Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)
Η Πνευματική Πορνεία καί η Πρόσκληση σέ Μετάνοια
Ανάλυση τής αμετανοησίας, τών ειδωλολατρικών πρακτικών, τής προσκόλλησης στά είδωλα καί τής θείας μακροθυμίας καί πρόσκλησης γιά επιστροφή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Πνευματική Πορνεία καί η Πρόσκληση σέ Μετάνοια
Ανάλυση τής αμετανοησίας, τών ειδωλολατρικών πρακτικών, τής προσκόλλησης στά είδωλα καί τής θείας μακροθυμίας καί πρόσκλησης γιά επιστροφή.
Ὅρα βουνοὺς καὶ ἄλση τοῦ Θεοῦ προτιμώμενα. Ὁρᾷς ὅτι οὐ τὸ φορτικὸν τῆς ἀρχῆς ἔφυγεν, ἀλλ᾽ ἐξύβριζεν· οὐκ ἂν ᾖ [ἴσ. εἰ] τεταπεινωμένη καὶ κατειργασμένη, πορνεῦσαι ἐζήτησεν, ἀλλ᾽, ἄνεσιν μόνην, καὶ οὐχ ἁπλῶς Πορνεύσω, ἀλλὰ Διαχυθήσομαι. Ὥστε καὶ εἰ ζυγὸς ἦν καὶ δεσμὸς, εἰκότως ἀπέσφιγγε τὰ ἄτακτα κατέχων σκιρτήματα, καὶ οὐδ᾽ εἰς ὡρισμένους τόπους, ἀλλὰ πανταχοῦ εἰς ἕκαστον χωρίον τῆς ἀσεβείας ἡ ὑπόθεσις.
Ἐγὼ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Μὴ γὰρ δὴ νομίσῃς πάλιν ἀπὸ κακίας αὐτὰ γενέσθαι φυσικῆς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν ἀπορεῖν τινας καὶ λέγειν, τίνος ἕνεκεν ἐξ ἀρχῆς ἀπεπήδησε; λέγει· Οὐ παρὰ τὸν γεωργὸν, ἀλλὰ παρὰ τὴν ἄμπελον καρποφόρον, ἀληθινὴν, ταύτην τὴν γνησίαν. Ἐνταῦθα φυσικήν τινα δείκνυσιν ἀρετήν.
Οὐκ ἔχεις ἐγκαλέσαι τῷ γεωργῷ. Σὺ ἐστράφης, οὐδὲ πολλοῦ πόνου ἐδεήθης πρὸς τὸ μεταβληθῆναι. Τοιοῦτον γὰρ κακία ῥᾴστη καὶ εὔκολος. Ἡ ἄμπελος ἡ ἀλλοτρία. Πῶς ἀλλοτρία; Ἔσῃ λοιπὸν ἀλλότριος· ἐμὴ γὰρ καὶ οὐκ ἐμή. Ὁρᾷς οὐκ ἀπὸ τῆς πλάσεως οἰκειουμένη [οἰκειουμένους] τῷ Θεῷ, ἀλλ᾽ ἀπὸ τῶν ἔργων. Οὕτω καὶ ὅταν λέγῃ, Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με, καὶ, Οὐκ οἶδα ὑμᾶς· οὐ δημιουργὸν ἕτερον ἐπεισάγει. Εἰ γὰρ αὐτὸς ἐφύτευσε, πῶς ἀλλοτρία; ἀλλὰ μετὰ τὸ στραφῆναι ἀλλοτρία.
Ἐγὼ δὲ ἐφύτευσά σε. Τουτέστι, Πλείστην τὴν ἐπὶ σὲ ἐπιμέλειαν ἐποιησάμην. Ἐκβαλὼν ἐξ Αἰγύπτου, καὶ ἀλλοτρίαν σοι δοὺς γῆν, καὶ ἐκβαλὼν ἔθνη κατῴκησά σε, ἐφ᾽ ᾧτε τῆς εὐσεβείας τὸν καρπὸν δοῦναι. Τὸ δὲ, πᾶσαν ἀληθινὴν, ἀντὶ τοῦ, ἐν ἀσφαλείᾳ σε κατῴκησα, ὅπερ λέγει καὶ ὁ Ἡσαΐας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι. Οὐχ ἁπλῶς δὲ τὸ, πᾶσαν, τέθεικεν· ἀλλ᾽ ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε προφῆται καὶ οἱ τούτοις ἑπόμενοι, ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων ἐπίσης ἐπεμελήθην. Καὶ ἐφύτευσα ἄμπελον Σωρήχ· τουτέστιν ἐκλεκτήν. Ὅπερ γὰρ ἐκεῖ λέγει ἐκλεκτὴν, ἐνταῦθα ἀληθινὴν ἐπὶ τῇ τῶν πατέρων ἐκλογῇ. Πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; Ὁ Ἑβραῖος, Ἐστράφης μοι εἰς σπέρμα ἀμπέλου ἀλλοτρίας. ἵνα εἴπῃ, Τὰ μὲν ἐμὰ νόμιμα παρεχάραξας, τοῖς δὲ τῶν ἐθνῶν ἔθεσιν ἐξηκολούθησας. Ὃ λέγει καὶ ὁ Μωυσῆς· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ βότρυς αὐτῶν. Ὅθεν καὶ χολὴν τῷ Δεσπότῃ προσήνεγκαν. Ἀλλ᾽ ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστράφησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας, ὁ ἐξ αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον ἀληθινὴν ἑαυτὸν ὀνομάζει λέγων· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή· τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας, κλήματα προσαγορεύει.
Καὶ ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ. Εἶτα ἵνα μὴ φυσικὴν εἶναι νομίσῃς [αὐ]τὴν, Κεκηλίδωσαι ἐν ἀδικίαις σοῦ. Καὶ μὴν, καὶ εἰ ἐπίκτητός ἐστι, καὶ ἐπιγέγονε, καὶ ἐξ ἀδικιῶν ἐστι, δυνατὸν ἀποτρίψασθαι· καὶ γὰρ δυνατόν· εἰ γὰρ μὴ δυνατὸν, οὐκ ἂν εἶπεν· Τί σοὶ καὶ τῇ ὁδῷ Αἰγύπτου;
Πῶς οὖν λέγει· Ἐὰν πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι; Ὥσπερ λέγει· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς. Οὐδὲ γὰρ ἐκεῖ εἰς ἀδύνατον καθίστησι τὸ πρᾶγμα, καὶ τοιαῦτα ὑποδείγματα τοῦτο βούλονται, ἀλλὰ θυμοῦ τὰ ῥήματα.
Οὐ τοῦτό φησιν, ὅτι Ἐὰν μετανοήσῃς, οὐ δέχομαί σε, ἀλλ᾽ ὅτι ἡ δι᾽ ὕδατος κάθαρσις οὐδὲν ὠφελεῖ, ἐπειδὴ ἐδόκουν καὶ οὕτω καθαίρεσθαι. Ἐκ μεταφορᾶς ἔλαβε τῶν δυσεκπλύτων ἐρίων, ἢ τῶν ἐπικεχρωσμένων σωμάτων, ὑπό τινος διαχυθείσης χολῆς, ἤ τινος τοιούτου. Τὸ μὲν γὰρ νίτρον, καὶ ἣν καλεῖ πόαν, τὸν εἰς τὴν ἐπιφάνειαν τοῦ σώματος ἀποπλύνειν ῥύπον οἶδεν· ἐπικεχρωσμένον μέντοι σῶμα, καὶ οἱονεὶ βεβαμμένον οὐκ ἰᾶται. Βούλεται γοῦν εἰπεῖν, ὅτι Οὐκ ἀπὸ τῶν σμηγμάτων δύνῃ τῶν ἁμαρτημάτων λαβεῖν τὴν ἄφεσιν. Γνησίας γὰρ τῆς περὶ τὸ καλὸν διαθέσεως δεῖ, καὶ τέλεον ἀποστραφῆναι τὸ κακόν. Ἵνα οὖν εἴπῃ· Οὐκ ἀπὸ τοῦ εἶναι ἐν τῇ γῇ, οὐδὲ ἀπὸ τοῦ θυσίας ἐπιτελεῖν, ἢ ἐν τῷ ναῷ εἰσιέναι, ἢ Σάββατον τηρεῖν, ἤ τι τοιοῦτον, λαμβάνεις τὴν ἄφεσιν, ἀλλ᾽ ἀρετὴν μετελθὼν, καὶ ἔργων ἐπιδειξάμενος κατόρθωσιν. Πόαν δὲ λέγει, ὃ κατὰ τὴν Σύρων φωνὴν, ἀλάαν καλοῦσι· κατὰ δὲ τὴν Ἑβραίων, βορήθ· κατὰ δὲ τὴν Ἑλλήνων φωνὴν, δορύκνιον ὀνομάζουσι. Τὸ οὖν, κεκηλίδωσαι, οἱονεὶ, Βεβαμμένη εἶ τῇ κακίᾳ, καὶ τῇ περὶ τὴν ἀσέβειαν ἐπιμελείᾳ.
Πῶς ἐρεῖς, Οὐκ ἐμιάνθην; Τί βούλει πάλιν; Οὐκ ὠργίσθης; οὐκ ἀπέῤῥιψας; οὐκ εἶπας ὅτι Κεκηλίδωσαι; Τί πάλιν ἐλέγχεις; Ὁρᾷς ἐραστοῦ ἠδικημένου ῥήματα; Πῶς [ἐρεῖς], Οὐκ ἐμιάνθην; τὸ μέγιστον ἁμάρτημα, ἐπὶ τῶν ἔργων παραβαίνοντες, ἐπὶ τῶν λόγων ἀρνεῖσθε.
Τὸ Πολυάνδριον τοῦτο ἦν, ὅπου τὰ σώματα τῶν παίδων ἐπὶ τοῦ Μανασσῆ κατωρύγη· τὰς γὰρ ὁδοὺς ἐνταῦθα τὰς πράξεις λέγει· ἕστηκε γὰρ ὁ τόπος βοῶν, οὐδὲ ἀρνῇ τὸν ἔλεγχον φανερὸν ὄντα. Μὴ γὰρ μακρὰν ἀπελθεῖν δεῖ;
Καὶ ἵνα δείξῃ ὅτι οὐ τὴν γνώμην μετεβάλλοντο, ἐπάγει· [Πῶς] ἐρεῖς, Οὐκ ἐμιάνθην, τουτέστιν· Ἁμαρτάνουσα ἀρνῇ ὡς μηδὲν ποιήσασα. Ἴδε τὰς ὁδούς σου ἐν τῷ Πολυανδρίῳ καὶ γνῶθι τί ἐποίησας. Τουτέστιν, Ὅρα τὸν τόπον ὅπου ἡμάρτανες. Πολυάνδριον δὲ ὁ Ἑβραῖος οὐκ ἔχει, ἀλλ᾽ ἴδε τὸν τόπον τοῦ Γαΐ· λέγει δὲ ἐν ᾧ πρὸς τὰς θυγατέρας τῶν Μαδιανιτῶν ἐκτραπέντες εἰς εἰδωλολατρείαν ἐξώκειλαν. Σκόπησον τοίνυν, φησὶ, τὰς ἄνωθέν σου παρανομίας· ἴσως δὲ Πολυάνδριον ἡρμήνευσαν, ἀπὸ τοῦ πλήθους τῶν αὐτόθι ἀναιρεθέντων.
Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυζε. Καθάπερ πρὸς γυναῖκα μεθύουσαν, καὶ οὐκ εἰδυῖαν ἅπερ ἔπραξεν, οὕτω διαλέγεται. Πανταχοῦ σπουδάζει μαθεῖν αὐτῆς τὰ ἁμαρτήματα· ὄντως γὰρ μεγάλης σοφίας δεόμεθα, πρὸς τὸ μαθεῖν ἡμῶν τὰ ἁμαρτήματα, ὄντως μεγάλων ὀφθαλμῶν. Τί τοῦ Δαυῒδ συνετώτερον; καὶ οὐκ ἠδυνήθη συνιδεῖν τὴν ἁμαρτίαν, οὐκ ἠδυνήθη κατιδεῖν. Ἀλλ᾽ ἐδεήθη προφήτου τοῦ δηλώσοντος αὐτήν. Οὐ γὰρ οὕτω πρὸς τὸ ἁμαρτεῖν σφοδρὸς ὁ διάβολος, ὡς πρὸς τὸ μὴ συνιδεῖν τὸ ἁμάρτημα, ἵνα ἐπιμένωμεν ἁμαρτάνοντες Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ᾽ ὕδατα ἐρήμου.
Οὐδὲ ὡς ἁμαρτάνουσα, οὐδὲ ὡς κλέπτουσα, ἀλλὰ μετὰ ἀδείας, μετὰ πολλῆς πλησμονῆς. Ὕδατα ἐρήμου, τί φησι; τὴν ἀσέβειαν, τὴν εἰδωλολατρείαν. Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς ἐπνευματοφορεῖτο. Κατὰ δὲ τοὺς λοιποὺς, Εἵλκυσαν ἄνεμον· πνεῦμα γὰρ ἐπισπασάμενοι τὸ ἀκάθαρτον, ἐματαιώθησαν.
Ἤγουν, ἅπερ ἀκούειν ἠβούλετο. Λέγειν οἱ ψευδοπροφῆται προσεποιοῦντο, ἢ ὅτι μαινομένης δίκην, ἐξ ἄλλης εἰς ἄλλην ἐπιθυμίαν μετέβαινεν. Ὕδατα ἀεὶ τὴν διδασκαλίαν καλεῖ τὴν ἑαυτοῦ πανταχοῦ, ἐκεῖνα δὲ τὰ ὕδατα τὴν διδασκαλίαν τῶν εἰδώλων, ἔνθα ἐκενοφωνεῖτο. Ὅρα οὐδαμοῦ ἐξ ἀνάγκης, πανταχοῦ ἐξ ὕβρεως ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς, ὅταν καὶ μετὰ ἐπιθυμίας τὰ κακὰ πράττῃ.
Τίς ἐπιστρέψει αὐτήν, Ὁρᾷς καὶ τοῦτο πάλιν ἑτέρως λεγόμενον, καὶ ἑτέρως γινόμενον. Οὐκ ἀπεστράφη οὖν, καὶ μὴν καὶ σὺ ἐπέστρεψας αὐτὴν, καὶ οὐδὲ παρεδέδοτο. Ἀλλὰ τὸ μὴ συμβεβηκὸς εἶπεν, ἵνα οὕτω γοῦν ἐπιστραφῇ.
Ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτόν. Τουτέστι, κατειργασμένην, δεδεμένην, παραδεδομένην. Ὀψὲ φωνὴν αὐτῆς ὠλόλυξεν. *Κατὰ τὸν Ἑβραῖον οὕτως ἔχει· Ὡς πρωτότοκον μοσχάριον σκιρτᾷ. —Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ᾽ ὕδατα ἐρήμου. Ἵνα εἴπῃ· Τὰς πράξεις αὐτῆς ἐξέχεεν ὡς ὕδατα ἐπὶ τὰς ἐρήμους εἰδώλοις λατρεύουσα καὶ καταφρονοῦσα τοῦ ναοῦ. Κατὰ τὸν Ἑβραῖον οὕτω κεῖται· Ὡς δάμαλις δεδιδαγμένη ἐν πανερήμῳ ἅλλεσθαι. Ἐν ἐπιθυμίαις ψυχῆς αὐτῆς. Ἀκολούθως ὁ Ἑβραῖος ἔχει· Καὶ ἐν τῷ θελήματι τῆς ψυχῆς αὑτοῦ βαδίζειν πρὸς ἕκαστον κλίμα. Τίς ἐπιστρέψει αὐτόν; Ἀκολούθως κατὰ τὴν τῶν Ἑβραίων κεῖται, τουτέστιν, Ἐμοῦ ἀποφηναμένου κατ᾽ αὐτῆς αἰχμαλωσίαν, τίς δύναται αὐτῇ βοηθῆσαι; Πάντες αὐτήν. Ὁ Ἑβραῖος· Ἐν τῷ ἀροτριᾷν εὑρήσουσιν αὐτήν· τουτέστιν, ἐν τῇ διαφθορᾷ αὐτῆς. Οὕτω μὲν οὖν κεῖται κατὰ τὴν τῶν Ἑβραίων ἔννοιαν· ὁ δὲ Ἑλληνικὸς τοιαύτην τινὰ ἔχει τῶν ῥημάτων διάνοιαν· Εὐάλωτος ἔσται, τῆς παρ᾽ ἐμοῦ προνοίας οὐκ ἀξιουμένη.
Ἀπόστρεψον τὸν πόδα σου ἀπὸ ὁδοῦ τραχείας· Πῶς πάλιν παραινεῖς; πῶς πάλιν συμβουλεύεις, εἰ κεκηλίδωται; Ὁδοὺς τραχείας τὰ εἴδωλα λέγει, καὶ δίψος δεικνὺς, ὅτι οὔτε ἡδονὴν τὸ πρᾶγμα ἔχει. Ποία γὰρ ἡδονὴ τὸ θύειν υἱοὺς καὶ θυγατέρας; Τί δὲ τούτων τραχύτερον τῶν ἐπιταγμάτων; ποία δὲ ἡδονὴ τὸ πορνεύεσθαι τὰς γυναῖκας αὐτῶν, καὶ μοιχᾶσθαι;
Ποία δὲ ἡδονὴ τὰ μέλλοντα προακούειν, εἰκῆ, καὶ μάτην οὐδὲν ὠφελουμένους ἀπὸ τῆς προῤῥήσεως; Ποία δὲ ἡδονὴ τὸ κατατέμνεσθαι, καὶ αἱμάττειν τὰς χεῖρας; Ἢ ποία ἡδονὴ τὸ συγγίνεσθαι ἀλόγοις; οὐδὲν τραχύτερον τῆς ὁδοῦ ταύτης.
Τίς οὐκ ἂν φύγῃ τραχεῖαν ὁδόν; Τίς οὐκ ἀποσταίη δίψους; Αὕτη δὲ οὔτε μετὰ παραίνεσιν τὴν ἀπὸ τῶν λόγων. Τί ἐστιν, ἀνδριοῦμαι; τῇ φιλονεικίᾳ ἐπιμενῶ. *Ὁρᾷς ὅτι τὸ ἄνω κείμενον, ὅτι Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, οὐκ ἀποστρεφομένων τὴν μετάνοιαν λέγει, ἀλλὰ γνησίαν τὴν ἐκ τῶν ἁμαρτημάτων ζητῶν ἐπιστροφήν. Ἐπειδὴ τοίνυν ἔφη ἄνω· Τὰς ὁδοὺς αὐτῆς ἐπλάτυνεν ἐφ᾽ ὕδατα ἐρήμου, παραινεῖ αὐτῇ νῦν, μὴ κάμνειν περὶ τὴν τῶν εἰδώλων θεραπείαν, τὰ ὄρη καταλαμβάνουσαν, μηδὲ ἐπιθυμεῖν ἐκείνων τῶν ματαίων.
Τοῦτο γὰρ μηνύει, Τὸν φάρυγγά σου ἀπὸ δίψους. Κατὰ μέντοι τὸν Ἑβραῖον οὕτως ἔχει, Ἀπόστρεψον τὸν πόδα σου τοῦ περιπατεῖν ἀνυπόδετος, καὶ τὴν φωνήν σου ἀπὸ κλαυθμοῦ. Τουτέστι, Μεταβαλοῦ τὴν γνώμην, ὥστε μὴ αἰχμάλωτον γενέσθαι καὶ πενθεῖν ἐπὶ τοῖς καταλαβοῦσι κακοῖς, σώζεται δὲ ἐν ἑκατέρῳ ἡ ἔννοια ἡ αὐτή. Ὁ μὲν γὰρ τὰ ἀποβαίνοντα ἐκ τῆς ἀσεβείας ἔφη· Ὁ δὲ Ἑλληνικὸς τὴν αἰτίαν τῶν κακῶν. Ἡ δὲ εἶπεν· Ἀνδριοῦμαι. Οὐ βούλομαι, τουτέστιν, ἀρκῶ ἐμαυτῇ.
Ὡς αἰσχύνη κλέπτου ὅταν ἁλῷ, οὕτως αἰσχυνθήσονται. *Τουτέστιν ὡς ἐπαυτοφώρῳ ληφθεὶς κλέπτης ἀρνήσασθαι οὐ δύναται, οὕτω καὶ οὗτοι τῶν συμφορῶν καταλαβουσῶν οὐκ ἂν ἀρνηθεῖεν τῶν εἰδώλων τὴν ἀσθένειαν, αἰσχυνόμενοι τῇ περὶ αὐτὰ θεραπείᾳ.
Οὕτως αἰσχυνθήσονται οἱ υἱοὶ Ἰσραὴλ αὐτοὶ, καὶ οἱ βασιλεῖς αὐτῶν, καὶ οἱ ἄρχοντες, καὶ οἱ ἱερεῖς αὐτῶν, καὶ οἱ προφῆται αὐτῶν. Ἐπειδὴ πολλάκις τῶν τιμωριῶν τοῦτο μᾶλλον ἡμᾶς θορυβεῖ, καὶ τοῦτο τίθησιν, ὃ μετὰ τὸν ἐμπρησμὸν γέγονεν. Τῶν γὰρ ψευδοπροφητῶν ἀπατώντων αὐτοὺς εἰκῆ, καὶ φυσώντων τοὐναντίον ἐξέβη, καὶ ἐγένετο, καὶ γέγονεν αἰσχύνη μεγάλη, καὶ ᾐσχύνθησαν οἱ βασιλεῖς, ὡς οὐ δυνάμενοι προστῆναι, οἱ ἱερεῖς μὴ πειθαρχήσαντες τοῖς παρὰ Θεοῦ, οἱ προφῆται διὰ τοὺς μάντεις.
Τῷ ξύλῳ εἶπαν· Ὅτι πατήρ μου εἶ σύ. Τί ταύτης χεῖρον τῆς ἀναισθησίας; Εἰ γὰρ μὴ Θεὸν ἐγκατέλιπον, τί ταύτης τῆς πηρώσεως χαλεπώτερον; Ἀλλὰ τῷ ξύλῳ οὐκ εἶπε, φησὶν, ἀλλὰ τῷ δαίμονι τῷ τὸ ξύλον κινοῦντι.
Καὶ ἔστρεψαν ἐπ᾽ ἐμὲ νῶτα. Χείρων ἁμαρτία αὕτη. Τίνα κατέλιπον; Πῶς ἀπεστράφησαν; Συνεχῶς αὐτῶν λέγει τὰ ἁμαρτήματα. Ὁρᾷς ὅσον ἀγαθὸν τὰ κακὰ, ὅταν τὸν Θεὸν ἐπιγινώσκειν ποιεῖ. Ὁρᾷς ὅτι παρὰ ῥᾳθυμίαν ἡ πλάνη;
Ὁρᾷς ὅτι παρὰ ἄνοιαν; Ὁρᾷς, ὅτι παρὰ τὰ ἄλλα τὰ ἀνθρώπινα ἁμαρτήματα [ἄλλ᾽. ἐλαττώματα]. Ὅτι κατ᾽ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου Ἰούδα. Πάλιν ὄνειδος, ὅταν ποιηταὶ τῶν θεῶν ὦσι. Οὐδὲ γὰρ ὅτι ἐλάχιστοί εἰσιν ἔχει εἰπεῖν, οὐδὲ γὰρ ὅτι μακράν. Κατὰ ἀριθμὸν γὰρ τῶν πόλεών σου ἦσαν οἱ θεοί σου Ἰούδα.
Ἵνα τί λαλεῖτε πρός με· πάντες ὑμεῖς ἠσεβήσατε Οὐκ ἔστιν εἰπεῖν ὅτι οἱ μὲν, ναὶ, οἱ δὲ, οὔ. Ἵν᾽ οἱ διαφεύγοντες τὴν πλάνην τοῖς ἄλλοις γένωνται παραμυθία. Ἄρα οὐδὲ καλεῖν τὸν Θεὸν ἄξιοί ἐσμεν ἀσεβοῦντες· οὐδὲ ἐν συμφοραῖς αὐτῷ εὔχεσθαι, ὅταν ἐν ἀδείᾳ αὐτὸν ἀγνοῶμεν, λέγει Κύριος· Μὴ γὰρ ἐγὼ λέγω; Ὁ ὑβρισθεὶς, ὁ τὰ πάντα εἰδώς.
Μάχαιρα κατέφαγε τοὺς προφήτας ὑμῶν. Τοὺς προφήτας. Ἀλλ᾽ οὐκ ἔδει τὰ παιδία, ἀλλὰ τοὺς ἀπατῶντας, καὶ τοῦτο ἐποίησε, φησὶ, καὶ οὐχ ἁπλῶς, οὐδὲ κοινῷ θανάτῳ· ἵνα μή τις τῇ φύσει τοῦτο λογίσηται, ἀλλ᾽ ἵνα μάθωσιν ὅτι ἀπὸ Θεοῦ γέγονεν ἡ ὀργή. *Οὔτε εὐεργετούμενοι, τὸν εὐεργέτην ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπέστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα.
Μάχαιρα, γὰρ, φησὶ, κατέφαγε. Τοὺς μὲν γὰρ, Ἠλίας ὁ προφήτης, τοὺς δὲ Ἰηοῦ ὁ βασιλεὺς, τοὺς δὲ Ἰωσίας ὁ εὐσεβὴς βασιλεὺς σφαγῇ παραδέδωκεν. Μὴ ἔρημος ἐγενήθην τῷ Ἰσραήλ; Μὴ ἔρημος, τουτέστι μὴ ἄκαρπος. Εἰ γὰρ ἄκαρπος, ἀναχωρῆσαι αὐτοὺς ἐχρῆν. Οὐδὲ οὕτω μὲν οὖν, οὐ γὰρ μισθῷ δουλεύειν δεῖ τῷ Θεῷ.
Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς; Ὁ δὲ λαός μου. Ὅρα πάλιν ὑφειμένον τὸν λόγον. Ὃ μάλιστα ἐζήτουν ἄνθρωποι, τὴν δόξαν, οὐκ ἔστιν εἰπεῖν, ὅτι Ἀγαθῶν μὲν ἀπελαύομεν, ἐν ἀτιμίᾳ δὲ ἦμεν. Ὥσπερ τῇ νύμφῃ κόσμος, κἀγὼ τῷ λαῷ, ὥστε δύσκολον ἦν τὸ ἐπιλαθέσθαι. *Τουτέστι, τὰ πρὸς εὐκοσμίαν διώκουσιν ἄνθρωποι.
Καὶ νύμφη μὲν ἀγαπᾷ τὸν κόσμον, ὡς ὡραϊζομένη ἐξ αὐτοῦ, παρθένος δὲ τῆς στηθοδεσμίδος ἀντέχεται, ὡς εὐπρέπειαν ἐχούσης· ὁ δὲ λαὸς, καὶ κόσμον, καὶ εὐπρέπειαν ἐσχηκὼς παρ᾽ ἐμοῦ, καὶ δόξης οὐ τῆς τυχούσης ἀπολαύσας, κόσμον μὲν καὶ εὐπρέπειαν καλέσας τῶν νομίμων τὴν διάταξιν, καθ᾽ ἣν νομίμως τῶν λοιπῶν ἄλλων φαίνονται ἐν διατάγμασιν ὄντες, πάσης μὲν πλεονεξίας καὶ κακίας ἀλλότριοι τυγχάνοντες, ἡμερότητα καὶ φιλανθρωπίαν παιδευόμενοι, δόξαν δὲ ὡς ἐκ τῆς τοῦ Θεοῦ βοηθείας πάντων ὑποκυπτόντων, καὶ θαυμαζόντων τὴν εἰς αὐτοὺς κηδεμονίαν τοῦ Θεοῦ, τοσούτων τοίνυν ἀπολαύσαντες παρ᾽ ἐμοῦ, λήθην τῶν ἐμῶν εὐεργεσιῶν ἐποιοῦντο.
Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου τοῦ ζητῆσαι ἀγάπησιν; *Τουτέστι, πόσα ποιήσασα δυνήσῃ ἐξαλεῖψαι τὰ ἁμαρτήματά σου, καὶ δεῖξαι αὐτὴν καθαρὰν, ὥστε τῆς παρ᾽ ἐμοῦ ἀγάπης ἀξιωθῆναι. Οὐχ οὕτως, τουτέστιν, οὐδὲ πολλὰ ποιήσασα, δύνῃ ἐκπλῦναι τῶν ἁμαρτημάτων τὸ πλῆθος.
Ἀλλὰ καὶ σὺ ἐπονηρεύσω τοῦ μιᾶναι τὰς ὁδούς σου. Τουτέστιν, σπουδὴν ἔθου ταύτην, ὥσπερ φιλονεικοῦσα καὶ ἐπιτηδεύουσα ἀκάθαρτος γενέσθαι, οὕτω πάντα πεποίηκας. Αὕτη τοίνυν σπουδὴν ἔσχε τοιαύτην, τί τοιοῦτον σὺ περὶ αὐτῆς; Καίτοι πάντα τὰ ἄλλα παραλιπὼν, ὅρα ποῖον τίθησιν, ἐν χερσί σου εὑρέθη αἵματα ψυχῶν ἀθώων.
Οὐκ ἐν διορύγμασιν εὗρον αὐτούς. Τοῦτο καὶ Ἰεζεκιήλ φησι, Τοῦτο ὑπὲρ πᾶσαν τὴν πονηρίαν σου, ὅτι τοὺς υἱοὺς ἔθυον, καὶ τὴν φύσιν ἐξεπολέμωσαν πρὸς ἑαυτούς. Οὐδὲν οὐδέπω λέγω, ὅτι δαίμοσιν, ἀλλ᾽ ὅτι μηδὲν ἔχοντες ἐγκαλεῖν, καὶ τὸ δεινὸν οὐδὲ λάθρα, οὐδὲ νόμῳ λῃστείας, ἀλλὰ τρόπῳ εὐσεβείας ἐδρᾶτο τὰ δεινὰ, ἐπὶ προσχήματι ἁγιαστείας μιαιφονίαι ἐτελοῦντο [ἄλλ᾽. ἐτολμῶντο].
Καὶ εἶπας ἀθῶός εἰμι. Τὸ ἀναίσχυντον τὸ περὶ τὰ ἁμαρτήματα, ὃ μάλιστα τοῦ Θεοῦ τὴν ὀργὴν ἐκκαίειν δύναται, τὸ μηδὲ ἐπιγινώσκειν τὰ ἑαυτῶν πλημμελήματα. Ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ᾽ ἐμοῦ. Τί λέγεις, μάτην ὀργίζομαι ἢ εἰκῆ χαλεπαίνω; Οὐκοῦν ἀπολογοῦμαι ὑπὲρ ἐμαυτοῦ, ὅτι κατεφρόνησας σφόδρα.
Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ λέγειν σε· Οὐχ ἥμαρτον Ὡς εἰ μὴ τοῦτο προσέθηκας, οὐκ ἂν ἐκρίθην· Ὁρᾷς ὅτι τοῦτό ἐστι τὸ ποιοῦν με καταδικάζειν [καταψηφιεῖν] σε, καὶ καταφρονεῖν σου; σύ με κατέστησας εἰς τὴν ἀνάγκην ταύτην, σὺ τῆς δίκης αἴτιος γέγονας, σὺ τὴν κατηγορίαν ταύτην κρίνεις, ἵνα ἀπολογήσωμαι ὑπὲρ ἐμαυτοῦ τοὺς μακροὺς τούτους ἀποτείνεις [ἀποτείνω] λόγους, καὶ οὐκ εἶπε, Κατηγορῶ σου· ἀλλὰ, Κρίνομαι πρὸς σὲ, ἐμαυτοῦ προΐσταμαι, ἐμαυτῷ συνδικῶ, ὥστε οὐδ᾽ ἂν ἐκρίθην, οὐ μόνον οὐκ ἂν κατηγόρησα, εἰ μὴ τοῦτο ἔλεγες, ἐπειδή με ὑπεύθυνον ἐγκλήματι βούλει ποιῆσαι.
Ὅτι κατεφρόνησας τοῦ δευτερῶσαι τὰς ὁδούς σου. Οὐδὲ ἐπὶ τοῖς πρώτοις [ἄλλ. προτέροις] σε εὐθύνω νῦν ἁμαρτήμασι, τοῖς αὐτοῖς ἐπέθου πάλιν. Καὶ οὐδὲ τοῦτο ἔγκλημα ἂν ἐθέμην, εἰ μὴ πάλιν τοῖς αὐτοῖς ἐπεχείρεις, οὐκ ἐκ τοῦ νικᾶσθαι πάθεσι, ἀλλ᾽ ἐκ τοῦ ῥᾳθυμεῖν. Ὁρᾷς ὅτι οὐ τοῦτό ἐστι τὸ παροξύνον τὸν Θεὸν τὸ ἁμαρτάνειν, ἀλλὰ τὸ τοῖς αὐτοῖς περιπίπτειν, καὶ καταφρονοῦντας μὴ ἐπιστρέφεσθαι, ἐπεὶ καὶ ἡμᾶς τοῦτο πάλιν παροξύνειν εἴωθε.
Καὶ ἀπὸ Αἰγύπτου καταισχυνθήσῃ καθὼς κατῃσχύνθης Ἀσσούρ. Ἤτοι ἀγνωμονησάντων ἐκείνων, ἤτοι ἀσθενῶν ἀποδειχθέντων, καὶ τοῦ Πέρσου κρατήσαντος. Οὐ τῆς τῶν Αἰγυπτίων ἢ Ἀσσυρίων ἀγνωμοσύνης, ἀλλὰ τῆς τοῦ Θεοῦ ἐγκαταλείψεως τὸ πᾶν γέγονε, τουτέστι τὰ ἀγαθά σου τὴν προσδοκίαν σου ἀπώσατο.
Ἡ ἐλπὶς αὐτῆς [αὐτοῖς] Αἰγύπτιοι ἦσαν· ἀπώσατο αὐτὴν ὁ Θεὸς, καὶ οὐκ εὐωδώθη. Διατί; ὅτι οὐκ ἐπ᾽ ἀσφάλειαν ἤλπισαν, Ἐπικατάρατος ἄνθρωπος ὁ ἐλπίζων ἐπ᾽ ἄνθρωπον. Ὁρᾷς πῶς τὰ πάντα ποιεῖ εἰς ἀνάγκην καθιστὰς αὐτοὺς τοῦ ἐλπίσαι ἐπ᾽ αὐτόν· οἱ δὲ οὐ προσεῖχον, οὐδὲ ἐπείσθησαν.
Καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου. Οὗτος γὰρ τῶν πενθούντων ὁ τρόπος ἐστὶν, ὅταν ἀνήνυτα θρηνῶσιν. Ὥσπερ πάλαι φησὶ, τὸν Ἀσσύριον ἐπικαλεσάμενοι, ὡς Ἄχας φαίνεται πεποιηκὼς, τέλος ὑπ᾽ αὐτοῦ τοῦ Ἀσσυρίου τὰ δεινὰ πάντα πεπόνθατε· οὐ γὰρ μόνον εἷλε τὰς δέκα φυλὰς, ἀλλὰ πολλὰς πόλεις τῆς Ἰουδαίας. Τὰ αὐτὰ, φησὶ, πείσῃ καὶ παρ᾽ Αἰγυπτίων ἵνα εἴπῃ· Εἰς ἀνόητόν σοι ἔσται ἡ ἐλπὶς τῶν Αἰγυπτίων ἐν τῷ λέγειν σε, κατάλληλος γὰρ ἡ ἀναίδεια τῇ παρανομίᾳ.
ΚΕΦΑΛ. Γʹ. Ἐὰν ἐξαποστείλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ. Τί βούλεται τὸ ὑπόδειγμα; Ἓν πρῶτον, καὶ μέγα, ὅτι Ὅπερ ἀνὴρ οὐκ ἀνέχεται, τοῦτο ἠνεσχόμην ἐγὼ, γιγνομένοις ὑμῖν ἀνδράσιν ἑτέροις, πάλιν ἐκάλουν, πάλιν ἐδεχόμην. Καίτοι ἐκεῖ τοῦ ἀνδρός ἐστιν ἡ ἀποστολὴ, αὐτοῦ μισοῦντος, ἐνταῦθα δὲ οὐχὶ τοῦ ἀνδρὸς, ἀλλὰ τῆς γυναικὸς, ὥστε οὐδὲ ἴσον τὸ ὑπόδειγμα· οὐ γὰρ αὐτὸς αὐτὴν ἐξαπέστειλεν, ἀλλ᾽ αὐτὴ αὐτὸν ἐγκατέλιπεν.
Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς ... λέγει Κύριος. Τὸ λέγει, Οὐ πρὸς τὸ ἄνω ἀναγνωστέον ἀλλὰ πρὸς τὸ κάτω, τουτέστι, λέγει Κύριος πρὸς ὑμᾶς. Τέθεικε δὲ τὸν παρὰ Μωσέως τεθέντα λόγον, ἐὰν ἡ μὴ καθ᾽ ἡδονὴν οὖσα γυνὴ ἀπολυθείη τοῦ ἀνδρὸς, εἶτα γενήσεται ἑτέρῳ, καὶ μισηθεῖσα αὖθις κἀκείνου ἀναχωρήσει, μὴ ἐξεῖναι τῷ προτέρῳ λαμβάνειν αὐτήν.
Οὗτος μὲν οὖν, φησὶν, ὁ νόμος ἐπὶ τῶν γεγραμμένων κεῖται· σὺ δὲ πολλάκις, φησὶν, ἀποπεμφθεῖσα παρ᾽ ἐμοῦ διὰ τὰς παρανομίας, καὶ τοὺς ἀλλοτρίους ἐπιβοωμένη, τουτέστιν Ἀσσυρίους, καὶ Αἰγυπτίους· ποιμένας γὰρ ἀεὶ τοὺς βασιλεῖς λέγει, ἐν συμφοραῖς ἐξεταζομένη πάλαι [πάλιν] κατέφυγες ἐπ᾽ ἐμὲ, καὶ παρεῖχον τὴν παρ᾽ ἐμαυτοῦ ῥοπήν. Τινὲς δὲ, ὅτι ἀναισχύντως παρανομοῦντα [παρανομοῦσα] ἔρχῃ εἰς τὸν οἶκον τὸν ἐμὸν, οὐδὲ τὰς γυναῖκας μιμουμένη, αἳ αἰδοῦνται ὑποστρέψαι πρὸς τοὺς ἤδη τῶν ἀνδρῶν ἐξαποστείλαντας. Πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη πρὸς τὸν ἄνδρα τὸν ἕτερον ἐπανελθεῖν οὐ δύναται, τοῦ νόμου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συναφθέντα καταλιποῦσα πολλοῖς συνήφθης δαίμοσιν ἀνοσίοις, εἶτα πάλιν αἴσθησιν δεχομένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην, εἰ δὲ νομίζεις οὐχ ἁπλῶς με ταῦτα λέγειν, ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρης.
Ἆρον τοὺς ὀφθαλμούς σου εἰς εὐθεῖαν, καὶ ἴδε. Ὅρα, αὐτὴν μάρτυρα καλεῖται οἰκείων ἁμαρτημάτων, αὐτὴν ποιεῖται κατήγορον· πάλιν ἐβόα, φησὶ, πᾶσα ὁδὸς κατηγορεῖ· ἴδε ποῦ οὐκ ἐξεφύρης, ὁρᾷς πῶς ποιεῖται σαφεστέρας τὰς ἀποδείξεις, καὶ τότε ἐπάγει τὴν δίκην;
Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας. Ἐνταῦθα βούλεται δεῖξαι τὴν πολλὴν περὶ τὰ ἁμαρτήματα σπουδὴν, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ταῦτα εἰργάζετο. Καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνείαις σου. Καὶ μὴν ἀπὸ ἁμαρτημάτων οὐκ ἄν ποτε μιανθείη ἡ γῆ, ἀλλ᾽ ὥστε ἐπᾶραι τὸ πρᾶγμα, λέγει.
Καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρης, ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας. Ἀντὶ τοῦ ἐμιάνθης. Ἀλλ᾽ ἠσέβεις μὲν καὶ τότε, ὅμως δὲ καθυπεκρίνου τὴν εἰς ἐμὲ τιμὴν τῇ εἰς τὸν ναὸν ἀφίξει· νῦν δὲ εἰς ἀπέραντον ἐχώρησας βυθὸν κακῶν, πάντα τόπον ἐμπλήσασα τῆς παρανομίας σου. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐτῆς, ὡσεὶ κορώνη ἐρημουμένη, τουτέστιν ὡς μεμονωμένη κορώνη γέγονας παντὸς καλοῦ στερηθεῖσα· ὑπὸ πολλῶν τε ἐχθρῶν αἰχμάλωτος γενομένη, καὶ διαφόρῳ θανάτῳ ληϊζομένη, καὶ ἔτι ἀντείχου τῆς κακίας.
Καὶ ἔσχες ποιμένας πολλοὺς, ὄψις πόρνης ἐγένετό σοι. Οὐκ ἐμὲ ἔβλαψας, ἀλλὰ σὺ ἐβλάβης, σὺ τὰ δεινὰ πέπονθας, ποιμένων γὰρ τὸ ποιμαίνειν ἐστὶν, οὐ τὸ ἐμποδίζειν. Τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι οὐδὲ ἐπελάβετο τῶν οἰκείων ἁμαρτημάτων, οὔτε μετὰ ἐπιεικείας ἡμάρτανεν.
Οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα, καὶ ἀρχηγόν; Ἀπὸ τῶν σῶν, ἀπὸ τῆς σῆς περὶ ἐμὲ διαθέσεως, ταῦτα λέγω, ἅπερ ἐστὶ διαθέσεως ὀνόματα, πατὴρ, ἀνὴρ, οἶκος, ἀρχηγὸς παρθενίας. *Τουτέστιν, οὐ προσέσχες, ὅπως σε ᾠκειωσάμην ἐν τάξει σοι πατρὸς γενόμενος, καὶ ἀνδρὸς παρθένον ἀγομένου· οὐ ταύτας μοι τὰς τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις.
Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα, κ. τ. λ. Τουτέστιν, ἡ πορνεία σου, καὶ τὸ ἀτιμωρητὶ ταῦτα ποιεῖν. Τουτέστι μὴ ἐπιμένουσα τοῖς κακοῖς, ἀτιμώρητος ἔσῃ, καὶ περιγενήσῃ τῶν πολεμίων ἐν εὐσεβείᾳ τυγχάνουσα. Ἰδοὺ ἐλάλησας.
Ὁρᾷς αὐτὴν ἀπὸ μελέτης ποιοῦσαν, καὶ ἀπὸ σκέψεως. Καὶ εἶπε Κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως. Οὕτως εὐδόκιμος ἦν, οὕτως εὐσεβής· Οὐχ ἁπλῶς ὁ χρόνος προστίθεται, ἀλλὰ μεῖζον ἔγκλημα τοῖς Ἰουδαίοις· ὅτι οὐδὲ ἄρχοντα ἔχοντες ἐπιμελούμενον αὐτῶν βελτίους ἐγένοντο, ἐντυγχάνει τῷ προφήτῃ ὁ Θεὸς, ἐπεὶ καὶ ἡμεῖς δούλοις ἐντυγχάνομεν, ὅταν παρὰ τῶν ἐρωμένων καταφρονώμεθα.
Ἴδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ. Καὶ μὴν ἀπαθὲς τὸ Θεῖον ἀλλ᾽ ὅμως ὡς ὑβρισμένος καὶ ἠδικημένος διαλέγεται. Ἡ κατοικία τοῦ Ἰσραὴλ οὐχ εἷς, οὐ δεύτερος, ἀλλὰ πᾶν τὸ πλῆθος, καὶ μὴν οὗτος οὐκ εἶδεν, ἐκεῖνα γὰρ πρὸ αὐτοῦ ἦσαν, ἀλλὰ τοῦτό ἐστιν ἀντὶ τοῦ, Ἔμαθες. *Δίκαιος γέγονεν ὁ Ἰωσίας, καὶ πολλὴν σπουδὴν περὶ τὴν θεραπείαν τοῦ Θεοῦ ἐποιήσατο, ὥστε καὶ τὸν λαὸν αὐτῷ ὑπηρετεῖσθαι· ἀλλ᾽ ἐπειδή τινες ἦσαν, οὐ γνησίως μετιόντες τὴν εὐσέβειαν, ἐλέγχει αὐτοὺς ὁ προφήτης διὰ τούτων τῶν ῥημάτων, καὶ τῇ παραθέσει τῶν δέκα φυλῶν παρανόμους τούτους δείκνυσιν, ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι· ἐδούλευον γὰρ ἐν Βαβυλῶνι.
Καὶ εἶπα, μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· Πρός με ἀνάστρεψον. Καὶ οὐκ ἀνέστρεψε. Τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον, Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλόν. Εἶτα τὴν οἰκείαν ἀγαθότητα, καὶ φιλανθρωπίαν δείκνυσιν, Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα, ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. Καὶ εἶδε τὴν ἀσυνθεσίαν.
Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτην ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμησιν, ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. Καὶ ἐγένετο εἰς οὐθὲν ἡ πορνεία αὐτῆς.
Οὐδὲν, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε, πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον, καὶ ἐφονοκτόνουν τὴν γῆν θύοντες τὰ τέκνα αὐτῶν τοῖς δαίμοσι. Καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον. Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο.
Καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη, ἀλλ᾽ ἐπὶ ψεύδει. Ἐπειδὴ γὰρ τότε ἔδοξαν εἶναι βελτίους, διὰ τοῦτο φησὶν, ὅτι ἐπεστράφησαν μὲν ἐπὶ ψεύδει· ψεῦδος γὰρ ἦν τοῦτο. Καὶ εἶπε Κύριος πρός με· Ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα.
Οὐχ ὡς δικαιωθέντας τοὺς υἱοὺς Ἰσραὴλ ἐπαινεῖ, ἀλλ᾽ ὡς ἔλαττον ἁμαρτάνοντας, καὶ πρώτους· τούτους δὲ κακίζει ὅτι οὐ βελτίους ἐγένοντο ἐκ τούτου τοῦ σωφρονισμοῦ. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη, καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ ἕτερα [αἴτια] τῶν συμφορῶν διετέλεσε δρῶσα. Οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.