Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Εὐτρόπιον

Ἰωάννης ὁ Χρυσόστομος

Η ματαιότητα του πλούτου, η εξουσία και η πνευματική φθορά

Ρητορικός έλεγχος της προσκόλλησης στα υλικά αγαθά, στηλίτευση της πλεονεξίας, της κοσμικής δόξας και της υποκρισίας όσων κολάκευαν τους ισχυρούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 8

Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. γʹ. Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν, εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον; εἴδετε τὸν πλοῦτον, ὃν ἀεὶ δραπέτην ἐκάλουν, οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον; Οὐ γὰρ καταλιμπάνει τοὺς ἔχοντας μόνον, ἀλλὰ καὶ σφάζει αὐτούς· ὅταν γάρ τις αὐτὸν θεραπεύῃ, τότε μάλιστα αὐτὸν παραδίδωσι.

Τί θεραπεύεις τὸν πλοῦτον τὸν σήμερον πρός σε, καὶ αὔριον πρὸς ἄλλον; τί θεραπεύεις πλοῦτον, τὸν μηδέποτε κατασχεθῆναι δυνάμενον; Βούλει θεραπεῦσαι αὐτόν; βούλει αὐτὸν κατασχεῖν; Μὴ κατορύξῃς αὐτὸν, ἀλλὰ δὸς αὐτὸν εἰς τὰς χεῖρας τῶν πενήτων.

Θηρίον ἐστὶν ὁ πλοῦτος· ἂν μὲν κατέχηται, φεύγει· ἂν δὲ σκορπίζηται, μένει. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Σκόρπισον, ἵνα μείνῃ· μὴ κατορύξῃς, ἵνα μὴ φύγῃ. Ποῦ ὁ πλοῦτος; ἡδέως ἂν ἐροίμην τοὺς ἀπελθόντας. Λέγω δὲ ταῦτα οὐκ ὀνειδίζων, μὴ γένοιτο, οὐδὲ ἀναξαίνων τὰ ἕλκη, ἀλλὰ τὰ ἑτέρων ναυάγια ὑμῖν λιμένα κατασκευάζων. Ὅτε οἱ στρατιῶται, καὶ τὰ ξίφη, ὅτε πόλις ἐκαίετο, ὅτε διάδημα οὐκ ἴσχυεν, ὅτε πορφύρα ὑβρίζετο, ὅτε μανίας πάντα ἔγεμε, ποῦ ὁ πλοῦτος; ποῦ τὰ ἀργυρώματα; ποῦ αἱ κλῖναι αἱ ἀργυραῖ; ποῦ οἱ οἰκέται; Πάντες ἐν φυγῇ.

Ποῦ οἱ εὐνοῦχοι; Πάντες ἐδραπέτευσαν. Ποῦ οἱ φίλοι; Τὰ προσωπεῖα ἤλλασσον. Ποῦ αἱ οἰκίαι; Ἀπεκλείοντο· Ποῦ τὰ χρήματα; Ἔφυγεν ὁ ἔχων αὐτά. Καὶ τὰ χρήματα ποῦ; Κατωρύγη. Ποῦ ἐκρύβη τοῦτο ὅλον; Μὴ φορτικός εἰμι, μὴ ἐπαχθὴς, ἀεὶ λέγων, ὅτι ὁ πλοῦτος τοὺς κακῶς κεχρημένους προδίδωσιν; Ἦλθεν ὁ καιρὸς δεικνὺς τῶν ῥημάτων τὴν ἀλήθειαν. Τί κατέχεις αὐτὸν, ἐν πειρασμῷ σε μηδὲν ὠφελοῦντα; Εἰ ἔχει ἰσχὺν, ὅταν ἐμπέσῃς εἰς ἀνάγκην, παρέστω σοι· εἰ δὲ τότε φεύγει, τί χρείαν αὐτοῦ ἔχεις; Αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Τί τὸ ὄφελος; Ξίφη ἠκονημένα, θάνατος ἀπειλούμενος, στρατόπεδον μαινόμενον, προσδοκία ἀπειλῆς τοσαύτης· καὶ ὁ πλοῦτος οὐδαμοῦ.

Ποῦ ἔφυγεν ὁ δραπέτης; Αὐτός σοι κατεσκεύασε ταῦτα πάντα, καὶ ἐν καιρῷ ἀνάγκης φεύγει. Καίτοι πολλοὶ ἐγκαλοῦσί μοι ἀεὶ λέγοντες, Κεκόλλησαι τοῖς πλουσίοις· καὶ γὰρ καὶ ἐκεῖνοι ἀεὶ κεκόλληνται τοῖς πένησιν. Ἐγὼ δὲ κεκόλλημαι τοῖς πλουσίοις· οὐ τοῖς πλουσίοις δὲ, ἀλλὰ τοῖς κακῶς τῷ πλούτῳ κεχρημένοις.

Ἀεὶ γὰρ λέγω, ὅτι οὐ τὸν πλούσιον διαβάλλω, ἀλλὰ τὸν ἅρπαγα. Ἄλλο δὲ πλούσιος, καὶ ἄλλο ἅρπαξ· ἄλλο εὔπορος, καὶ ἄλλο πλεονέκτης. Διαίρει τὰ πράγματα, καὶ μὴ σύγχεε τὰ ἄμικτα. Πλούσιος εἶ; Οὐ κωλύω. Ἅρπαξ εἶ; Κατηγορῶ. Ἔχεις τὰ σά;

Ἀπόλαυε. Λαμβάνεις τὰ ἀλλότρια; Οὐ σιγῶ. Θέλεις με λιθάσαι; Ἕτοιμός εἰμι τὸ αἷμά μου ἐκχέειν, μόνον τὴν ἁμαρτίαν σου κωλύω. Ἐμοὶ οὐ μέλει μῖσος, οὐ μέλει μοι πόλεμος· ἑνὸς δέ μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πλούσιοι ἐμὰ τέκνα, καὶ οἱ πένητες ἐμὰ τέκνα· ἡ αὐτὴ γαστὴρ ἀμφοτέρους ὤδινεν· αἱ αὐταὶ ὠδῖνες ἀμφοτέρους ἔτεκον.

Ἂν τοίνυν κεκόλλησαι τῷ πένητι, κατηγορῶ σου· οὐ γὰρ τοῦ πένητος τοσαύτη ζημία, ὅση τοῦ πλουσίου. Ὁ μὲν γὰρ πένης οὐδὲν μέγα ἀδικεῖται· εἰς χρήματα γὰρ βλάπτεται· σὺ δὲ εἰς ψυχὴν βλάπτῃ. Ὁ βουλόμενος ἀποτεμνέτω, ὁ βουλόμενος λιθαζέτω, ὁ βουλόμενος μισείτω· ὑποθῆκαι γὰρ ἐμοὶ στεφάνων αἱ ἐπιβουλαὶ, καὶ ἀριθμὸς βραβείων τὰ τραύματα.

δʹ. Οὐ δέδοικα τοίνυν ἐπιβουλήν· ἓν δέδοικα μόνον, ἁμαρτίαν. Μὴ μέ τις ἐλέγξῃ ἁμαρτάνοντα, καὶ ἡ οἰκουμένη πᾶσα πολεμείτω μοι. Ὁ γὰρ πόλεμος οὗτος λαμπρότερόν με ἐργάζεται. Οὕτω καὶ ὑμᾶς παιδεῦσαι βούλομαι. [Μὴ φοβηθῆτε ἐπιβουλὴν δυνάστου, ἀλλὰ φοβήθητε ἁμαρτίας δύναμιν. Ἄνθρωπός σε οὐ βλάψει, ἐὰν μὴ σὺ σεαυτὸν πλήξῃς. Ἐὰν μὴ ἔχῃς ἁμαρτίαν, καὶ μυρία ξίφη παρῇ, ἁρπάζει σε ὁ Θεός· ἐὰν δὲ ἔχῃς ἁμαρτίαν καὶ ἐν παραδείσῳ ᾖς, ἐκπίπτεις.

Ἐν παραδείσῳ ἦν ὁ Ἀδὰμ, καὶ ἔπεσεν· ἐν κοπρίᾳ ἦν ὁ Ἰὼβ, καὶ ἐστεφανώθη. Τί ὠφέλησεν ἐκεῖνον ὁ παράδεισος; ἢ τί ἔβλαψε τοῦτον ἡ κοπρία; Ἐκείνῳ οὐδεὶς ἐπεβούλευσεν, καὶ ὑπεσκελίσθη· τούτῳ ὁ διάβολος, καὶ ἐστεφανώθη. Οὐ τὰ χρήματα αὐτοῦ ἔλαβεν; Ἀλλὰ τὴν εὐσέβειαν οὐκ ἐσύλησεν. Οὐ τοὺς παῖδας αὐτοῦ ἥρπασεν; Ἀλλὰ τὴν πίστιν οὐκ ἐσάλευσεν.

Οὐ τὸ σῶμα αὐτοῦ διέῤῥηξεν; Ἀλλὰ τὸν θησαυρὸν οὐχ εὗρεν. Οὐ τὴν γυναῖκα αὐτοῦ ὥπλισεν; Ἀλλὰ τὸν στρατιώτην οὐχ ὑπεσκέλισεν. Οὐκ ἔβαλε τόξα καὶ βέλη; Ἀλλὰ τραύματα οὐκ ἐδέξατο. Προσήγαγε μηχανήματα, ἀλλὰ τὸν πύργον οὐκ ἔσεισεν· ἐπήγαγε κύματα, ἀλλὰ τὸ πλοῖον οὐ κατεπόντισε.

Τοῦτόν μοι τὸν νόμον τηρήσατε, παρακαλῶ, καὶ τῶν γονάτων ὑμῶν ἅπτομαι, εἰ καὶ μὴ χειρὶ, ἀλλὰ τῇ γνώμῃ, καὶ δάκρυα ἐκχέω. Τοῦτόν μοι τηρήσατε τὸν νόμον, καὶ οὐδεὶς ὑμᾶς βλάπτει. Μηδέποτε μακαρίζετε πλούσιον μηδέποτε ταλανίζετε [εἰ μὴ τὸν] ἐν ἁμαρτίᾳ· μακαρίζετε τὸν ἐν δικαιοσύνῃ Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ᾽ ἡ γνώμη τῶν ἀνθρώπων καὶ τοῦτον κἀκεῖνον ποιεῖ. Μηδέποτε φοβηθῇς ξίφη, ἐὰν μὴ τὸ συνειδός σου κατηγορήσῃ· μηδέποτε φοβηθῇς ἐν πολέμῳ, ἐὰν τὸ συνειδός σου καθαρὸν ᾖ] Ποῦ οἱ ἀπελθόντες; εἰπέ μοι. Οὐχὶ πάντες ὑπέκυπτον; οὐχὶ οἱ ἐν ἀρχῇ ὄντες μεῖζον ἔτρεμον αὐτούς; οὐκ ἐθεράπευον; Ἀλλ᾽ ἦλθεν ἡ ἁμαρτία, καὶ πάντα ἠλέγχθη· καὶ οἱ θεράποντες δικασταὶ ἐγένοντο, οἱ κολακεύοντες δήμιοι· οἱ τὰς χεῖρας καταφιλοῦντες, αὐτοὶ αὐτὸν εἷλκον ἀπὸ τῆς ἐκκλησίας, καὶ ὁ χθὲς τὴν χεῖρα καταφιλῶν, σήμερον πολέμιος. Διὰ τί; Ὅτι οὔτε χθὲς μετὰ ἀληθείας ἐφίλει. Ἦλθε γὰρ ὁ καιρὸς, καὶ ἠλέγχθη τὰ προσωπεῖα.

Οὐ χθὲς τὰς χεῖρας κατεφίλεις, καὶ σωτῆρα ὠνόμαζες, καὶ κηδεμόνα, καὶ εὐεργέτην; οὐκ ἐγκώμια ὕφαινες μυρία; Διὰ τί σήμερον κατηγορεῖς; Χθὲς ἐπαινέτης, καὶ σήμερον κατήγορος; χθὲς ἐγκώμια, καὶ σήμερον ἐγκλήματα μιγνύεις; Τίς ἡ μεταβολή; τίς ἡ μετάστασις;