Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Φαρισαῖον καὶ τὴν πόρνην

Ἰωάννης ὁ Χρυσόστομος

Η άφεση των αμαρτιών και ο επίλογος της ομιλίας

Η χορήγηση συγχωρήσεως στη μετανοήσασα, οι προτροπές του Χριστού για διατήρηση της σωφροσύνης, η απόλυσή της και η καταληκτήρια προτροπή και δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

μὴ οἰκτείρω τὴν οὐδὲν ἕτερον λέγουσαν, εἰ μὴ μόνον, ἐλέησόν με; μὴ ἐλεήσω τὴν οὕτω φυγοῦσαν τὸν διάβολον, καὶ προσφυγοῦσαν ἐμοί; Τί οὖν κατῆλθον ἐκ τῶν οὐρανῶν; τί δὲ τὸ φαινόμενον περιβέβλημαι σῶμα; τί δὲ τῆς σῆς οἰκίας ἐγενόμην ἐντός; τὴν φαινομένην καὶ θηραθῆναι βουλομένην εἰ ἔμελλον ἀπελαύνειν, διὰ τί τὸν τόπον τῆς θήρας κατέλαβον; Ἀλλ᾽, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οὗ χάριν λέγω σοι, Ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ, ὅτι ἠγάπησε πολύ. Ὁ δὲ ὀλίγον ἀγαπῶν, ὀλίγον ἀγαπηθήσεται. Ταῦτα πρὸς τὸν Φαρισαῖον διαλεχθεὶς, ὁ Χριστὸς μετέδωκε τῇ περικεχυμένῃ βλέμματος καὶ φθέγματος ἡμέρου καὶ προσηνοῦς, καὶ πρὸς τὴν κατακεκρυμμένην καὶ δεομένην μικρὸν ἑαυτὸν ἐπικλίνας, μετέδωκεν αὐτῇ τὴν ποθουμένην ἀπόφασιν, ἔχουσαν τῶν ἁμαρτημάτων ἄφεσιν. Ἀφέωνταί σοι ἁμαρτίαι. Δέξαι λοιπὸν, ὦ γύναι, τῶν δακρύων ὑπογεγραμμένην τὴν δέησιν· δέξαι τῆς πίστεως τὴν ἀντίδοσιν, δέξαι τῆς εὐπειθείας τὰς ἀμοιβὰς, δέξαι τῆς εὐσεβείας τὰς δωρεὰς, δέξαι τῆς μετανοίας τὸν στέφανον, δέξαι τῶν πικρῶν στεναγμῶν τὸν γλυκύτατον καρπὸν, δέξαι τοῦ σκυθρωποῦ σπόρου τὸ γλυκύτατον θέρος.

Ἔσπειρας ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θέρισον. Ἀφέωνταί σου αἱ ἁμαρτίαι. Διεῤῥάγησαν αἱ τοῦ κακοῦ βίου σειραὶ, διελύθησαν αἱ τῆς πονηρίας ἁλύσεις· ἀπηλλάγης τῶν ἐγκλημάτων καὶ τῶν εὐθυνῶν, ἔφυγες τὴν ἄσβεστον κάμινον τοῦ πυρὸς, ὀλίγοις δάκρυσι φλόγα τοσαύτην κατέσβεσας, κατεπάτησας τοῦ πονηροῦ ἐχθροῦ τὴν κεφαλὴν, ἐνίκησας περιφανῶς τὸν ἀντίπαλον.

Θάρσει, θύγατερ, Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; Ἐγὼ ὁ κριτὴς γίνομαι τῆς ἀφέσεως ἐγγυητής· τίς ἕτερος τὴν ἐμὴν ἐπίκρισιν ἀνατρέψει; ἐγὼ ὁ δικαστὴς ἀπολύω· τίς ἕτερος καταδικάσει; Θάρσει, θύγατερ· λόγισαι ἐξαίφνης πῶς ὑψώθης, πῶς ἦλθες ὡς κατάκριτος, καὶ τῆς κατακρίσεως ἐλευθερωθῆναι κατηξιώθης, καὶ θυγάτηρ γενέσθαι ἐμοῦ ποῦ βασιλέως τῶν οὐρανῶν.

Ἦλθες ὡς τετραυματισμένη φάρμακον λαβεῖν, καὶ βασιλικὸν ὡς βασίλισσα ἐφόρεσας στέφανον. Ἀνεγεννήθης ἄνευ μήτρας, ἀνεπλάσθης ἄνευ πηλοῦ, ἀνεχωνεύθης ἄνευ πυρὸς, ἐβαπτίσθης ἄνευ κολυμβήθρας. Σὺ σεαυτὴν ἐκ τῶν σῶν δακρύων κολυμβήθραν ἐκέρασας· τὸ ῥῆμά μου βάπτισμά σου γεγένηται· ὁ λόγος ὁ ἐμὸς φωτισμὸς τοῦ προσώπου σου. Θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε. Ὡς ἐπίστευσας, ἤντλησας· ὡς ἐπόθησας, ἔλαβες· ὡς ἠθέλησας, ἐβασίλευσας. Παρέκυψας διὰ τοῦ σώματος, καὶ φωτὸς ὅλη γέγονας ἔμπλεος. Ἡ πίστις σου σέσωκέ σε. Πίστις γὰρ σωτηρίας ἀρχὴ, πίστις ἀθανασίας προοίμιον, πίστις θεογνωσίας καθαρὸς ὀφθαλμὸς, πίστις τὰ ἀόρατα καθορᾷ. Ἡ πίστις σου σέσωκέ σε. Εἴθε καὶ Ἰουδαῖοι τὴν σὴν πίστιν ἐμιμήσαντο! Εἴθε καὶ Ἕλληνες τὴν σὴν γνώμην ἐζήλωσαν! Εἴθε πάντες ἄνθρωποι μάθοιεν πιστεύειν ὡς σύ! Πορεύου εἰς εἰρήνην.

Ἐπεὶ ἂν ἠβουλήθης, ἕξεις με διαπαντὸς μετὰ σοῦ καὶ σὺν σοί· ἐὰν οὕτω μείνῃς ἁγνὴ, οὐδέποτε χωρισθήσομαι τῆς σῆς διανοίας ἐὰν φυλάξῃς τὴν καθαρότητα ταύτην ἀμόλυντον, ἀεὶ σὺν σοὶ παραμενῶ· ἐὰν μείνῃς νύμφη παρθένος, ἔσομαί σοι νυμφίος παρθένος, νυμφίος ἀφθαρσίας φρουρός· ἐὰν μὴ ἀθετήσῃς τὰ μεταξὺ ἡμῶν σήμερον συντελεσθέντα προικῷα, οὐκ ἀναχωρήσω τῆς σῆς συνοικεσίας· ἐὰν μὴ πορνεύσῃς εἰς ἐμὲ, οὐκ ἐκβαλῶ σε τῆς ἐμῆς οἰκειότητος· ἐὰν μὴ ἐπαγάγῃς μοι μοιχὸν λογισμὸν, ὡς οὐράνιος μνηστὴρ καὶ τὰ οὐράνιά σοι δωρήσομαι· ἐὰν τηρήσῃς ἄτρωτον τὸ πρὸς ἐμὲ συνειδὸς, ἀπολαύσεις τῆς ἐμῆς εὐνοίας διαπαντός. Πορεύου εἰς εἰρήνην. Μέμνησο τῆς παρούσης ἡμέρας, ἐν ᾗ τῆς ἐλευθερίας ἀπήλαυσας· μέμνησο τῶν καλῶν τούτων δακρύων, δι᾽ ὧν κατέστης εἰς τοσαύτην φαιδρότητα· μέμνησο τῆς μετανοίας ταύτης, δι᾽ ἧς τὸ τῆς θυγατρὸς εὗρες ἀξίωμα. Πορεύου εἰς εἰρήνην. Κατηλλάγην σοι, διὰ χρόνου πολλοῦ πρὸ τούτου λυπούμενος πρὸς σὲ διὰ σέ.

Μὴ λύσῃς τὴν καλὴν εἰρήνην πράξεσι πονηραῖς· μὴ πάλιν διὰ τῶν σῶν μοι πολεμήσῃς μελῶν· μὴ πάλιν πλέξῃς, ὡς σατανᾶς, τὰς κόμας· μὴ κονιάσῃς, ὡς τοῖχον, τὸ πρόσωπόν σου· μὴ τεχνάσῃς κόσμον περίεργον καὶ ὀλέθριον· μὴ προθῇς, ὡς ἐν ἀγορᾷ, τὴν ὄψιν σου τοῖς ἐμπόροις τῶν αἰσχρῶν ἡδονῶν· μὴ πέμψῃς τοὺς ὀφθαλμοὺς, ὡς θηρατὴς, κατὰ τῶν ἑκουσίως ἀγρευομένων· μὴ χρήσῃ τοῖς χείλεσιν, ὡς βέλεσι, κατὰ τῶν τιτρωσκομένων ἡδέως· μὴ ποιήσῃς τὸ στόμα σου θάνατον· μὴ κατακρίνῃς τὰς χεῖρας ἀσέμνοις περιπλοκαῖς· μὴ καταδικάσῃς τοὺς πόδας δρόμοις αἰσχροῖς· μὴ ἀνατρέψῃς τὸν καλόν σου δρόμον δρόμοις κακοῖς· μὴ σκορπίσῃς τῆς ἁγνείας τοὺς μαργαρίτας, οὓς ἀπόνως ἐξέλεξας· μὴ γένῃ πάλιν φθορᾶς ἐργαστήριον· μὴ παλινδρομήσῃς πρὸς τὴν ἀρχαίαν σου ἀπάτην· μὴ τὴν προτέραν ἀναλάβῃς σκηνήν· μὴ οἰκοδομήσῃς κακῶς ἃ κατέλυσας καλῶς· μὴ δέξῃ σύμβουλον τὸν ὄφιν, ἵνα μὴ γυμνωθῇς ὡς ἡ Εὔα· μὴ καταλείπῃς ἡδονῇ τὴν πηγὴν τῆς πίστεως, ἵνα μὴ ῥίψῃ κατὰ σοῦ τὸν ἰὸν ὁ δράκων ὁ πολύμορφος· μὴ κοιμηθῇς τῆς ἡδυπαθείας τὸν ὕπνον, ἵνα μὴ κινήσῃς καθ᾽ ἑαυτῆς τὸν δίκαιόν μου θυμόν· μὴ μετὰ τοσοῦτον μύρον, βόρβορον ἐπιχέῃς ἑαυτῇ· μὴ γένῃ πάλιν ὃ ἦς· ἅπαξ ἐκαθαρίσθης, ἅπαξ ἐχωνεύθης· μεῖνον σωφροσύνης ἄγαλμα νεουργὸν, ἵνα μὴ χωνευθῇς τῷ πυρί.

Πορεύου εἰς εἰρήνην· ἀπάγγελλε τοῖς ἀπαντῶσι, πῶς ἀγαθός εἰμι καὶ φιλάνθρωπος· ἐπιδείκνυε τοῖς ἀγνοοῦσι τὸν ἀποσμήξαντά σου τὸν ῥύπον· γενοῦ λοιπὸν σαγήνη ζωῆς. Ἕως τῆς παρούσης ἡμέρας τοὺς νέους πρὸς ἀπώλειαν ἤγρευες· ἀπὸ τῆς παρούσης ἡμέρας πάντας ἀνθρώπους πρὸς σωτηρίαν ἁλίευε· βόα πρὸ τοῦ Παύλου, ὡς πρὸ τοῦ Παύλου σαγηνευθεῖσα· Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς παρεγένετο ἐν κόσμῳ ἁμαρτωλοὺς σῶσαι, ὧν πρώτη εἰμὶ ἐγώ. Ταύτης τὴν μετάνοιαν ζηλώσωμεν ἅπαντες, ἵνα τὴν ἴσην παῤῥησίαν κτησώμεθα· λύσωμεν τὰς ἀδικίας, ὡς ἐκείνη τὰς τρίχας· τοιαῦτα δάκρυα ῥάνωμεν, ἵνα τοιαῦτα φάρμακα λάβωμεν· οὕτω φιλήσωμεν τὸν Δεσπότην, ἵνα οὕτω φιληθῶμεν παρ᾽ αὐτοῦ· κρατήσωμεν καὶ ἡμεῖς πίστεως χερσὶ τὸν ἡδέως κρατούμενον, καὶ μηδέποτε καταλείπωμεν αὐτὸν, ἕως ἂν αὐτοῖς τοῖς πράγμασιν εἴπῃ καὶ πρὸς ἡμᾶς· Ἀφέωνται ὑμῶν αἱ ἁμαρτίαι. Θαρσεῖτε, τέκνα· ἡ πίστις ὑμῶν σέσωκεν ὑμᾶς. Καὶ τὴν πίστιν ἐκείνης ταῖς ἡμετέραις ἐννοίαις ἐγγράψωμεν, δόξαν ἀναπέμποντες τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.