Τὰ γὰρ παρ᾽ ἐκείνης γεγενημένα, τῶν ὀφειλόντων ἀεὶ γενέσθαι παρ᾽ ἡμῶν διδασκαλία σαφής· καὶ ἡ τοῦ Σωτῆρος πρὸς ἐκείνην διάλεξις τῶν ἁμαρτωλῶν ἔσται παράκλησις. Τίς γὰρ ἀκούων ὅτι γυνὴ μυρίαις κηλῖσι κατάστικτος, ἵνα προσφύγῃ μόνον αὐτῷ, καὶ τοῖς ποσὶν αὐτοῦ σταγόνας ἐπιχέῃ δακρύων θερμὰς, παρθενίας χειροτονίαν ἐδέξατο; Τὸν αὐτὸν ἐπιδείξασθε τρόπον, ὥστε τὸν αὐτὸν τρυγήσητε καρπόν. Τίς γὰρ λογιζόμενος τὴν ἐκείνης μεταβολὴν, καὶ τὴν ἀμοιβὴν, οὐ τὴν αὐτὴν ἀσκήσει γνώμην, ὡς τὴν ἴσην εὑρήσῃ ἀντίδοσιν; Τί γάρ ἐστι πόρνη, ἢ διαφθορὰ, ἢ προφανὴς ὕβρις τῆς φύσεως, ἢ τοῦ θήλεος γένους δημόσιος θρίαμβος, λώβη σωμάτων τε καὶ ψυχῶν, λοιμὸς τέρψει κεχρημένος, τάφος κεκονιαμένος, ᾅδου ἀκατάσχετον καὶ ἀκόρεστον στόμα, θανάτου κεκαλλωπισμένον προπύλαιον, τερπνὸν δηλητήριον, ἀναίδεια παῤῥησιαζομένη, αἰσχύνη ἀναίσχυντος, εὐπρόσωπος ὄλεθρος, τῶν ἀσελγῶν μηχανῶν δέλεαρ, τῶν νέων ἰξὸς, κάπηλος τῶν οἰκείων μελῶν, ἀπωλείας βυθὸς, ναυάγιον ἀγαπώμενον, κοινὴ συμφορὰ πάσης ἁμαρτίας, ἰταμὸν ἐργαστήριον, πάσης παρανομίας διδάσκαλος, τῆς πρὸς τὸν Θεὸν ἔχθρας δημιουργὸς, ὕλη τῆς γεέννης τοῦ πυρὸς τοῦ αἰωνίου; Ἀλλ᾽ ὅμως ἡ τῶν τοιούτων καὶ τηλικούτων κακῶν ὑπάρχουσα ὑπηρέτις, ἐπειδὴ παρὰ συνήθειαν σωφροσύνης ἠράσθη, ταῖς βίβλοις τῶν Εὐαγγελίων ἐγγέγραπται.