Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Η Κλήση πρός τόν Βορρά καί η Απειλή τής Βαβυλώνιας Επιδρομής

Προαναγγελία τών επερχόμενων δεινών από τή Βαβυλώνα, ο έλεγχος τών ψευδοπροφητών καί η αναγκαιότητα τής πνευματικής περιτομής καί μεταμέλειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 28

Πορεύου, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βοῤῥᾶν. Τί ποτε τοῦτό ἐστιν; Ἆρα πρὸς τὰ βόρεια μέρη τῆς πόλεως; καὶ τί τοῦτο βούλεται; τί δὲ τοῖς μὴ παροῦσι διαλέγεται Ἰσραηλίταις; ἢ τοῦτο ποιεῖ πρὸς τὰ βόρεια μέρη τῆς πόλεως, ὥσπερ τούτους παροξύνων, καὶ κνίζων· τὸ γὰρ πᾶν διὰ τούτους, ἐπεὶ καὶ ἡμεῖς καὶ τοὺς τελευτῶντας μακαρίζομεν τοὺς ζῶντας ποιοῦντες βελτίους, καὶ ὑμνοῦμεν κνίζοντες, καὶ ἀπόντας ἐπαινοῦμεν. Οὕτω καὶ ὁ Θεὸς, φησὶ, κελεύει πεμφθῆναι τοὺς λόγους, ὥστε καὶ τούτους βελτίους γενέσθαι κἀκείνους, ὥσπερ ὁ Παῦλός φησιν· Εἴ πως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ αὐτῶν. Οὕτω καὶ ὁ Θεὸς τούτους διεγείρει, ἐκείνους ἐπαινῶν. Ἐπειδὴ γὰρ χείρους ὑμῶν οὗτοί εἰσι λοιπὸν, ὑμῖν διαλέγομαι. Οὐ γὰρ δὴ ἱστορεῖται ὁ προφήτης οὗτος ἀπελθὼν εἰς Περσίδα, οὐδὲ πέμψαι κελεύει.

Πορεύου γὰρ, φησὶν, καὶ ἀνάγνωθι τοὺς λόγους. Ἀμέτρητος ἡ τοῦ Δεσπότου φιλανθρωπία, μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν, διδάσκει δὲ ταύτης τὸν τρόπον. Ἀποστράφηθι πρός με, ἡ κατοικία Ἰσραήλ.

Τοῦτο ζητεῖ μόνον ὁ Θεὸς, ἵνα κἂν ἐπιγνῶμεν ὑμῶν τὰ ἁμαρτήματα· τί μέγα ἀπαιτεῖ; ὑπὲρ ἡμῶν αὐτῶν, ἵνα γνῶμεν ὅτι ἀφίεται, ὅτι φιλάνθρωπός ἐστιν. Πλὴν γνῶθι μὲν ἀδικίαν σου, ὅτι εἰς Κύριον, κ. τ. λ. Ὅρα τὸ ἀκάθεκτον, ἐξέχεας, οὐδὲ ἁπλῶς· Ἡ γὰρ κώμη προέτρεπεν εἰς ἀσέβειαν. Οὐκ ἔνι εἰπεῖν οὐδὲ τοῦτο, ἔδει διακρῖναι, τίνι κεχρῆσθαι ἐχρῆν.

Πᾶν ξύλον εἰς ἀσέβειαν προὔκειτο. Εἰς δὲ ἀλλοτρίους, τοὺς δαίμονας, φησί. Καὶ οὐκ ἔνι εἰπεῖν, ὅτι οὐ παρῄνουν, οὐδὲ συνεβούλευον, ἀλλ᾽ ἐμοῦ παραινοῦντος ταῦτα ἐποίησας, τῆς δὲ φωνῆς μου οὐκ ἤκουσας, ἀλλὰ τοῖς ἀφωνοτάτοις προσέσχες.

Ἀρχὴ γὰρ ὑγείας, αἴσθησις ἀῤῥωστίας, καὶ ἐξέχεας τὰς ὁδούς σου. Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιητὴν, καὶ εὐεργέτην καταλιποῦσα ἀλλοτρίοις συνήφθης. Τίνες δὲ οὗτοι; ὑποκάτω παντὸς ξύλου ἀλσώδους, ἔδειξε τῆς πλάνης τὸ ἀκερδὲς, ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά. Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, νομοθετῶν γὰρ εἶπεν· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.

Ἐπιστράφητε υἱοὶ ἀφεστηκότες, λέγει Κύριος, διότι ἐγὼ κατακυριεύσω ὑμῶν. Ὅρα μετὰ τὴν κατηγορίαν πάλιν παραίνεσιν, καὶ συμβουλὴν, εἰ τοίνυν ἀφεστηκότες εἰσὶ, τί καλεῖς; Διότι ἐγὼ κατακυριεύσω ὑμῶν, ὥσπερ ἀνάγκην τῆς ἐπιστροφῆς, φησίν. Ὥσπερ ἂν εἴ τις πρὸς οἰκέτην λέγει, Ἐμοὶ δουλεῦσαι ἔχεις, τίνος ἕνεκεν ἀπεπήδησας, τὴν κατοίκησιν κυρίαν λέγει.

Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς. Ἔλαττον τὸ σωζόμενον, τοῦτο καὶ ἐν τῇ μελλούσῃ γίνεται κρίσει, ἐλάχιστοι οἱ σωζόμενοι. Ἐγὼ κατακυριεύσω ὑμῶν. *Τουτέστι, Κύριος ὢν πάντων, καὶ τοὺς ἤδη ὑπὸ τῶν πολεμίων ληφθέντας δυνήσομαι ἀναγαγεῖν οὐδένα ὑπολιπόμενος.

Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου. Αὕτη ὄντως εὐεργεσία τὸ, ποιμένων τυγχάνειν ἀγαθῶν, ὥσπερ οὖν καὶ τοὐναντίον τιμωρία μεγίστη, πολλῆς γὰρ δεῖται ἐπιστήμης ὁ ποιμήν· εἰ γὰρ ὁ σωματικὸς ποιμὴν πάντα ἂν ἐπέσχε, πολλῷ μᾶλλον ὁ πνευματικὸς, ὄντως ἀνδρείας χρείας πολλῷ μᾶλλον, ἢ ἐκείνῳ, ἵνα θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων.

Καὶ ἔσται, ἐὰν πληθυνθῆτε. Ἐπειδὴ γὰρ αὐτοὺς ἐλύπει τὸ, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, ἐπήγαγεν, Ὅτι πληθύνεσθε. Μείζονα ἔχει τὴν ἡδονὴν, μετὰ τὸ ἐπανελθόντες [ἐπανελθεῖν] πολλοὺς οἴκοι γενέσθαι, ἢ ἐξ ἀρχῆς μετὰ πλήθους ἐπανελθεῖν.

Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἐροῦσιν ἔτι. Ἀσαφὲς εἶναί μοι τοῦτο δοκεῖ. Τινὲς μέν φασιν, ὅτι οὐκ ἔσται φοβερὰ, τινὲς δὲ λέγουσιν ὅτι οὐ δεηθήσονται τοῦ νόμου, ὥσπερ ὅταν λέγῃ, Καρδίαν καινὴν, καὶ ἐπαρῶ τὴν καρδίαν τὴν λιθίνην, τουτέστι, τὸ πνεῦμα ὑμῖν ἔσται, ἀντὶ πάντων αὐτὸ διδάξει, καὶ καθοδηγήσει ἡμᾶς, οὐδὲ ὀνομασθήσεται. *Οὐκ ἀναβήσεται, τουτέστιν ἡ κιβωτός. Οὐδὲ ὀνομασθήσεται ἐν αὐτῇ, τουτέστιν ὁ νόμος. Οὐδὲ ἐπισκεφθήσεται ἔτι, τουτέστιν οὐδὲ βασταχθήσεται.

Καὶ οὐ ποιηθήσεται ἔτι, τουτέστιν, ὡς ἤδη πρότερον, ὅτε μετῆγον αὐτὴν πανταχοῦ οἱ ἱερεῖς βαστάζοντες. Ἵνα εἴπῃ· Ἐπιδοξωτέραν ὑμῖν μετανοοῦσιν τὴν ἀπὸ Βαβυλῶνος ἄνοδον παρέξω τῆς ἀπ᾽ Αἰγύπτου ἐξόδου. Καὶ συναχθήσονται πάντα τὰ ἔθνη εἰς αὐτὴν, καὶ οὐ πορεύσονται ἔτι.

Οὐ νόμῳ πολέμου, ἀλλ᾽ εὐσεβείας καλούσης αὐτοὺς, ἢ τοὺς πολίτας θρηνῆσαι ὡς ἀσεβοῦντας, καὶ ἀλλογενεῖς εὐσεβεῖς διαμεῖναι, Ἢ τοῦτο φησὶν, ἔτι τὸ ὄνομα αὐτοῦ ἰσχυρὸν συναγαγεῖν αὐτοὺς, ἢ ὅτι ἐπ᾽ εὐσεβείᾳ, καὶ οὐχ ἁπλῶς.

Καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτῶν. Βίος ἐνάρετος ἔσται, ζωῆς δὲ οὔσης ἀρίστης, καὶ θαῤῥεῖν χρὴ περὶ τῶν μελλόντων, καὶ οὐκέτι φοβεῖσθαι. Ἡ γὰρ αἰτία ἀναιρεῖται τοῦ νοσήματος. Εἴ τις τῷ ὀνόματι τοῦ Θεοῦ συνάγεται, οὐ πορεύεται ὀπίσω τῶν ἐνθυμημάτων τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς. *Τουτέστιν, ἐπὶ τῆς ψυχῆς ἕξουσι τὸ γνήσιον τῆς εὐσεβείας, ὥστε καὶ αὐτὴν μόνην τὴν πόλιν ὁρῶντας, φαντάζεσθαι τὸν Θεόν. Δυνατὸν δὲ καὶ ἐπὶ τῶν καιρῶν τοῦ Χριστοῦ αὐτὸ ἐκλαβεῖν, ὡς οὐ δεομένων ἡμῶν τῆς νομικῆς λατρείας.

Ἐν ταῖς ἡμέραις ἐκείναις συνελεύσονται ὁ οἶκος τοῦ Ἰούδα ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἥξουσιν ἐπὶ τὸ αὐτό. Τὸ κεφάλαιον τῶν ἀγαθῶν ἡ ὁμόνοια, ἡ ἀγάπη, ἐπειδὴ καὶ τὸ κεφάλαιον τῶν κακῶν ἐντεῦθεν ἐγένετο.

Καὶ ὅρα πῶς οὐκ ἄλλως αὐτὸ τέθεικεν. Οὐ γὰρ εἶπεν Ὁ οἶκος Ἰούδα ἐπὶ τὸν οἶκον Ἰσραὴλ, ἀλλ᾽ ὃ πολλῷ θαυμαστότερον ἦν, ὁ πρῶτος ἀφηνιάσας, ὁ πρῶτος ἄρξας τῆς ἔχθρας, ὁ ἀπειθὴς, ὁ σκληρὸς, αὐτὸς ἄρξει καὶ ὁμονοίας· καὶ οὐ μετὰ τὸν ἐπάνοδον, ἀλλ᾽ ὁμοῦ ἐπανήξουσι πρὸ τῆς ἐπανόδου. Ὁρᾷς, ἀγαπητὲ, ὅσα ἀγαθὰ πεποίηκεν ἡ αἰχμαλωσία· Ἔχθραν ἀθάνατον ἔλυσε, δήμους ἀποσχισθέντας συνήγαγεν, συγγενεῖς, καὶ πολίτας ἐκπεπολεμωμένους κατήλλαξεν, ἡ φύσις καθ᾽ ἑαυτῆς ἐφάνη μανεῖσα, γένος διεσπάσθη, τὰ τῆς πολιτείας διῃρέθη δίκαια, ταῦτα πάντα εἰργάσατο ἡ ἀδικία, ταῦτα πάντα διέλυσε, καὶ ἠφάνισεν ἡ αἰχμαλωσία.

Ἀπὸ γῆς βοῤῥᾶ. Ὅρα τὸ ἀξιόπιστον. Ἀπὸ βοῤῥᾷ, πολλῷ μᾶλλον ὅτι ἀπὸ [ἢ ἀπὸ] τῶν ἄλλων χωρῶν· εἶτα καὶ ἀναμιμνήσκει αὐτοὺς παλαιῶν διηγημάτων. Ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν· ἐκεῖνο γὰρ ἀπιστότερον ἦν. Ὅταν μέλλῃ θαῦμα διηγεῖσθαι, ἀναμιμνήσκει τοῦ παλαιοῦ διηγήματος, ἢ θαύματος.

Ἀπιστεῖς οὖν πῶς οἱ πατέρες σου συνῆλθον; πῶς κατεκληρονόμησα αὐτούς; Τὸ γὰρ θαυμαστὸν τοῦτο, τὸ πανταχοῦ τῆς γῆς σπαρέντας εἰς ἕνα τόπον συνελθεῖν. Καὶ ἐγὼ εἶπα· Γένοιτο, Κύριε· ὅτι τάξω σε εἰς τέκνα.

Ὅρα τοῦ προφήτου τὸ κηδεμονικὸν, καίτοιγε οὐκ ἔμελλεν ἐκείνοις ὑποκεῖσθαι τοῖς καιροῖς, οὐδὲ αὐτόπτης ἔσεσθαι τῶν ἀγαθῶν, ἀλλ᾽ ὡς αὐτὰ μέλλων ἀπολαύειν, οὕτω συνεύχεται. Τοῦτο διὰ μέσου, ὡς ἀπὸ τοῦ προφήτου, καὶ εὐθὺς ὡς ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Τάξω σε εἰς τέκνα, συνῆπται γὰρ τῇ προηγουμένων ῥητῶν ἀκολουθίᾳ.

Τὸ πρῶτον ἀξίωμα ἡ πατρικὴ κληρονομία, καίτοιγε ἑαυτοὺς ἐξέβαλλον ταύτης τῆς συγγενείας. Πατέρα ἐκάλεσαν τὸν λίθον, ἀλλ᾽ ὅμως Τάξω σε εἰς τέκνα. Ὅρα καὶ ἐπὶ τῆς Παλαιᾶς καθάπερ καὶ ἐπὶ τῆς Καινῆς, καὶ ἐκ τοῦ Θεοῦ, καὶ ἐξ ἡμῶν τὴν συγγένειαν ταύτην ἐνισταμένην, Τάξω σε εἰς τέκνα, τοῦτο τοῦ Θεοῦ· καὶ Παῦλός φησιν· Ὧν ἡ υἱοθεσία.

Οὐδὲν γὰρ ἴσον ταύτης τῆς τιμῆς. Καὶ πάλιν· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, ὥστε διαφυλάσσειν τὴν τάξιν. Ὅταν γὰρ τάξῃ μὲν αὐτὸς, ἡμεῖς δὲ καταλείπωμεν, ἐξοστρακιζόμεθα, οὐ γὰρ ἀπολλομένου [ἀπολελυμένως] εἶπε, Ποιήσω σε τέκνον, ἀλλὰ, στήσω σε, εἰς ἐκείνην τὴν τάξιν καθάπερ ἐπὶ ἀξιώματος· τὸ δὲ διατηρῆσαι, ἡμέτερον.

Ὁρᾷς ὅσα διῆλθεν ἀγαθά; Ποίαν αὐτοὺς ἀπαιτεῖ τὴν ἀμοιβήν; οὐδεὶς πόνος, οὐδεὶς ἱδρὼς, μέχρι προσηγορίας ἡ ἄσκησις ποῖον ἔχει κάματον; Τοῦτο γὰρ παιδὸς, τὸν Πατέρα διώκειν ἀεὶ, καὶ τύπτοντα· Οὐχ ὁρᾶτε τὰ παιδία τὰ μικρὰ κλαυθμυριζόμενα, ἐπιτιμώμενα, καὶ τοῦ κρασπέδου τῆς μητρὸς ἐχόμενα, καὶ ἐπακολουθοῦντα; Ἓν μόνον ζητοῦσι παρ᾽ ἡμῶν, τὸ φιλεῖσθαι. *Συνῆπται τοῦτο τῷ, Καὶ ἥξουσιν ἐπὶ τὸ αὐτὸ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν ἐπὶ τὴν γῆν, ἣν κατεκληρονόμησα τοὺς πατέρας αὐτῶν· Τὸ γὰρ μεταξὺ κείμενον, Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε, τοῦ προφήτου ἐστὶν ἡδομένου ἐπὶ ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Λέγει δὲ, ὅτι Ἄξω ὑμᾶς εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐν τάξει τέκνων ἐσχηκὼς, ὥσπερ καὶ πάλαι, ἡνίκα ἀπ᾽ Αἰγύπτου ὑμᾶς ἐξήγαγον.

Καὶ εἶπα· Πατέρα ἐπικαλέσασθέ με· τουτέστι, μόνον ὑμεῖς γνησίως περὶ ἐμὲ διατέθησθε. Πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος. *Ἐπίγνωτε τὰ οἰκεῖα κακὰ, καὶ παρέξω τὴν ἀμνηστίαν τῶν ἤδη πλημμεληθέντων.

Φωνὴ ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ. Ἐντεῦθεν παιδευόμεθα, μὴ μόνον ὀδύρεσθαι, καὶ θρηνεῖν ἐν ταῖς συμφοραῖς, ἀλλὰ πρὸ τούτου τὸν Θεὸν παρακαλεῖν· κλαυθμοῦ γὰρ καὶ δεήσεώς φησιν· οὔτε γὰρ ὁ κλαυθμὸς καθ᾽ ἑαυτὸν δύναιτο ἂν ἐργάσασθαί τι, οὔτε εὐχὴ μὴ πυρωθεῖσα τοῖς θρήνοις, τοῦτο τῶν συμφορῶν τὸ κέρδος.

Φωνὴ ἐκ χειλέων. Τὰ ἐπὶ τοῦ Ἰωσίου γενόμενα λέγει. Υἱοὶ, ἐπιστράφητε ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν· Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι. Οὐ γὰρ ἀρκεῖ τὸ κλαῦσαι, οὐδὲ τὸ δεηθῆναι, ἀπὸ γὰρ τῆς φύσεως τοῦτο συνέβαινε τῶν δεινῶν, ἀλλ᾽ ἐγγὺς [ἐγγύας] αὐτοὺς καὶ εὐθύνας ὑπὲρ τῶν μελλόντων ἀπαιτεῖ, ἵνα μὴ μετὰ τὴν τῶν δεινῶν ἀπαλλαγὴν ἐπὶ τὰ πρότερα πάλιν ἐπανέλθωσιν.

Μάθωμεν ἐξομολογεῖσθαι μετὰ ἀκριβείας, οὐ γὰρ ἁπλῶς ταῦτα ἀναγέγραπται, ἀλλ᾽ ὥστε ἕπεσθαι καὶ ἡμᾶς. Τουτέστι γνησίως μεταβάλλεσθε, μὴ διὰ τὸν φόβον τοῦ βασιλέως ὑποκρίνεσθε τὴν εὐσέβειαν. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ δύναμις τῶν ὀρέων· πλὴν διὰ Κυρίου τοῦ Θεοῦ ἡμῶν.

Προσεκύνησαν τῇ ἁμαρτίᾳ, ἐθυσίασαν ταῖς πονηρίαις τῆς ἐπιθυμίας· τάχα καὶ πρὸς ἡμᾶς ὁ λόγος εἴρηται, Ἐπιστράφητε, υἱοὶ, ἐπιστρέφοντες. —Καὶ μετ᾽ ὀλίγα. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοί. Ὅταν τὸ φῶς ἴδωμεν, τότε τὸ σκότος ἐπιγινώσκομεν.

Ἔγνωσαν τὸν Θεὸν, τότε καὶ τοὺς δαίμονας ἐγνώρισαν· οὕτω καὶ ἡμεῖς τότε τὴν ἁμαρτίαν εἰσόμεθα ὄντως, οὐ ῥήμασι λέγοντες, ἀλλὰ διὰ τῶν πραγμάτων πεισθέντες. Καὶ ἀφῆκεν αὐτοὺς ὁ Θεὸς, διὰ τῶν ἔργων μαθεῖν, δεῖ καὶ τῶν προτέρων καταγινώσκειν.

Ἰδοὺ πάλιν τὸ, διὰ, ἐπὶ τοῦ Θεοῦ εἴρηται· ἔδει μὲν ὑμᾶς καὶ ἀπὸ τῶν ἄλλων μαθεῖν, ἀπὸ τοῦ οὐρανοῦ, καὶ γῆς, καὶ θαλάττης· νῦν δὲ ἐκ τῶν εἰς αὐτοὺς γενομένων. Οἱ δὲ παλαιοὶ, οὐχὶ λίθινα μόνον ἐποίουν, ἀλλὰ καὶ ὄρη, καὶ βουνοὺς ἐδίωκον. Τὸ δὲ αἴτιον, ἐν τοῖς ὑψηλοῖς ἐνόμιζον κατοικεῖν τοὺς δαίμονας· οὐδὲν γὰρ μέρος ἐστὶ τῆς κτίσεως, ὃ μὴ προσκυνηθῆναι παρεσκεύασεν ὁ διάβολος. Καὶ μετ᾽ ὀλίγα. —Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ. Τί γὰρ ἄλλο ζητεῖ ὁ Θεὸς, ἢ ἵνα μάθῃς, ὅτι αὐτός σε εὐεργετεῖ; Τοῦτο, ἢ οὐδὲν πλέον ἀπαιτεῖ παρὰ σοῦ, καὶ τούτου αὐτοῦ ἐρᾷ.

Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν. Εἰ καὶ μηδὲν ἔπαθον δεινὸν, αἰσχύνη μετὰ τὰ πράγματα ἦν, ἐπόνουν εἰκῆ, καὶ ἐταλαιπωροῦντο, καὶ οὐδὲν ἕτερον ἦν, ἢ θύειν ἁπλῶς, Ἡ μὲν θυσία τοῖς δαίμοσιν, ἡ δὲ σωτηρία παρὰ τοῦ Θεοῦ.

Πρόβατα. Οὐδὲ τῶν ἐγγόνων ἐφείσαντο, καὶ τὴν φύσιν αὐτῶν ἠγνόησαν, εἰς μανίαν τὴν ἐσχάτην ἐξοκείλαντες. Ὁ γὰρ μαινόμενος οὐκ οἶδεν τί πράττει· ὁ δὲ αἰσχρὰ πράγματα ποιῶν, καὶ αἰσχύνης ἄξια, ἐν αἰσθήσει τέ ἐστι, καὶ πολλοὺς ἔχει τοὺς ἐπιτιμῶντας· οὐκ ἔστιν εἰπεῖν ὅτι λάθρα ἐποίουν, ἀλλὰ πάντων ὁρώντων, πολλῶν τῶν μελλόντων ὄντων καταισχύνειν αὐτούς.

Διότι ἔναντι τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς. Τὸν ἐξομολογούμενον οὕτως ἐξομολογεῖσθαι δεῖ, ὥστε αὔξειν τὸ ἁμάρτημα πάντοθεν, ἀποστερεῖν αὐτὸν συγγνώμης, ἵνα τύχῃ συγγνώμης. Ἕως τῆς ἡμέρας ταύτης. Οὐχ ἁπλῶς εἶπεν, οὐ δεύτερον, οὐ τρίτον, ἀλλὰ μυριοστὸν, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι πανταχοῦ τοιοῦτοι.

Καὶ οὐχ ὑπηκούσαμεν τῆς φωνῆς Κυρίου. Ἀλλὰ περὶ μὲν τοὺς δαίμονας οὕτω θερμοὶ, καὶ μανικοὶ, ὡς μηδὲ σπλάγχνων φείσασθαι οἰκείων, ὡς καὶ τὰ ἔκγονα καταθῦσαι, περὶ δὲ τὸν Δεσπότην οὕτω ῥᾴθυμοι, καὶ αὐθάδεις, καὶ ἀφηνιῶντες, ὡς μηδὲ τῆς φωνῆς ἀκοῦσαι, ἀλλὰ παρακοῦσαι.

ΚΕΦΑΛ. Δʹ. Καὶ ὀμόσῃ· Ζῇ Κύριος, μετὰ ἀληθείας. Μηδεὶς ἐντεῦθεν λαμβανέτω πρόφασιν ὅρκου, ἀλλ᾽ ἀκουέτω τοῦ Εὐαγγελίου, ὅτι Ἠκούσατε, ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐκ ἐπιορκήσεις· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Πρὸ τούτου ταῦτα ἐλέγετο τοῖς ἀνοήτοις, τοῖς ἐξ εἰδώλων προαγομένοις, οὐχὶ τοῖς φιλοσοφοῦσιν, οὐχὶ τοῖς ἁπτομένοις τῶν οὐρανῶν, οὐχὶ τοῖς εἰς ἄνδρα τελοῦσιν.

Τάδε λέγει Κύριος τοῖς ἀνδράσιν Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ. Ἀσφάλεια γὰρ πόλεως, οὐκ οἰκοδομῆς ἁρμονία, οὐδὲ λίθων μέγεθος, ἀλλ᾽ ἡ τῶν ἐνοικούντων ἀρετή. Ὥσπερ οὖν καὶ προδοσία πόλεως οὐκ οἰκοδομημάτων σαθρότης, ἀλλ᾽ ἡ τῶν πολιτῶν φαυλότης.

Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ᾽ ἀκάνθαις. Ἐκ τῆς πείρας τῶν γεωργικῶν ὁ προφήτης παραγγέλλει γίνεσθαι ἐπὶ τῶν ψυχῶν, ἃς ὑπὸ πολλῆς ἀργίας ἐν τῷ παρελθόντι χρόνῳ, πολλὴν ἐξενεγκούσας κακίαν, καὶ ἔργα ἄκαρπα, τῷ ἀρότρῳ τοῦ λόγου μετασχεῖν παρακελεύεται. Οὐ γάρ ἐστι θεῖον ἁπλῶς δέξασθαι σπόρον, μὴ πρότερον τὰς ἀκάνθας ἐκβαλόντα· διό φησιν, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν.

Γεωργήσατε, φησὶ, τὰς ἡμετέρας ψυχὰς, πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην, ταῦτα γὰρ ἀκάνθας καλεῖ· τουτέστιν, ἐξάρατε τὰ εἴδωλα, καὶ οὕτω τῷ Θεῷ προσέρχεσθε, εἰς τὸν ναὸν ἀφικνούμενοι. Ἔλαβε δὲ καὶ αὐτὸ ἐκ μεταφορᾶς τῶν γεωργῶν.

Τὸ οὖν· Μὴ σπείρητε ἐπ᾽ ἀκάνθαις, τουτέστιν, Μὴ εἰδωλολατροῦντες εἰσέρχεσθαι εἰς τὸν ναόν. Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν σκληροκαρδίαν ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.

Ἆρα περὶ ταύτης λέγει τῆς περιτομῆς; Οὐδαμῶς, ἀλλὰ περὶ τῆς κατὰ ψυχήν. Ἄρα ἐκείνη οὐ τῷ Θεῷ ἐστιν ἡ περιτομή· οὐ γὰρ ἂν εἶπεν, Τῷ Θεῷ περιτμήθητε. Καὶ μὴν εἶπεν ἄν τις ὅτι περιτεμνόμεθα· πῶς γὰρ ἂν αὐτοῦ οὐκ ἂν εἴη; Οὐ βούλομαι τὴν παρ᾽ ἑτέρου γινομένην περιτομὴν, ἀλλὰ τὴν παρ᾽ ἡμῶν αὐτῶν, ἧς ἕκαστός ἐστι Κύριος. Ἐκείνη παρ᾽ ἑτέρου γίνεται, καὶ ἐν σώματι γίγνεται· αὕτη οὐχί. Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν ἡ παλαιά; Οὐ γὰρ ἂν εἶπεν τῷ Θεῷ ὑμῶν, εἰ μὴ ἐδήλου, ὅτι ἐκείνη, οὐ τῷ Θεῷ, τί γὰρ ὄφελος εἰς ἀρετὴν ἐκείνη; Τί ἐνταῦθά φησιν ὁ Ἰουδαῖος; Ὁρᾷς ὅτι ὁ νόμος ἄλλο τι αἰνίττεται; καὶ οὐκ ἔστι καθ᾽ ἑαυτὸν ἱκανὸς σῶσαι, εἴγε τοιαύτη ἡ περιτομή; Ἄρα τῆς Καινῆς ἠρέμα παρανοιγομένης τὰς θύρας· ὁρᾷς τὴν παλαιὰν αὐτὴν ὑφ᾽ ἑαυτῆς κατεργουμένην. Οὐκ εἶπε Παῦλος περὶ τούτου, Ἰουδαῖε, οὐκ ἐνομοθέτησε Πέτρος· Ἱερεμίας εἶπεν, ὃν περιέπεις ἔτι καὶ νῦν. Οὐκ ἐκ τῶν ἡμετέρων ταῦτα προφέρω σοι βιβλίων· ἐκ τῶν ἡμετέρων μᾶλλον, ἢ σῶν· καὶ γὰρ καὶ τὰ τῆς Καινῆς οὐχ ἧττον ἡμέτερα μᾶλλον ἢ σὰ, καὶ τὰ τῆς Παλαιᾶς οὐχ ἧττον ἀλλότριά σου· ὥσπερ ἐκείνοις ἀπιστεῖς οὕτω, καὶ τούτοις· Ὥστε ὁ μὲν Ἰουδαῖος ἀμφοτέρων ἐκπέπτωκεν, ἡμεῖς δὲ ἀμφοτέρων ἐχόμεθα· ἐν γὰρ ἀμφοτέραις τὸ πνεῦμα.

Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή. Καὶ περιτεμεῖσθαι τὴν σκληροκαρδίαν ἡμῶν. Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης ἐστὶν, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοις γέγραφεν· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ᾽ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾽ ἐκ Θεοῦ.

Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· Περιτμήθητε τῷ Θεῷ ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Μὴ ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σβεννύων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ἡμῶν.

Ἀνθρωπίνως διαλέγεται, βουλόμενος αὐτοὺς παιδεῦσαι· διὸ πολλάκις ἐπικρεμνᾷ τὸν φόβον αὐτοῖς, καὶ οὐκ ἔσται ὁ σβέσων τὸ δεινὸν τοῦτο. Ἐπειδὴ γὰρ πολλάκις εἰς τὴν φιλανθρωπίαν αὐτοῦ τὰς ἐλπίδας εἶχον, ἀναιρεῖ ταύτην τὴν παραμυθίαν. *Τοῖς δὲ μὴ πειθομένοις ἐπάγει τὴν ἀπειλὴν, Μή ποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου. Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελόμενοι, ὑμῶν δὲ μεταμέλειαν μὴ κεκτημένων οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας.

Ἀναγγείλατε ἐν τῷ Ἰούδᾳ. Τί τοῦτο; ἄνω εἶπε, Μή ποτε ἐκκαυθήσεται ὡς πῦρ ὁ θυμός μου· ἤδη αὐτὸν ἐξέκαυσεν, ἐφίστησιν αὐτοῖς τὰ δεινὰ, καὶ ἐπὶ θύραις αὐταῖς ἀγαγὼν, οὐκ ἐπαφίησιν αὐτοῖς τὰ δεινά. Οὐ γὰρ εἰς ἁρπαγὰς εἰσάγει τὰς πόλεις, ἀλλ᾽ ἐφίστησι τοὺς πολεμίους ταῖς πύλαις, καθάπερ διδάσκαλος ἄριστος, κατάγει μὲν τὸν ἱμάντα, οὐ πλήττει δέ. *Δεδιττόμενος δὲ αὐτοὺς παρακελεύεται εἰπεῖν τῇ Ἱερουσαλὴμ, καὶ πάσῃ τῇ Ἰουδαίων φυλῇ, ὥστε σαλπίσαι, καὶ σημῆναι πᾶσι τῶν πολεμίων τὴν προσβολὴν, ἵνα εἰς τὰς τετειχισμένας καταφύγωσι πόλεις, διαφέρονται δὲ εἰς Σιὼν ὡς ὀχυρωτέραν.

Ἀναλαβόντες φεύγετε εἰς Σιών. Ἐναντιολογία τίς ἐστιν· ταῦτα μὲν γὰρ κηδομένου, καὶ προνοοῦντος, καὶ ὅπως μηδὲν γένηται ἄτοπον, πράττοντος. Ἐκεῖνο δὲ βουλομένου παραδοῦναι, καὶ ποιῆσαι ἐκδότους, καὶ ἐσχάτοις περιβαλεῖν κακοῖς.

Εἰ σὺ ἐπάγεις τὰ κακὰ ἀπὸ βοῤῥᾶ, τίνος ἕνεκεν καὶ ἐπισπεύδεις; ταῦτα μὲν γὰρ αὐτοῦ στρατηγοῦντος τὰ ῥήματα, ἐκεῖνα δὲ πολεμίων προϊσταμένου. Ὁρᾷς ὅτι διορθοῦντός ἐστι καὶ κηδομένου· καὶ εἰς πίστιν βιαζομένου τὰ ἐσόμενα ἀγαγεῖν; ἐπειδὴ γὰρ τὰ ῥήματα, οὐδὲν αὐτοὺς ὠφελεῖ, σχεδὸν εἰς τὰ πράγματα αὐτῶν ἀνατυποῖ [Fort. σχεδὸν τὰ πράγματα αὐτοῖς ἀνατυποῖ]. *Τοῦ Βαβυλωνίου τὴν ἔφοδον ἀπειλεῖ καὶ τὴν πρώτην αἰχμαλωσίαν μηνύει, τῶν γὰρ ἔξω τέως τὴν ἀπώλειαν λέγει. Φησὶ γάρ· Φεύγετε εἰς Σιὼν, σπεύσατε, μὴ στῆτε. Ὡς περισωζομένης τῆς πόλεως.

Ἀνέβη λέων ἐκ τῆς μάνδρας αὐτοῦ. Ἀνέμνησε καὶ τῶν τοῖς ἀδελφοῖς συμβεβηκότων δεινῶν. Τί λέγω μίαν πόλιν, καὶ φυλὴν ἐλαχίστην; ὁλοκλήρους δήμους, καὶ πόλεις αὐτάνδρους ἀνεῖλεν. *Λέγει ταῦτα παραβολικώτερον. Καὶ καλεῖ λέοντα τὸν Ναβουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα, ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι· τούτου δὴ χάριν, περιζώσασθαι, καὶ τὰ λοιπά.

Ἐπὶ τούτοις περιζώσασθε σάκκους, καὶ κόπτεσθε. Διότι οὐκ ἀπεστράφη. Τουτέστιν, οὐκ ἀπὸ τῶν Ἰωσίου γενομένων ἐπαύσατο τῆς ὀργῆς ὁ Θεὸς, ἀλλ᾽ ἐπειδὴ, καὶ μετὰ τὸν ἐκείνου θάνατον αὖθις εἰς ἀσέβειαν ἐξετράπητε, δεικνύντες ὡς καὶ τὰ ἤδη γενόμενα, ὡς οὐ μετὰ γνησίας τῆς γνώμης γεγένηται παρ᾽ ὑμῶν, τὴν καθ᾽ ὑμῶν ἐξήνεγκε ψῆφον ὁ Θεός.

Καὶ ἀλαλάξατε. Οὐ διὰ τὰ δεινὰ, ἀλλ᾽ ὅτι οὐκ ἀπεστράφη ὁ θυμός· ὄντως γὰρ ὄντως, οὐ διὰ τὴν γέενναν δεῖ μόνην χαλεπαίνειν, ἀλλ᾽ ὅτι ὀργίζεται Θεός. Οὐχ ὅτι ὠργίσθη, ἀλλ᾽ ὅτι ἀπεστράφη. Ἀπολεῖ ἡ καρδία τοῦ βασιλέως.

Τοιαύτη γὰρ τῶν δεινῶν ἡ φύσις, ἀποστερεῖ τῶν κατὰ φύσιν φρενῶν. Ὅταν γὰρ ἄμετρος ὁ φόβος ᾖ, οὐδὲν ἀφίησι κατὰ χώραν μένειν. Καὶ οἱ προφῆται θαυμάσονται. Τουτέστιν οἱ ψευδοπροφῆται. Διατί; οὐχ ὡς παρ᾽ ἐλπίδας τῶν πραγμάτων ἐξελθόντων, ἀλλ᾽ ὡς παρ᾽ ἐλπίδας δεικνυμένων, καὶ γιγνομένων.

Καὶ εἶπα· ὦ Δέσποτα Κύριε. Ἆρά γε ἀπατῶν. Πολλὰ συναποκρίνονται τῷ Θεῷ οἱ προφῆται, καθάπερ ἔν τινι σκηνῇ, τὴν διόρθωσιν ἐργαζόμενοι τοῦ λαοῦ. Τοῦτο καὶ πατέρες, καὶ φίλοι πατέρων μετ᾽ ἀλλήλων ποιοῦσιν, τοὺς παῖδας διορθοῦντες. Ποῦ δὲ εἶπε τούτοις, Εἰρήνη ἔσται ὑμῖν; Ἀνωτέρω τὰ χρηστὰ διηγούμενος ἔλεγε· Καὶ ἥξουσιν ὁ οἶκος Ἰσραὴλ, καὶ Ἰούδα ἐπὶ τὸ αὐτὸ, ἐὰν περιέλῃ τὰ βδελύγματα. Τίνος οὖν ἕνεκεν ταῦτά φησιν ὁ προφήτης; οὐ γὰρ δὴ ἀγνοεῖ. Μὴ γένοιτο, ὁ πάντα εἰδὼς ἀκριβῶς, ἀλλ᾽ ὅπερ ἔφην ἀρχόμενος, τοῦτο, ὅτι συναποκρίνεται τῷ Θεῷ, ὅπερ εἰκὸς ἦν ἐκείνους εἰπεῖν, ἵνα δῷ πάλιν ἀρχὴν ἀποκρίσεως τῷ Θεῷ.

Πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ. Τοὺς πολεμίους φησὶ πνεῦμα πλανήσεως, καλῶς. Καθάπερ τὸ πνεῦμα περιφέρει πανταχοῦ τὸν χοῦν ἀναῤῥιπίζον, οὐκ εἰς τεταγμένους ἀποτιθέμενον τόπους, οὕτω καὶ τούτοις ἐγένετο, ὥσπερ ἄνεμος σφοδρὸς ἐμπεσὼν ὁ πόλεμος ἐκεῖνος ὁ βαρβαρικὸς πανταχοῦ τῆς γῆς διέσπειρε, καίτοι καὶ τὸ διασπαρῆναι χαλεπὸν, τὸ δὲ καὶ ἀτάκτως τοῦτο παθεῖν [ἄλλ. ποιεῖν] ἀμύθητον.

Αὕτη ἡ ἀπόκρισις πρὸς τὸ λέγειν· Ἀπατῶν ἠπάτησας τὸν λαόν· οὐκ ἐγὼ ἠπάτησα, ἀλλ᾽ αὐτοὶ γεγόνασιν ἑαυτοῖς αἴτιοι. Ἐπειδὴ εἶπεν ὁ προφήτης, ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦτον, καὶ τὴν Ἱερουσαλὴμ λέγων, Εἰρήνη ἔσται ὑμῖν, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα τῶν ψυχῶν αὐτῶν; Λέγει ὁ Θεὸς, ὅτι τῶν κακῶν ἐπελθόντων εἴσονται τῶν παρὰ σοῦ λεγομένων τὴν ἀλήθειαν, καὶ ὅτι κατὰ δαιμόνων ἐνέργειαν ἐπλάνησαν αὐτοὺς οἱ μάντεις. Παραπλήσιον δέ ἐστι τῷ παρὰ τοῦ Μιχαίου λεχθέντι ἐπὶ τοῦ Ἀχὰβ, ὅτι ἐξῆλθε πνεῦμα ψευδὲς, καὶ γέγονεν ἐν πᾶσι τοῖς ψευδοπροφήταις πρὸς ἀπάτην τοῦ βασιλέως· τὸ δὲ πλανήσεως ἐν τῇ ἐρήμῳ, ἐπειδὴ ἐν τοῖς ὄρεσι τοῖς εἰδώλοις ἐλάτρευον.