Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Φαρισαῖον

Ἰωάννης ὁ Χρυσόστομος

Η θεία συγκατάβαση στο δείπνο του Φαρισαίου

Ο Θεός Λόγος αποκρύπτει το μεγαλείο της θεότητός Του και προσέρχεται στο δείπνο ως Καλός Ποιμένας, διδάσκοντας την ταπεινοφροσύνη και την αγάπη προς τους αμαρτωλούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 3

Εἰς τὸν Φαρισαῖον ὁμιλία. Ὥσπερ πατὴρ φιλότεκνος προσομιλεῖν τοῖς ἑαυτοῦ φιλτάτοις ὑπὸ τῆς οἰκείας ἀγάπης ἑλκόμενος, καὶ ὄντων νηπίων μὴ δυναμένων ἀκούειν τελείων ῥημάτων διὰ τὸ νηπιῶδες τῆς ἕξεως, ὁ πατὴρ ὑπαλλάξας τὴν φωνὴν, καὶ τὸ τροχαλὸν τῆς εὐγλωττίας ἀποθέμενος, ψελλίζειν αὐτοῖς ἄρχεται, ἐκ τοῦ λέγειν καὶ ἀκούειν πρὸς μείζονα ῥημάτων κατάληψιν τοὺς φιλτάτους ἑαυτοῦ ἐνάγων· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος ἡμῶν διὰ πολλὴν τὴν περὶ τὸ ἴδιον πλάσμα ἀγάπην Θεὸς Λόγος ὑπάρχων, ἀνθρώπινον λόγον ἀναλαβὼν ἐλήλυθε πρὸς ἡμᾶς, ἵνα ἐκ τοῦ ὁμιλεῖν αὐτὸν καὶ συνδιατρίβειν, οὐράνιον ἀποκάλυψιν ἐπιδείξας ἐπὶ τὴν οὐράνιον κλίμακα, τουτέστιν, τῆς ἐλπίδος, ἡμᾶς ὁδηγήσῃ. Καλεῖται γοῦν εἰς ἄριστον ὑπὸ Φαρισαίου, ὡς ἀρτίως ἠκούσαμεν τοῦ Εὐαγγελίου κηρύττοντος, καὶ οὐκ ἀποστρέφεται τὸν καλοῦντα· οὐ γὰρ ἦλθε τὸ ἀξίωμα τῆς θεότητος αὐτοῦ δεῖξαι, ἀλλὰ τὴν πεπτωκυῖαν ἀνθρωπότητα ἐκ τῶν καταχθονίων ῥύσασθαι. Καλεῖται εἰς ἄριστον ὑπὸ Φαρισαίου, καὶ οὐ παραιτεῖται, ἵνα καὶ πλουσίους παιδεύσῃ μὴ ὑπερορᾷν τραπέζας πενήτων, καὶ δικαίους διδάξῃ μὴ διαπτύειν τραπέζας ἁμαρτωλῶν.

Πολλοὶ γὰρ παρ᾽ ἑαυτοῖς δοκοῦντες εἶναι δίκαιοι, καταπτύουσι τραπέζας ἁμαρτωλῶν, καὶ οἱ πλούσιοι τῶν πενήτων. Βουλόμενος γὰρ ὁ Κύριος πάντας εἶναι φιλτάτους, φιλαδέλφους, ἀγαπητικοὺς, ταπεινόφρονας, πρῶτος ἄρχεται τοῦ ἔργου, ἵνα ἐκ τοῦ ποιῆσαι διδάξῃ. Διὸ λέγει· Μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Σὺ οὖν ὁ ἐν εὐλαβείᾳ ἀσκούμενος, ὁπόταν κληθῇς ὑπό τινος ἁμαρτωλοῦ, μὴ παραιτήσῃ· κἂν ὀνειδίζῃ ὑπό τινος λέγοντος, Διὰ τί μετὰ ἁμαρτωλῶν ἐσθίεις καὶ πίνεις; ἀνταποκρίθητι λέγων· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Δίκαιος γάρ εἰμι, οὐχ ἵνα δικαίους σώσω, ἀλλὰ ἁμαρτωλοὺς ἐπιστρέψω.

Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ὁ ἐκ πέντε ἄρτων πέντε χιλιάδας εἰς κόρον διαθρέψας ἐν τῇ ἐρήμῳ, ὁ τὴν ἀπόρευτον καταξηράνας θάλασσαν, καὶ καθάπερ διὰ χλοηφόρου πεδίου τῆς θαλάσσης τὸν Ἰσραὴλ διαγαγὼν, ὁ οὐρανόθεν αὐτοῖς τὸ μάννα ἐπομβρίσας, καὶ ὅλην τὴν ἡμέραν ἐκ τῆς λαμπρότητος τοῦ μάννα χιόνας. Καλεῖται εἰς ἄριστον ὁ Κύριος, καὶ οὐ παραιτεῖται, ἐν τοῖς ἀρίστοις τὰ ἄριστα τῶν μαθημάτων τοὺς καλοῦντας αὐτὸν ἐκδιδάσκων· ἀπέρχεται γὰρ εἰς ἄριστον, οὐχ ἵνα τῶν Φαρισαίου βρωμάτων ἐμφορηθῇ, ἀλλ᾽ ἵνα ὁ Φαρισαῖος τῶν τοῦ Κυρίου διδαγμάτων ἐμπλησθῇ.

Καλεῖται εἰς ἄριστον, καὶ ἔρχεται εἰς οἶκον τοῦ Φαρισαίου, καλύπτων τὴν θεότητα ἀνθρωπότητι, ἵνα μὴ ἄφνω θεασάμενος τὴν ἐξαστράπτουσαν αἴγλην τῆς θεότητος, φύγῃ ἐκ τοῦ οἴκου ὁ καλέσας τὸν Δεσπότην. Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον, ὁ οὐράνιος βασιλεὺς πρὸς τὸν αἰχμάλωτον, καὶ καλύπτει τὸ βασιλικὸν ἀξίωμα τῷ δερματίνῳ καταφράκτῳ τῆς σαρκὸς, ἵνα μὴ θεωρήσας τὸν οὐράνιον βασιλέα τρομάξῃ ὁ αἰχμάλωτος, καὶ εἰς γῆν καταδύσῃ. Εἰσέρχεται εἰς τὸν τοῦ Φαρισαίου οἶκον ὁ Ἥλιος τῆς δικαιοσύνης, τὰς χρυσαυγαζούσας τῶν ἀκτίνων λαμπηδόνας καλύπτων τῇ νεφέλῃ τοῦ σώματος, ἵνα μὴ θεωρήσας ὁ ἄνθρωπος, ἀπολέσῃ τὴν ὅρασιν.

Εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου ὁ οὐράνιος ποιμήν· ἐάσας ἐπὶ τῶν ὀρέων τὰ ἐνενήκοντα ἐννέα πρόβατα, ἔρχεται ἐπὶ τὸ ἀπολωλός· εἰσέρχεται εἰς τὴν μάνδραν αὐτοῦ καλύπτων τὸν ποιμένα ἐν τῷ ἀρνείῳ τοῦ σώματος. Οὐ βακτηρίαν ἐπιφέρεται, οὐ ῥάβδον ἀπειλοῦσαν τὴν προτέραν πλάνην, ἵνα μὴ δειλιάσαν καὶ πτοηθὲν τὸ πρόβατον πάλιν ἀποδράσῃ τοῦ ἰδίου ποιμνίου· ἀλλ᾽ εἰσέρχεται εἰς τὸν οἶκον τοῦ Φαρισαίου, οὐχ ὡς Θεὸς, οὐχ ὡς βασιλεὺς, οὐχ ὡς Ἥλιος δικαιοσύνης, ἀλλ᾽ ὡς ἄνθρωπος πρὸς ἄνθρωπον, ὡς ἀρνίον πρὸς ἀρνίον. Συνδιαιτᾶται αὐτῷ, συννέμεται, συγκαθέζεται, εἰσέρχεται, συναναπίπτει τῷ ἤδη πεπτωκότι ὑπὲρ τὴν ἁμαρτίαν, ἵνα ἐν τῷ συναναπεσεῖν αὐτῷ τὸν ἤδη πεπτωκότα συνανεγείρῃ.