Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή στήν Προφητεία καί η Κλήση τού Ιερεμία

Αναφορά στή φύση τής προφητείας, τήν κλήση τού Ιερεμία, τά αρχικά οράματα τής ράβδου καί τού λέβητα καί τήν προαναγγελία τής θείας κρίσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 28

ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΞΗΓΗΣΕΩΣ ΕΙΣ ΤΟΝ ΙΕΡΕΜΙΑΝ ΠΡΟΦΗΤΗΝ ΤΑ ΣΩΖΟΜΕΝΑ. Λεκτέον τίς ἡ προφητεία καὶ πότε ἤρξατο, καὶ πότε πέπαυται, καὶ τίνος ἕνεκεν ἔληξεν· καὶ τί λαβεῖν ἔστιν ἐκ ταύτης ἐν τῷ βίῳ ὠφέλιμον. Προφητεία τοίνυν, τὸ λέγειν, ἢ καὶ τυπικῶς δεικνύναι τὰ προλαβόντα, καὶ ὄντα, καὶ ἐσόμενα. Λόγος γάρ ἐστιν, ἢ πρᾶγμα πρὶν γνωσθῆναι προαγορεύων τὰ πράγματα. Ἐπεὶ καὶ διὰ πράγματος πρᾶγμα σημαίνεται. Τύποι γὰρ ἦσαν τοῦ μέλλοντος ὁ ὄφις ὁ χαλκοῦς, ὁ ἀμνὸς ὁ ἐν Αἰγύπτῳ, Ἰσαὰκ προσαγόμενος.

Προφητεία γὰρ ταῦτα, τὴν δὲ αἰτίαν οὐκ ἔχουσι, ὡς ἐπὶ τοῦ Ἐζεκιὴλ ἐκβαλλομένου διὰ τοῦ τοίχου [ἴσ. καταβαλλομένου τοὺς τοίχους.] Ἔχει γὰρ τὴν αἰτίαν. Δεῖ μέντοι τοὺς τύπους καὶ τοῖς τότε χρησίμους εἶναι ὡς ἐπὶ τοῦ ὄφεως, καὶ τοῦ ἀμνοῦ.

Προλέγουσι δὲ οἱ προφῆται οὐκ ἐρωτώμενοι μόνον κατὰ τοὺς ἔξω, τὸ δὲ πλεῖστον ἀφ᾽ ἑαυτῶν. Λέγονται γὰρ καὶ παρ᾽ ἐκείνοις ὁμωνύμως προφῆται. Διὸ καὶ Παῦλός φησιν· Εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης; Ἐκάλουν δὲ προφήτας καὶ τοὺς ἱερέας Αἰγύπτιοι.

Καὶ καθόλου τῶν προφητειῶν, ἡ μέν ἐστι πνευματικὴ, ἡ δὲ διαβολικὴ, ἡ δὲ μέση τούτων φυσική τις ἢ τεχνικὴ, ἡ δὲ τετάρτη κοινὴ καὶ δημώδης. Τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστι, δι᾽ οἰκονομίαν δὲ καὶ τοῖς μὴ τοιούτοις, ὡς τῷ Ναβουχοδονόσωρ, καὶ Φαραὼ, καὶ Βαλαὰμ, καὶ Καϊάφα· τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοὶ γὰρ οἱ ἀλευρομάντεις, καὶ ἡ διὰ τῶν μορίων μαντευομένη Πυθία, καὶ ἡ διὰ τοῦ δρυὸς ἡ Δωδωνὶς ἱέρεια, καὶ ἡ διὰ σπλάγχνων, καὶ πτήσεως, καὶ κλαγγῶν, συμβόλων τε καὶ πταρμῶν, καὶ κλῃδόνων, καὶ βροντῆς, καὶ χειρῶν, μυῶν τε καὶ γαλῆς, καὶ τρυσμῶν καὶ ὤτων ἤχου, καὶ σώματος παλμῶν, καὶ χαλίκων, ῥάβδων τε καὶ φλοιῶν, διὰ νεκρῶν τε καὶ γαστρὸς, ὀνομάτων τε καὶ ἄστρων, καὶ φιαλῶν, μυρίων τε ὅσων τοιούτων. Ἡ γὰρ δι᾽ ὀνείρων καὶ παρ᾽ ἡμῖν διὰ κατοχῆς καὶ αὕτη. Ἡ δὲ πρόγνωσις αὐτοῖς, οὐ δι᾽ ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας· κἀκεῖνοι μὲν περὶ χρημάτων, καὶ νόσων, καὶ πολέμων μαντεύονται, μηδεμιᾶς ζητουμένης αὐτοῖς ἀρετῆς, ἢ κακίας· παρ᾽ ἡμῖν δὲ διορθώσεως ἠθῶν ἕνεκα, καὶ τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς.

Κἀκεῖνα μὲν ἐκβῆναι δεῖ, ταῦτα δὲ οὐ πάντως. Τί γὰρ ὄφελος προῤῥήσεως ἐπ᾽ ὠφελείᾳ ψυχῶν λεγομένης, ὅτε πάντως ἔσται τὰ θεσπιζόμενα, μηδεμίαν ἐκ τοῦ ἐφ᾽ ἡμῖν μεταβολὴν ἐνδεχόμενα; Θεὸς γὰρ προλέγων, καὶ τὴν λύσιν ὑποτίθεται τῶν δεινῶν, εἰ μεταγνῶναι βουλοίμεθα. Τοῦτο γάρ ἐστι καὶ τῆς προφητείας τὸ κέρδος. Μὴ μεταβαλλομένων δὲ πάντως γίνεται. Ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀληθεύσαντες, ἐν τοῖς πλείστοις διήμαρτον. Καὶ οἱ μὲν ὀργάνων δέονται, καὶ τόπων, καὶ καιρῶν, καὶ ἐπὶ χρήμασι λέγουσι· Θεὸς δὲ τούτων ἀπήλλακται.

Τοιαύτη μὲν γὰρ ἥ τε θεία καὶ διαβολικὴ προφητεία. Φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ χελιδόνων, καὶ γεράνων γέρανοι, καὶ μύρμηκες ἐπιόντος χειμῶνος αἰσθάνονται, ἐχῖνοί τε καὶ ἀλκύονες, φύσει τοῦτο κτησάμενοι. Ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς, καὶ συμβούλοις, καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀῤῥωστίας, οἱ δὲ λύσεις τούτων προλέγουσιν· οἱ δὲ πνευμάτων μεταβολὰς, οἱ δὲ τοῦ μέλλοντος συνέσει καταστοχάζονται. Ἔστι δὲ καὶ κοινὴ, καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ τρεῖς μῆνας ὁ χειμών· πάντες γὰρ ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις. Οὐδὲν οὖν μέγα καὶ πρόῤῥησιν ἔχειν καὶ γνῶσιν καὶ δαίμονας, ὅπου καὶ μύρμηκες ἔχουσι τὰς ἐκ περιόδων προῤῥήσεις, καὶ δεινοὶ τοῦ μέλλοντος ἄνθρωποι στοχασταί· ἀλλ᾽ οὐχ ὡς πάντως ἢ πάντα εἰδέναι. Ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσε τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, καὶ ἐγένετο. Καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν, ὅτι Πόρνας στῆσον, καὶ προδοθήσεται δι᾽ αὐτῶν ὁ Ἰσραήλ· καὶ γέγονεν οὕτως. Τοῦτο δὲ στοχασμὸς, μᾶλλον δὲ προῤῥήσεις μηδὲν παράδοξον ἔχουσαι· καθάπερ ἐπὶ Χριστοῦ, τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον· τὸ, Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Καὶ μετ᾽ ὀλίγον· Τὸν μακάριον Ἱερεμίαν ὡς τῶν ἄλλων σαφέστερόν φασι δεῖν πρὸ τῶν ἄλλων ἀναγινώσκεσθαι.

Καὶ οὐ θαυμαστὸν, εἰ τῶν προφητῶν οἱ μὲν ἀσαφεῖς, οἱ δὲ καὶ σαφέστεροι· ὅπου καὶ ἑνὸς τῆς θείας Γραφῆς, ἔσθ᾽ ὅτε συγγράμματος, τὰ μὲν ἀσαφῆ, τὰ δὲ σαφῆ, καὶ τῶν ἑνὸς ἀνδρὸς συγγραμμάτων τὰ μὲν οὕτως, τὰ δὲ ἐκείνως, καθάπερ ἐν Ψαλμοῖς ἀποστόλων τε Ἐπιστολαῖς, καὶ ἐπὶ τῶν τοῦ Κυρίου ῥημάτων. Καθόλου γὰρ ἀσάφεια γίνεται ἢ διὰ τὴν φύσιν τῶν ὑποκειμένων, ξένων ὄντων πρὸς ἀκοὴν, ὡς ἐπὶ τῆς σκηνοποιίας, καὶ τῆς παρὰ Ἰεζεκιὴλ κατασκευῆς τοῦ ναοῦ· ἢ παρὰ τοὺς ἀκούοντας, ἢ ἀσυνέτως διακειμένους. Διόπερ ὁ Χριστὸς τὰς παραβολὰς ὡς ἐπίτηδες ἀσαφῶς εἰρημένας.

Καὶ μετ᾽ ὀλίγον. Γίνεται δὲ πάλιν ἀσάφεια καὶ παρὰ τὴν τοῦ λέγοντος ἰδιότητα, ἐπιῤῥεπῶς ἔχοντος πρὸς τὴν τοιάνδε ἀπαγγελίαν. Καὶ ἐπὶ τῶν προφητῶν τὸ Πνεῦμα τὰ νοήματα μόνον ἔλεγεν, ἀλλ᾽ οὐχὶ καὶ τὰ ῥήματα· αὐτοὶ δὲ λοιπὸν ἔφραζον ἰδιωτικῶς.

Οὐ γὰρ ὡς ἀκινήτοις ἐκέχρητο, καθάπερ ἡ τῶν δαιμόνων ἐπίπνοια· τὰ δὲ λεχθέντα γινώσκειν ἠβούλετο, καὶ μετὰ τῆς οἰκείας γνώμης ἅπαντα λέγειν· Οὐ πρᾶγμα ποιήσει Κύριος, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις.

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. Ἱερεμίας ὁ τοῦ Χελκίου ἐκ τῶν ἱερέων. Ἐκ τῆς εἰς τὸν προφήτην Ἱερεμίαν ἑρμηνείας. Τὸν μὲν χρόνον, καθ᾽ ὃν προεφήτευσεν ὁ μακάριος προφήτης Ἱερεμίας, καὶ ἀπὸ ποίου βασιλέως ἤρξατο, καὶ εἰς ποῖον προφητεύων ἐτελεύτησε, σαφῶς ἐν τοῖς προοιμίοις τοῦ προφήτου ἔστι μαθεῖν. Πᾶσαν δὲ τὴν προφητείαν κατὰ τῶν δύο ποιεῖται φυλῶν, ἤδη τῶν δέκα αἰχμαλώτων γενομένων ὑπὸ τοῦ Ἀσσυρίου.

Ποικίλην δέ τινα τὴν προφητείαν ἔστιν ἰδεῖν· τοῦτο μὲν γὰρ ἀπὸ τῶν παραδειγμάτων αὐτοὺς ἐλέγχει, ὡς ὅταν λέγῃ· Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ· τοῦτο δὲ ἀπό τινων παρ᾽ αὐτοῦ τοῦ προφήτου γενομένων, ὡς ὅταν λαμβάνῃ τὸ περίζωμα, καὶ τὰ ἀκόλουθα ποιῇ, καὶ τὸν βίκον, ὃν ἔκλασε κατὰ πρόσωπον τοῦ λαοῦ, μήνυμα τῆς ἀπωλείας τοῦ πλήθους, καὶ τοὺς κλοιοὺς οὓς περιέθετο. Πολλὴν δέ τινα δυσχέρειαν ἐν τοῖς χρόνοις τοῖς αὐτοῦ ἔσχε, πάντων ἤδη εἰς ἀσέβειαν ἐκκλινάντων, καὶ ἱερέων ἀνθισταμένων, οἷος ἦν ὁ Σοφονίας, καθ᾽ οὗ καὶ φαίνεται λέγων, καί τινων τῶν ἐν τέλει ὄντων· καὶ πάλιν πρὸς τὸν Πασχὼρ ἀποτεινόμενος, καὶ βασιλέων ἥκιστα δεχομένων τὴν παραίνεσιν. Ποιεῖται δὲ τὸν ἔλεγχον οὐκ ἀπὸ τῶν πραγμάτων μόνον, τὰς ἀσεβείας λέγων σαφῶς· ἀλλὰ καὶ ἀπό τινων εὐπειθῶν ἀνδρῶν υἱῶν Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, ὧν κατὰ σύγκρισιν δείκνυσι παρανόμους τοὺς Ἰουδαίους. Διὰ τοῦτο καὶ τὰ χείριστα φαίνεται πεπονθὼς, τοῦτο μὲν ὕποπτος ἐπὶ τῆς προδοσίας γινόμενος, τοῦτο δὲ ἐν δεσμωτηρίῳ κατακλειόμενος, τοῦτο δὲ ἐν λάκκῳ βορβόρου βαλλόμενος. Ταύτης ἕνεκεν τῆς αἰτίας εὐθὺς ἐν ἀρχῇ ὑπισχνεῖται αὐτῷ ὁ Θεὸς παρέξειν τὴν ἰσχύν· προλέγων μὲν αὐτῷ τὰ δεινὰ, ἐπαμύνειν δὲ ἐπαγγελλόμενος.

Λέγει καὶ κατὰ τῶν ἐθνῶν, πρὸς ὠφέλειαν οὐ μόνον Ἑβραίων, ἀλλὰ καὶ αὐτῶν ἐκείνων καθ᾽ ὧν λέγει, ἵνα ὁρῶντες τὴν ἔκβασιν πείθοιντο, ὁ Δεσπότης ἁπάντων ἐστὶν ὁ Θεός. Προφητεύει δὲ καὶ τὴν ἀνάκλησιν τοῦ λαοῦ, καὶ ἀριθμὸν ἐτῶν τῆς αἰχμαλωσίας τίθησι. Τέλος δὲ καὶ Θρήνους ποιεῖται, καὶ παραίνεσιν δι᾽ ἐπιστολῆς τίθησι πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ τυγχάνοντας· ἐν ᾗ ἐλέγχει καὶ τῶν εἰδώλων τὸ μάταιον, καὶ Δεσπότην τῶν ἁπάντων δεικνύει τὸν Θεόν.

Τὸ ῥῆμα τοῦ Θεοῦ ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν. Τὸ μὲν ὄνομα Ἱερεμίας, ὡς καὶ ἡ Βίβλος φησὶ, τὴν δὲ φυλὴν Λευΐτης, τὴν δὲ πατρίδα Ἀναθωθίτης, τὴν δὲ χώραν ἐν Βενιαμεὶμ κατῴκει, ἐκ τοῦ ἱερατικοῦ γένους. Ἐκ τῶν ἱερέων.

Τοῦ δικαίου καὶ θαυμαστοῦ. Ἐπεὶ καὶ ἄλλοι τὴν ἀρχὴν ἐκεῖθεν ἔλαβον, ἐπὶ δικαίων τὰς προφητείας ἐποιοῦντο. Ὅρα· καὶ προειδὼς ὁ Θεὸς μηδὲν ὠφελουμένους αὐτοὺς, τοὺς προφήτας ἔπεμπεν· οὐ μικρὸν γὰρ ἐκ τούτου καρπούμεθα. Ἵνα γὰρ μὴ λέγοι τις· Καὶ τί τὸ ὄφελος; ὡσανεὶ καὶ ἰατρῷ προειδότι τὸν θάνατον τοῦ ἀνθρώπου, μέμφοιτό τις παραμένοντι μέχρις ἐσχάτης ἀναπνοῆς· οὐ γὰρ ἐνέλιπε πάντα παραινῶν καὶ συμβουλεύων. Ἀλλὰ τίνος ἕνεκεν ἐπὶ τοῦ δικαίου καὶ εὐσεβοῦς ταῦτα ἔπασχον; ὅτι τῆς ἁμαρτίας ἐτίννυον δίκην τῶν Μανασσῇ πεπραγμένων ἐν τεσσαράκοντα ἔτεσιν.

Τὸ ῥῆμα τοῦ Θεοῦ. Τοῦτό ἐστι προγραφὴ τοῦ βιβλίου· μηνύει δὲ, τίνος παῖς, ὅτι Χελκίου· καὶ ποίας ἀξίας, ὅτι ἱερεὺς, καὶ ποῦ κατοικῶν, ὅτι ἐν Ἀναθὼθ, καὶ ποίας φυλῆς, ὅτι ἐκ τῆς Βενιαμίν. Ῥῆσις δὲ, καὶ λόγος, καὶ ὅρασις, καὶ λῆμμα ταυτόν ἐστι. Ῥῆμα δὲ ἐγένετο οὐ διὰ φωνῆς, ἀλλ᾽ ὅτι σαφέστερον λέγουσα ὅρασις, ὡς ὁράματος γεγονότος.

Τί βούλεται τὸ ῥῆμα τοῦτο; Τί κατασκευάζει; Ὁ δῆμος φονῶν ἦν. Ἡσαΐας πρισθεὶς ἦν, ἐλαθεὶς Ἀμὼς, Ζαχαρίας καταχωσθείς· ἐγγυμναζόμενοι τοῖς αἵμασι τοῖς προφητικοῖς, καθάπερ κύνες αἱμάτων γευόμενοι, λοιπὸν τῆς τοιαύτης ἐδίψων τροφῆς· εἰς θυμοὺς ἑαυτοὺς μεταβάλλοντες, οὔπω οὐκ ἀπέστησαν. Ἔδει πολλοῦ τῷ προφήτῃ καὶ μεγάλου φρονήματος εἰς τοιοῦτον ἐμπηδῶντι δῆμον.

Ὡς ἐγενήθη λόγος Θεοῦ. Καὶ τοῦτο τῆς προγραφῆς. Μηνύει δὲ καὶ ἐπὶ ποίου βασιλέως ἤρξατο τῆς προφητείας, καὶ κατὰ ποῖον καιρόν. Ἐπειδὴ γὰρ δίκαιος ἦν Ἰωσίας, καὶ ὀρθὴν εἶχε τὴν γνώμην περὶ τὴν εὐσέβειαν, οὐκ ἠδύνατο δὲ ἀφ᾽ ἑαυτοῦ γνῶναι τὸ καλὸν πάντων εἰς ἀσέβειαν ἐκκλινόντων τῶν αὐτοῦ προγόνων, καὶ μάλιστα κομιδῇ νέος παραχθεὶς τὴν βασιλείαν· ἀπὸ τρισκαιδεκάτου ἔτους τῆς βασιλείας αὐτοῦ ᾠκονόμησεν ὁ Θεὸς προφητεύειν τὸν Ἱερεμίαν, ἵνα ἐκ τῶν ἐλέγχων τοῦ προφήτου τὴν περὶ τὸ καλὸν σπουδὴν δείξῃ ἑαυτοῦ ὁ βασιλεύς. Οὐ διεληλυθότων γοῦν πέντε ἐνιαυτῶν περιττὴν τοῦ ναοῦ σπουδὴν ἔσχεν.

Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακὶμ υἱοῦ Ἰωσία. Καὶ τοῦτο τῆς προγραφῆς. Μηνύει δὲ τοὺς βασιλεῖς, ἐν οἷς προεφήτευσε. Τὸ δέ· Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσίου, μηνύει, ὅτι ἐδείχθη μὲν προφήτης, καὶ πνευματικῆς ἠξιώθη χάριτος ἐπὶ τοῦ Ἰωσίου. Τοὺς δὲ πάντας τούτους λόγους ἀπὸ Ἰωακεὶμ ἀρξάμενος ἐποιήσατο. Τότε γὰρ μάλιστα ἐδέοντο παραινέσεως. Εἰ γὰρ τὸν χρόνον μόνον, καθ᾽ ὃν ἤρξατο προφητεύειν, σημᾶναι ἐβούλετο, ἤρκει τοῦ Ἰωσίου ἡ μνήμη· εἰ δὲ καὶ τοὺς λοιποὺς εἰπεῖν ἠθέλησεν, ἐφ᾽ ὧν προεφήτευσεν, ἔδει καὶ τοὺς ὑπολειφθέντας θεῖναι. Ὥστε δῆλον ὡς τοῦτο μηνύει, ὡς ἤρξατο μὲν ἐπὶ Ἰωσίου, οὐ πολλῶν δὲ λόγων, οὐδὲ σφοδρῶν ἐδεήθη τὸ τηνικαῦτα, τοῦ τε κρατοῦντος ὄντος εὐσεβοῦς, καὶ τοῦ πλήθους ἑπομένου τῷ βασιλεῖ.

Καὶ ἐγένετο λόγος Κυρίου πρὸς αὐτὸν λέγων. Αὕτη μὲν ἡ ἀρχὴ τοῦ βιβλίου, οὐχ αὕτη δὲ τῆς προφητείας ἡ ἀρχή. Ἐπειδὴ γὰρ ἅπαντες ἐξώκειλαν εἰς ἀσέβειαν, καὶ προφῆται λοιπὸν οὐκ ἦσαν· ἠβούλετο δὲ τὸν δίκαιον ἀποστεῖλαι ἐπὶ τὸ τοῖς οἰκείοις λόγοις μεταβαλεῖν τοῦ λαοῦ τὴν περὶ τὴν ἀσέβειαν σπουδήν.

Πρὸ τοῦ σε ἐξελθεῖν. Οὕτω καὶ Παῦλος· Ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἵνα· εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσι. —Καὶ μετ᾽ ὀλίγα· Ἐγὼ ὁ πλάσας σε ἐκ κοιλίας. Οὐ τῆς φύσεως τὸ ἔργον ἐστὶν, οὐ τῶν ὠδίνων· Ἐγὼ πάντων αἴτιος. Ὥστε δικαίως ἂν ὑπακούσῃς ἐμοὶ, καὶ τῷ εἶναι παρασχόντι.

Οὐ πρῶτον, ἡγίακά σε, ἀλλὰ πρῶτον, ἐπίσταμαί σε, καὶ τότε ἡγίακά σε. Ἐνταῦθα πρόγνωσιν ἔδειξεν. μετὰ τὴν πρόγνωσιν, τότε τὸν ὅρον. Ἐπειδὴ ἔγνων σε, ἡγίακά σε. Διὰ τοῦτο ὁ Ἀπόστολος λέγει· Οὓς προέγνω, καὶ προώρισεν. Οὐκ εἶπε πρῶτον, προώρισεν· ἀλλὰ, προέγνω, καὶ τότε, προώρισεν.

Προφήτην εἰς ἔθνη τέθεικά σε. Εἰ γὰρ καὶ μὴ ἐξῆλθε τὴν Ἱερουσαλὴμ, ἀλλὰ πολλὰ περὶ τῶν ἐθνῶν προεφήτευσεν. Οὐχ ἁπλῶς αὐτὸν πέμπει· ᾔδει γὰρ ὡς ἡ τοῦ καιροῦ δυσχέρεια ὀκνηρότερον αὐτὸν περὶ τὸ πρᾶγμα ποιήσει. Λέγει τοίνυν ῥήματα, ἀφ᾽ ὧν προτρέπεσθαι αὐτὸν ἠδύνατο· Πρὸ τοίνυν τῆς γενέσεως ᾠκειωσάμην σε· Τοῦτο γὰρ τὸ, ἐπίσταμαι. Καὶ διαπλασθέντα ἀφώρισα. Εἶτα ἐπειδὴ ἔστιν ἀφορισθῆναι, καὶ εἰς ἱερατείας, καὶ εἰς ἄλλας τινὰς ὑπηρεσίας, δεικνὺς τοῦ ἀφορισμοῦ τὸ εἶδος, Εἰς τοῦτό σε, φησὶν, ἀφώρισα, ὥστε προφητεῦσαι τῷ λαῷ. Ἔθνη γὰρ τὰς φυλὰς λέγει. Διὸ ὁ μὲν παραιτεῖται, ὡς οὐκ ἀξιόπιστος ὢν πρὸς τοσούτους διαλέγεσθαι, καὶ μάλιστα πρὸς βασιλέας. Θεὸς δὲ θαῤῥύνει.

Νεώτερος ἐγώ εἰμι. Ὅρα τὸ ἄτυφον τῶν δικαίων, πῶς τὰ οἰκεῖα ἐλαττώματα ἀνάγραπτα ἀνατιθέασι. Τίς οὐκ ἂν ἐρυθριάσειεν τοῦτο γραφῇ παραδοῦναι; Ἀλλὰ καθαροὶ δόξης ἦσαν, καὶ φιλοτιμίας· καὶ εἴ τι εἶπον, καὶ εἴ τι ἤκουσαν, τοῦτο μετὰ πάσης ἀληθείας τεθείκασι.

Καὶ πάλιν· Ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὁ προφήτης φησίν· ἵνα ὅταν ἴδῃς αὐτὸν ῥητορεύοντα, καὶ πρὸς τούτους ἀποτείνοντα λόγους, μὴ τῆς ἐκείνου δυνάμεως νομίσῃς εἶναι τὰ ῥήματα. Προλαβὼν γὰρ ὡμολόγησεν, ὅτι Οὔτε λαλεῖν ἐπίσταμαι.

Ὁ ὤν. Ἐπέγνω τὸν προσδιαλεγόμενον. Οὗ δὴ χάριν αὐτὸν ἀπὸ τῆς προτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε Μωϋσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ Δεσπότης· Ἐγώ εἰμι ὁ ὤν. Μιμεῖται δὲ καὶ τὴν Μωϋσέως εὐλάβειαν, οὐκ ἀξιόχρεων εἰς τὴν προφητείαν εἶναι τὴν νεότητα λέγων. Ἀλλ᾽ ὁ Δεσπότης αὐτῷ παρεγγυᾷ, μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθὲν, ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος.

Μὴ λέγε, ὅτι Νεώτερός εἰμι. Ὅταν γὰρ ὁ Θεὸς ἐπιτάττῃ, ὁ τῆς φύσεως Δεσπότης, καὶ ἡλικία, καὶ ἀγλωττία, καὶ πάντα ὑπεξίσταται τὰ πάθη. Ἐγὼ κελεύω, καὶ νεότητα προβάλλῃ; Μὴ σκήπτου, μηδὲ προφασίζου, φησίν.

Μὴ φοβηθῇς. Ἐγὼ ἐντέλλομαι, καὶ σὺ φοβῇ; Ὅρα τὰ ἐκκλησιαστικὰ προανατυπούμενα. Ἰδοὺ ἐγὼ ὑμᾶς ἀποστέλλω ὡς πρόβατα ἐν μέσῳ λύκων. Καὶ οὐκ εἶπον· Ποῦ πέμπεις; Εἶδες τὸ μέσον τῶν προφητῶν, καὶ τῶν ἀποστόλων;

Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε. Οὐκ ἄρα τοῦτο δείκνυσι τὸ, εἶναι μεθ᾽ ἡμῶν τὸν Θεὸν, τὸ ἐξαιρεῖσθαι ἡμᾶς αὐτόν. Εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν προσέθηκεν· τοῦ ἐξαιρεῖσθαί σε. Ὥστε καὶ μὴ ἐξαιρούμενος, μεθ᾽ ἡμῶν ἐστιν. Ἐπεὶ καὶ μετὰ τῶν μαρτύρων ἐστὶν οὐκ ἐξαιρούμενος αὐτούς· καὶ μετὰ δικαίων ἐστὶ, συγχωρῶν αὐτοὺς ἀθλεῖν, καὶ μετὰ τοῦ Ἰὼβ ἦν, ὅτε αὐτὸν ὁ διάβολος ἐπολέμει.

Ἀλλ᾽ οὐκ ἀπὸ τοῦ, Ἔσομαι μετὰ σοῦ, ἀλλὰ τοῦ ἐξαιρεῖσθαί σε, ἔχεις ὅπλον ἄμαχον, καὶ ἀκαταγώνιστον συμμαχίαν. Μὴ φοβηθῇς. Τίς γὰρ ἐπὶ τῆς πέτρας ἑστὼς, ῥανίδα δέδοικεν ὑδάτων; τίς τὸν βασιλέα ἔχων ἑστῶτα μεθ᾽ ἑαυτοῦ, φοβεῖται καὶ τρέμει;

Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ. Ταύτης τῆς αἰσθητῆς εἰκόνος ἐδέετο ὁ προφήτης, ἐπεὶ καὶ ὁ Χριστὸς τοῦτο ἐποίει· Ἐνεφύσησεν αὐτοῖς, καίτοι οὐκ ἐδεῖτο τοῦ ἐμφυσήματος· ἀλλ᾽ ὑπὲρ πληροφορίας αἱ σωματικαὶ γίνονται εἰκόνες.

Ἰδοὺ καθέστηκά σε σήμερον. Καὶ μὴν ἄνω ἔλεγεν, Πρὶν ἤ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε. Πῶς οὖν ἐνταῦθα, σήμερον, λέγει; Ἐκεῖνο τῇ προγνώσει, τοῦτο τῇ ἐνεργείᾳ. Ἐκριζοῦν. Τοῦτο γεωργίας εἶδος ἄριστον, ὀρύσσειν τὰς ἀκάνθας.

Ἃ μέλει προφητεύειν, συντόμως ἔφη. Ἐκριζοῦν, τὸ τῆς πόλεως ἐξιέναι· κατασκάπτειν, τουτέστι τοῦ ναοῦ τὴν καταστροφήν· καὶ ἀπολύειν, τοῦ πλήθους τὴν σφαγήν· καὶ καταλύειν, τῶν οἰκείων τὴν ἀπώλειαν· καὶ ἀνοικοδομεῖν, τὴν ἀνάκλησιν· καὶ μεταφυτεύειν, τὸ μετὰ τὴν ἐπάνοδον ἀσφαλῶς ἐπὶ τῆς γῆς κατοικεῖν.

Καὶ ἐγένετο λόγος Κυρίου. Τοῦ Χρυσοστόμου, ἄλλ. Ὀλυμπιοδώρου. Ταῦτα ἐκ διαλείμματος, ὅταν εἴπῃ· Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· οὐ γὰρ ἐφεξῆς, ἀλλ᾽ ἐδίδου συνιδεῖν τὰ λεγόμενα. Βακτηρίαν καρυΐνην.

Τὸ γὰρ ξύλον τοῦτο στεῤῥὸν, καὶ βαρὺ, καὶ πληκτικόν. Τίνος ἕνεκεν ταῦτα ἔβλεπον; Ὅτι τὰ πράγματα καὶ αἱ ὄψεις ἐναργέστεραι ἦσαν, καὶ μᾶλλον ἔπληττον τὸν ἀκροατήν. Ἡ γὰρ ῥάβδος πληγῆς ἐστι σύμβολον. Προτρεψάμενος αὐτὸν ἐπὶ τὴν προφητείαν, καὶ διὰ τῆς ὀπτασίας μᾶλλον δυσωπεῖ. Τὸ δὲ καρυΐνην, ἀμυγδαλίνην τινὲς ἡρμήνευσαν. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Βακτηρίαν ἐγρηγορυῖαν ἐγὼ ὁρῶ. Ἡ γὰρ ἐγρήγορσις καὶ τὸ ἀμύγδαλον διὰ τῶν αὐτῶν ἐν τῷ Ἑβραϊκῷ προφέρεται ῥημάτων. Ἐπάγει γοῦν· Καὶ εἶπε Κυρίος πρός με, Καλῶς ἑώρακας· τουτέστιν, Οὐκ ἔτι αὐτοῖς μακροθυμῶ, ἀλλ᾽ ἐπάγω τὴν ψῆφον. Ἔλαβε δὲ ἐκ μεταφορᾶς τῶν παρατηρούντων τοὺς ἁμαρτάνοντας, ἐπ᾽ αὐτοφώρῳ αὐτοὺς εὑρισκόντων.

Τινὲς καρυΐνην ἔφασαν, διὰ τὸ ἰσχυρὸν τῆς τιμωρίας, ἑωρᾶσθαι. Ὅτι μὲν οὖν τιμωρεῖται αὐτοὺς, ἐμήνυσε διὰ τούτων· τίνα δὲ τὸν τρόπον, ἐπάγει· Διότι ἰδοὺ ἐγὼ ἐγρήγορα. Ἐπειδὴ καὶ ὁ ὕπνος ἐπὶ Θεοῦ, μακροθυμία τίς ἐστιν· Ἕως πότε ὑπνοῖς, Κύριε; τουτέστιν Ἤδη ὑπεξέρχομαι. Οὐ πείθω ῥήματι, τῇ ὄψει τῆς ῥάβδου πείσθητι. Οὐ λέγω, ἀλλὰ ποιῶ.

Καὶ τὸ πρόσωπον αὐτοῦ. Τὸ πρόσωπον, τουτέστιν ἡ ἔκκαυσις γίνεται τοῦ λέβητος. Καλεῖ δὲ λέβητα τὴν Ἱερουσαλὴμ, ἔκκαυσιν δὲ τὴν συμφοράν· ἀπὸ βοῤῥᾶ δὲ, ἵνα μηνύσῃ τὴν τῶν Βαβυλωνίων ἔφοδον. Τουτέστιν, ἐκεῖ ἑώρα, ἐκεῖ ἔβλεπεν, ἐκεῖ ἐτέτραπτο.

Τὸν θόρυβον, τὴν ζέσιν, τὴν ὀδύνην, τὸν τηγανισμὸν διὰ τοῦ λέβητος δηλοῖ. Τοῦτο ἰατρεία μεγίστη, τὸ διαφυλάξαι τὸν κάμνοντα, φοβῆσαι, σωφρονίσαι, ἐπαγαγεῖν διὰ τῆς ὄψεως αὐτῆς, καὶ ἀνασχεῖν, καὶ δοῦναι μετανοίας καιρόν.