῦτα δὲ λάβε ἐνέχυρα, ταῦτα λάβε ἀῤῥαβῶνα, ταῦτα λάβε εἰς ἀπόδειξιν. Ἐπαγγέλλομαί σοι βασιλείαν· πίστευε ἀπὸ τῶν παρόντων, πίστευέ μοι. Βασιλείαν μοι ἐπαγγέλλῃ; Ναί. Τὸ μεῖζόν σοι ἔδωκα, τὸν Δεσπότην τῆς βασιλείας, ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἀνάστασιν δίδως σωμάτων; Ναί.