Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Η Διάψευση τής Ειρήνης, ο Θρήνος καί η Αληθινή Σοφία

Η εγκατάλειψη τής ελπίδας γιά ειρήνη, ο πόνος τού προφήτη γιά τή διαφθορά τού λαού, η παιδαγωγική τιμωρία καί η υπεροχή τής γνώσης τού Θεού έναντι τής κοσμικής καυχήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 28

Διὰ τοῦτο δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις. Ὃ πάντων κτῆμά ἐστι τιμιώτερον. Καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις. Κληρονόμους τοὺς πολεμίους καλεῖ. Καθάπερ οἱ κληρονομήσαντες ἀσφαλῶς κατέχουσι καὶ βεβαίως, οὕτως καὶ οὗτοι. Τί οὖν ἐκείνοις δίδως; δι᾽ εὐσέβειαν;

Οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις [ἴσ. τὴν τούτων] κόλασιν καὶ τιμωρίαν· ἐπεὶ καὶ ἐπὶ τῶν παίδων τοῦτο ποιοῦμεν πολλάκις, ἐκείνους ἀτιμάσαντες, ἑτέρους ἐν τοῖς ἐκείνων τόποις δείκνυμεν· ἵνα μὴ τῇ στερήσει μόνον τῶν οἰκείων καλῶν, ἀλλὰ καὶ τῇ τῶν ἄλλων ἐπιμελείᾳ δάκνωνται καὶ λυπῶνται. *Καὶ ἰάσαντο τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου ἐπ᾽ ἀτιμίᾳ, λέγοντες· Εἰρήνη, εἰρήνη, ποῦ δὲ εἴη;

Τὸ, Ἐπ᾽ ἀτιμίᾳ, τοῦτό ἐστιν, Ἐπὶ ματαιότητι. Ἵνα εἴπῃ, ἐπ᾽ οὐδεμιᾷ ὠφελείᾳ, ἐπὶ βλάβῃ μὲν οὖν, καὶ ἱκανὴ ἀτιμία ἀπάγειν τοὺς πειθομένους. *Οὐκ ἔστι σταφυλὴ ἐν ταῖς ἀμπέλοις, καὶ οὐκ ἔστι σῦκα ἐν ταῖς συκαῖς, καὶ τὰ φύλλα κατεῤῥύηκε, καὶ ἔδωκεν αὐτοῖς, καὶ παρῆλθεν αὐτούς.

Τὸ παρατεταγμένον τοῦ πολέμου ἔδειξεν. Ἀνωτέρω γὰρ ἔφη· Ἡ φαρέτρα αὐτοῦ, ὡς τάφος ἀνεῳγμένος. Πάντες ἰσχυροὶ, καὶ κατέδονται τὸν θερισμὸν ὑμῶν, καὶ τοὺς ἄρτους ὑμῶν, τὸν καιρὸν τῆς ἐπιστασίας μηνύων. Τοῦτο τοίνυν βούλεται εἰπεῖν, ὅτι Τοσοῦτος χρόνος παρῆλθεν, ὥστε καὶ τὴν τοῦ χειμῶνος ἐπιστῆναι ὥραν, καὶ οὐδὲν βέλτιον διετέθημεν. Τὸ γὰρ, Καὶ ἔδωκεν αὐτοῖς, τουτέστι, Τοῖς ἐχθροῖς ὁ Θεὸς παρέσχε τὰ ἡμέτερα ἀγαθά· τὸ δὲ, Καὶ παρῆλθεν αὐτοὺς, τουτέστι, τῶν μὲν ἀπήλαυσαν, τὰ δὲ διέφθειραν.

Τί ἐστι τοῦτο; ἤτοι τῶν πολεμίων λαβόντων· ἢ καὶ ἀφορίας γενομένης τάχα δὲ τῆς [ἴσ. διὰ τῆς] τοῦ Θεοῦ πληγῆς. Ἐπειδὴ γὰρ συνεχῶς πολεμοῦντες ἐγύμνουν τὴν γῆν, ταῦτα συνέβαινεν· ἐγένετο δὲ ἵνα παιδεύωνται ἐν τοῖς καρποῖς.

Καὶ ἐπότισεν ἡμᾶς ὕδωρ χολῆς. Ὁρᾷς ὅσον ἀγαθὸν ἡ θλῖψις; ὕδωρ δὲ χολῆς ποῖον ἂν γένοιτο; τὴν ἔκβασιν [videtur deesse verbum λέγει, ἢ σημαίνει aut simile] μαρτυρουμένην· ἃ ἔμελλον ἐρεῖν προλαβὼν ὁ προφήτης λέγει. *Ἐπὶ τί ἡμεῖς καθήμεθα;

Τουτέστιν, Οὐδὲν προσδοκῶμεν τῶν τῆς γῆς καρπῶν. Συνάχθητε, καὶ εἰσέλθωμεν εἰς τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἀποῤῥιφθῶμεν ἐκεῖ. Τουτέστιν, Λείπεται εἰς πόλιν γενομένους σώζεσθαι, πάντων τῶν ἔξωθεν ὑπὸ τῶν πολεμίων ληφθέντων. *Συνήχθημεν εἰς εἰρήνην, καὶ οὐκ ἦν ἀγαθά.

Τουτέστι· Κατεφύγομεν εἰς πόλιν, ὡς ἐκεῖ μέλλοντες ἐν εἰρήνῃ διάγειν, κἀκεῖ ἔνδεια κατέλαβεν. Εἰς καιρὸν ἰάσεως. Τουτέστιν, Ὥστε ἀπαλλαγῆναι τῶν πολεμίων. Καὶ ἰδοὺ σπουδή. Ἀντὶ τοῦ, Χείρων ἡ ἐντεῦθεν ταραχὴ, τῶν ἔξωθεν· τούτοις μὲν γὰρ καὶ ἐνῆν· οἱ δὲ εἰς ἀμήχανον πολιορκίαν ἔπιπτον.

Ἐκ Δὰν ἀκουσόμεθα φωνὴν ὀξύτητος ἵππων. Ἐν ταῖς τιμωρίαις ὁ Θεὸς ἀεὶ μείζονα τῆς κολάσεως τὴν ὄψιν δείκνυσιν. Ἐκ προοιμίων αὐτὴν φοβερὰν εἶναι ποιεῖ, ἵνα τοῦτο γένηται διόρθωσις. Ἐπαίρει τοῖς λόγοις, ἐπαίρει τοῖς ἔργοις, καὶ τὰ προοίμια δείκνυσι χαλεπὰ, ἵνα φοβηθέντες, καὶ σωφρονισθέντες, μηκέτι εἰς πεῖραν ἔλθωσι τῶν δεινῶν. *Ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας ἵππων αὐτοῦ, ἐσείσθη πᾶσα ἡ γῆ.

Τουτέστι, ἐς φυγὴν ἐτράπη. Διότι ἰδοὺ ἐγὼ ἐξαποστέλλω εἰς ὑμᾶς ὄφεις. Ἀναμιμνήσκει τῶν ἐπὶ τῆς ἐρήμου συμβάντων αὐτοῖς· οὐ γὰρ δὴ, ὄφεις ἔμελλεν ἐπιπέμπειν, ἀλλὰ τοὺς Πέρσας οὕτω καλεῖ καὶ τοὺς Βαρβάρους.

Καίτοι θηρίων ἔφοδον μηνύει, ὡς ἐν τῇ ἐρήμῳ, ἢ τῶν πολεμίων τὸ πικρὸν παρέστησε διὰ τοῦ παραδείγματος· ὅτι δὲ τὸ παρατεταγμένον τῶν συμφορῶν διὰ τῶν ἄρτι λεχθέντων ἐμήνυσε, σαφῶς δηλοῖ· προϊὼν γάρ φησι· Οἷς οὐκ ἔστιν ἐπᾷσαι, καὶ δήξονται.

Ὅθεν οὐκ ἔστιν εὑρεῖν τινα παραμυθίαν τῆς ἀῤῥωστίας· ῥᾴδιον γὰρ ἡμεροῦται θηρίον, ἢ θυμὸς βαρβαρικός. Ἰδοὺ κραυγὴ φωνῆς θυγατρὸς λαοῦ μου. Ὁ προφήτης ἀκούει πάλιν ὀδυρομένων αὐτῶν ἀπὸ τῆς αἰχμαλωσίας.

Ἢ βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; Μὴ ἀναρχία τίς ἐστι παρ᾽ αὐτοῖς; Πόθεν προεδόθησαν; καὶ τὸν Θεὸν εἶχον, καὶ τὸν βασιλέα τὸν στρατηγοῦντα τῆς πόλεως. Τί ἐστι, Βασιλεὺς οὐκ ἔστιν ἐκεῖ; Συνεχῶς τοῦτο δείκνυσι, τὸν Θεὸν ὑπὲρ βασιλέας εἶναι. Ἰδοὺ, φησὶ, πᾶσα ἀφῄρηται πρόφασις ὑμῖν· ἔδωκα καὶ βασιλέα. Τί γέγονεν, ὅτι τὰ ἔθνη ἐμιμήσασθε, καὶ ἐλέγετε· Καὶ ἐσόμεθα ὡς τὰ λοιπὰ ἔθνη ἔχοντες βασιλέα;

Βασιλέα ἐλάβετε· τίνος ἕνεκεν οὐκ ἐμείνατε ἐπὶ τῶν οἰκείων νομίμων, ἀλλ᾽ ἠσεβήσατε; Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου ἐσκοτίσθην. Οὐ διὰ τὰς τιμωρίας μόνον ἐθρήνει ὁ προφήτης, ἀλλὰ διὰ τὸ ἀδιόρθωτον. Καὶ καλῶς ἀπορίαν εἶπεν.

Ὅταν γὰρ ὁ κάμνων οὐ προσίεται τὰ φάρμακα, τί πλέον ἔσται λοιπόν; Οὐκ ἐπαύσατο ἰατρεύων ὁ ἰατρὸς, ἀλλ᾽ οὐδὲν ἐγένετο πλέον. *Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; Καὶ Γαλαὰδ πόλις ἦν τῶν ἱερέων, καὶ ἔστι. Τοῦτο σαφῶς [ἔστιν] ἰδεῖν ἐκ τῶν Παραλειπομένων· φησὶ γὰρ οὕτως· Τοῖς υἱοῖς Μεραρὴ τοῖς καταλελειμμένοις ἀπὸ φυλῆς Ζαβουλῶν ἀφώρισαν τὴν Ῥεμὸν καὶ τὰ περιπόλεα αὐτῆς. Εἶτά φησι· Καὶ ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Ἱεριχώ. Καὶ φήσας ἀπὸ τῆς φυλῆς Ῥουβὴ φανερὰς πόλεις, ἐπάγει· Καὶ ἀπὸ φυλῆς Γὰδ τὴν Ῥαμὼθ Γαλαάδ. Τοῦτο τοίνυν βούλεται εἰπεῖν, Μὴ οὐκ ἦσαν ἀρχιερεῖς οἱ παιδεύειν δυνάμενοι; ἢ λόγους ἐπωφελεῖς προσάγειν τῷ λαῷ δυνάμενοι; Ῥητίνη γὰρ οἱονεὶ τὸ φάρμακον τὸ ἐπὶ θεραπείᾳ διδόμενον λέγει. Ἰατρὸν δὲ τὸν ἱερέα αὐτὸν, καὶ διὰ τῆς νουθεσίας, καὶ τῆς πρὸς Θεὸν πρεσβείας ἰᾶσθαι τὰ ἁμαρτήματα δυνάμενον, ἵνα εἴπῃ, ὅτι Τῶν μὲν παρὰ σοῦ ὀφειλόντων γενέσθαι ἔλειψεν οὐδέν· οἱ δὲ οὐδὲ ὑπὸ τῆς παραινέσεως ἀμείνους ἐγένοντο.

ΚΕΦΑΛ. Θʹ. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ; Οὐκ ἔχω, φησὶν, ἐν τῇ φύσει δακρύων πλῆθος ἀρκοῦν τῷ μεγέθει τῆς συμφορᾶς. Ἐπειδὴ γὰρ ἔθος ἦν τοῖς προαιρουμένοις πενθεῖν, καὶ κατακοιμίζειν τὸ πλέον τῆς ἀθυμίας [ἄλλ. συμφορᾶς] διὰ τῶν θρήνων, ἐβουλόμην καὶ αὐτὸς, φησὶ, πλέον τι τῆς φύσεως ἀναλαβεῖν, ὥστε ἀποκεῖσθαί μοι τὸ ὕδωρ, καὶ φέρεσθαι ἀνεμποδίστως· οὐδὲν γὰρ λοιπὸν ὄφελος ἦν τοῦ κλαίειν, φησίν.

Τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου. Τί λέγεις; τούτους κλαίειν δέον τοὺς τῇ κακίᾳ ἐνεχομένους; Ναὶ, φησὶν, τούτους ὀδύρομαι. Τίνος ἕνεκεν; ὅτι ἐπὶ τοιαύτῃ προφάσει. Οὐχ ὅτι τιμωροῦνται, ἀλλ᾽ ὅτι πᾶσα λοιπὸν ἀνῄρηται διόρθωσις.

Ἢ ὑπὸ τῶν πολεμίων, ἢ καὶ τῆς ἁμαρτίας. Τίς δώσει μοι ἐν τῇ ἐρήμῳ σταθμὸν ἔσχατον, καὶ καταλείψω τὸν λαόν μου, καὶ ἀπελεύσομαι ἀπ᾽ αὐτῶν; Ὁ προφήτης, Εἴθε, φησὶν, εἶεν ἐν τῇ ἐρήμῳ οἰκῆσαι. Ὅτι πάντες μοιχῶνται. Σύνοδος ἀθετούντων.

Τουτέστι, συμφωνίαν ἔσχον περὶ τὸ κακὸν, ὥστε μηδὲ δύνασθαι ἱκετεῦσαι τὸν Θεὸν ὑπὲρ τῶν ἡμαρτηκότων. Τούτους καταλιμπάνεις καὶ ἀπέρχῃ; Ναὶ, φησίν. Εἰ μὲν ἦν τις ὁ προσέχων τοῖς λεγομένοις, εἰ καὶ ἦν εἷς, οὐκ ἂν ἀπεπήδησα· νῦν δὲ σύνοδος ἀθετούντων.

Καὶ καταλείψω τὸν λαόν μου. Ὡς γὰρ εἷς ὑπάρχων τοῦ λαοῦ, λαὸν ἑαυτοῦ φησι τοὺς καθ᾽ αἷμά τε καὶ γένος οἰκείους. Πάντες μοιχῶνται. Μοιχείαν ἐνταῦθα, ποίαν φησίν; ἢ δηλονότι τὴν ἀπὸ τοῦ Θεοῦ; Μοιχεία γὰρ αὕτη χαλεπὴ καὶ παράνομος, καὶ χαλεπωτέρα ἐκείνης, ὅσῳ καὶ ὁ ὑβριζόμενος μείζων, καὶ αἱ συνθῆκαι ἐπιπλείοσι καὶ πίστεις γεγένηνται.

Σύνοδος ἀθετούντων Ἀεὶ συμφωνούντων εἰς τὸ κακὸν, ὡς καὶ κατὰ Χριστοῦ Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡς τόξον. Τὸ πολεμικὸν αὐτῶν φησι καὶ τὸ ἀμετάθετον. *Ψεῦδος, καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς.

Τουτέστιν, ὑποκρίσεώς εἰσι πεπληρωμένοι. Ἕκαστος ἀπὸ τοῦ πλησίον αὐτοῦ φυλάξασθε. Ὁρᾷς συντετελεσμένην κακίαν, ὅταν μηδὲ τοῖς πλησίον θαῤῥῶσιν, ὅταν διῳκισμένοι τύχωσιν; Τοῦτο τέλος τῆς τοῦ διαβόλου πονηρίας, διαστῆσαι τὰ μέλη, ὅταν μήτε ἀδελφὸς, μήτε φίλος, μήτε ἄλλος τις πιστεύηται.

Καὶ ἐπ᾽ ἀδελφοῖς αὐτῶν μὴ πεποίθατε. Τουτέστιν· Ἐπὶ μηδενὶ πεποίθατε, ὅπερ ὁ Χριστός φησιν· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Ἐνταῦθα οὐ φιλίας ἀναίρεσις, ἀλλὰ φιλίας ὑπόκρισις. Πᾶς ἀδελφὸς πτέρνῃ πτερνιεῖ ἕκαστος κατὰ τοῦ φίλου αὐτοῦ, ἀλήθειαν οὐ μὴ λαλήσωσι.

Ὅταν πανταχοῦ ᾖ κακία, ὅταν μηδὲ μικρὸν τὸ ὑγιαῖνον μέρος ἀληθείας [ἄλλ. ἀλήθειαν] ἔχῃ. Ἠδίκησαν, καὶ οὐ διέλιπον. Ὁρᾷς; οὐχὶ φυσικὰ τὰ κακά. Ὅρα πῶς διαφόρως, ποτὲ μὲν τὰ εἰς τὸν πλησίον ἐγκαλεῖ· Ἠδίκησαν, καὶ οὐχὶ διέλιπον τοῦ ἐπιστρέψαι. Ποτὲ δὲ πανταχοῦ τοῦτο ἐγκαλεῖ, ὅτι ἀμετάβλητα αὐτῶν τὰ κακά.

Μεμάθηκεν ἡ γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ. Οὐδὲν γὰρ οὕτως κακίας εἶδος μισητὸν ὡς τοῦτο, ὅταν ἑτέρα μὲν ἡ ὄψις, ἑτέρα δὲ ἡ γλῶσσα ᾖ. Διὰ τοῦτο ... Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς. Ἡ δοκιμὴ οὐκ ἀπειρίας ἐστίν· οἶδε γὰρ αὐτοὺς πονηροὺς ὄντας· ἀλλὰ Δοκιμῶ, Ποιῆσαι δοκίμους βούλομαι. Μὴ τοίνυν φεύγωμεν κόλασιν, ἀλλὰ φεύγωμεν ἁμαρτίαν· ἡ μὲν γὰρ ἀδοκίμους, ἡ δὲ δοκίμους ποιεῖ.

Βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν. Ὁ Ἑβραῖος, ἀναιροῦσα, ἔχει. Πῶς δύναται γλῶσσα τρῶσαί ποτε; Βέλους παντὸς χαλεπώτερον τιτρώσκει ἡ γλῶσσα· οὐ σώματι δίδωσι πληγὴν ἀλλ᾽ αὐτῆς καθικνεῖται τῆς ψυχῆς. Δόλια τὰ ῥήματα.

Τοῦτο πάντες ἐγκαλοῦσι, τὸν δόλον, τὴν ὑπόκρισιν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; Κατ᾽ ἐρώτησιν προάγει τὸν λόγον, μονονουχὶ δικαστὰς καθίζων αὐτοὺς τῶν γεγονότων. Ταῦτα περιιδεῖν, φησὶ, δίκαιον; τοιούτοις φανεροῖς πράγμασι δεῖ μὴ ἀμύνασθαι; καὶ τίς ἂν εἴποι τοῦτο;

Ἐπὶ τὰ ὄρη λάβετε κοπετόν. Ὅτι ἐξέλιπον. Οὐκέτι ἐπὶ τοὺς ἄνδρας, ἀλλ᾽ ἐπὶ τὰ ὄρη, ἃ τῆς εὐσεβείας [ἴσ. ἀσεβείας] ὑπόθεσις ἦν, καὶ ἐπὶ τὰς τρίβους θρηνεῖτε, φησίν. Ὅρα πῶς πανταχόθεν ἐλεεινὸν τὸν λόγον ποιεῖ, ὅταν μὴ μόνον ἄνθρωποι ἀπολοῦνται, ἀλλὰ καὶ γῆ δι᾽ αὐτοὺς, καὶ ἔρημος, καὶ οἰκουμένη, καὶ οἱ λοιποὶ πάντες.

Ὡς ἐκεῖ ἁλωσομένων τῶν φευγόντων, διὰ τὸ κατὰ τὸν φόβον τῶν πολεμίων ἐξελθεῖν τὴν πόλιν. Καὶ εἶπε Κύριος· Διὰ τὸ ἐγκαταλιπεῖν αὐτοὺς τὸν νόμον μου, ὃν ἔδωκα πρὸ προσώπου αὐτῶν. Οὐχ ἁπλῶς φησι, τοῦ προσώπου αὐτῶν, ἀλλ᾽ αὐτῶν παρόντων, μαρτυρούντων, ἐπαινούντων τὰ λεγόμενα.

Ἐπαναμιμνήσκει αὐτοὺς τῶν ἐν τῷ Σινᾷ [ἄλλ. Σιναίῳ] ὄρει θαυμάτων. Διὰ τοῦτο τάδε λέγει Κύριος. Τάδε λέγει Κύριος. Οὐκ εἶπεν· Τάδε ποιεῖ· τάδε λέγει. Τέως ῥήματά ἐστι, καὶ ἐὰν ὑμεῖς βούλησθε, διὰ παντὸς ἔσται ῥήματα. Εἰ γὰρ δι᾽ αἰτίαν τινὰ λέγει, ἄνελε τὴν αἰτίαν. Εἰ μὲν γὰρ πάθος ἦν ὁ θυμὸς, εἰκότως ἐφοβοῦ· εἰ δὲ διὰ τοῦτο λέγει, ἄνελε τοῦτο, καὶ οὐκέτι ἐρεῖ. Ὁ Θεὸς τοῦ Ἰσραὴλ οὐκ ἔστιν ἀλλότριος, οὐκ ἔστιν ὠμὸς, οὐκ ἔστιν ἀπάνθρωπος. Ἀναμνήσθητι τοῦ χρόνου, πόθεν ἐκλήθη Ἰσραήλ.

Ἰδοὺ ψωμίζω αὐτοὺς ἀνάγκας, καὶ ποτιῶ αὐτοὺς ὕδωρ χολῆς. Κατάπικρον αὐτῶν τὸν βίον ἐργάσομαι· τὰ γὰρ σιτία τῆς ψυχῆς ἀθυμούσης μεταβάλλει τὴν φύσιν. Καθάπερ ὀφθαλμοὶ τὸ φῶς σκότος ὁρῶσιν, οὕτω καὶ ἡ γλῶσσα τῶν ἡδίστων ὡς πικροτάτων ἀπογεύεται, ὅταν τὸ κεφάλαιον ᾖ διεφθαρμένον. Οὐ τοῦτο οὖν φησιν, ὅτι τὴν φύσιν τοῦ ὕδατος μεταβάλλει, ἀλλὰ, Τοσαύτην, φησὶ, κατασκεδάσω τὴν ἀθυμίαν, ὡς καὶ τὰ στοιχεῖα μένοντα ἐπὶ τῆς οἰκείας φύσεως, ἕτερα αὐτοῖς εἶναι δόξειν. Καθάπερ γὰρ τοῖς νοσοῦσι, καὶ τὰ γλυκέα πικρὰ φαίνονται, οὕτω καὶ τοῖς ἀθυμοῦσι, καὶ τούτοις πολλῷ μᾶλλον, ἢ ἐκείνοις.

Καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν εἰς οὓς, κ. τ. λ. Οὐ τὸ παντελῶς ἀφανισθῆναι λέγων, ἀλλὰ τοὺς μὲν ἐν τούτοις, τοὺς δὲ ἐν ἐκείνοις· ἔδει γὰρ τοὺς αἰχμαλωτισθέντας, μὴ τῇ αἰχμαλωσίᾳ μόνον, ἀλλὰ καὶ τῇ τῶν ἀναιρουμένων ἀπωλείᾳ γενέσθαι σωφρονεστέρους.

Τάδε λέγει Κύριος· Καλέσατε τὰς θρηνούσας. Τί λέγεις; Θρηνητρίας κελεύει πανταχόθεν γυναῖκας καλεῖν, καὶ σοφὰς αὐτὰς λέγει; Τί δήποτε; Κατὰ τὴν ἔξωθεν αὐτῶν ὑπόνοιαν σοφὰς τὴν οἰκείαν ἐπιστήμην. Τὸν γὰρ εἰδότα τι, σοφὸν εἴωθε καλεῖν· ὡς ὅταν λέγῃ· Φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ. Καί· Ποῦ εἰσιν οἱ σοφοὶ Τάνεως; τίνος οὖν ἕνεκεν παρακελεύεται τοῦτο ποιεῖν; ὥστε αὐτοὺς εἰς πίστιν ἀγαγεῖν καὶ διόρθωσιν· οὐχ ἵνα τοῦτο γένηται· οὐδὲ γὰρ βούλεται θρηνεῖν ἁπλῶς. Ἐν ἐκκλησίαις γὰρ Κυρίου μὴ κλαίετε δάκρυσι, φησὶν, ἀλλ᾽ ἀξιοπιστίας ἕνεκεν, καὶ τοῦ πληροφορηθῆναι ἑαυτοὺς ὑπὲρ τῶν ἐσομένων. *Καὶ διδάξατε τὰς θυγατέρας ὑμῶν οἶκτον, καὶ γυνὴ τὴν πλησίον αὐτῆς θρῆνον.

Ἀνωτέρω φήσας· Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν· ἐπήγαγε ταῦτα, οὕτω λέγων, ὅτι Μάτην, φησὶν, ἑτέρας καλεῖτε εἰς τὸ τὸν θρῆνον λέγειν, ἄμεινον ὑμᾶς αὐτοὺς ταῦτα μαθεῖν, ὡς οὐκ ἀρκούντων ἐκείνων ἐπὶ τῷ πλήθει τῶν ἀναιρουμένων.

Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν. Οὐκ ἐκ τῶν παρατάξεων, οὐδὲ ἐκ τῆς μάχης καὶ τοῦ πολέμου. Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων εἰς παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου. Οἱ νεκροὶ ἔσονται ἄταφοι· καὶ πάλιν καὶ τοῦτο μέγιστον ἐδόκει εἶναι μῦσος· οὐ γὰρ ὄντως τοῦ θάπτοντος τοῦτο συνέβαινεν.

Μὴ καυχάσθω ὁ σοφός. Ὅρα ποῦ τρέπει τὸν λόγον. Ἐπειδὴ εἰκὸς ἐξ ὑμῶν εἶναί τινας, φησὶν, ἰσχυροὺς, πλουσίους, σοφοὺς, οὐδὲν ὑμᾶς ὠφελήσει τοῦτο, φησίν. Ὅρα φιλοσοφίας διδάγματα μεγάλα καὶ θαυμαστὰ, ὅτι Οὐκ ἔστιν ἄξιον καυχήματος. Ἀπόντος γὰρ τοῦ φόβου τοῦ Θεοῦ, τὸ μὲν πενία, τὸ δὲ τιμωρία, τὸ δὲ ἀσθένεια δείκνυται. Ἐὰν γάρ τις, φησὶ, τέλειος ἐν υἱοῖς ἀνθρώπων, ἡ δὲ παρὰ σοῦ σοφία ἀπῇ [ἄλλ. τῆς δὲ π. σ. σοφίας ἀπούσης] εἰς οὐδὲν λογισθήσεται.

Συνιεῖν καὶ γινώσκειν. Τί ἐστι τὸ εἰδέναι τὸν Θεὸν, ἢ βίου ἐπιμελεῖσθαι θαυμαστοῦ; *Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίαν αὐτῶν ἐπ᾽ Αἴγυπτον, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ υἱοὺς Ἀμμών.

Μέχρι μὲν οὖν τούτων πρὸς τοὺς ἐπὶ τῇ προφάσει τοῦ ναοῦ μὴ προσδοκῶντας αἰχμαλωσίαν ἔφη. Ἐπειδὴ δὲ τὴν περιτομὴν προεβάλλοντο σημεῖον τῆς πρὸς Θεὸν οἰκειώσεως, λέγει ὁ Θεὸς, ὅτι Καὶ ἐπὶ τὰ λοιπὰ ἔθνη τὰ περιτετμημένα ἐπάξω τὴν τιμωρίαν.

Οὐ γὰρ ἡ περιτομὴ τὴν πρὸς ἐμὲ οἰκείωσιν σημαίνει, ἀλλὰ τὸν τρόπον ζητῶ· εἶτα κἀκείνων χείρους ἀποφαίνων Ἰουδαίους, ἐπάγει· Ἐπ᾽ Αἴγυπτον, καὶ ἐπὶ τὴν Ἰδουμαίαν. Ὅτι κἂν περιτομὴν ἔχωσιν, ἀπερίτμητοί εἰσι τῇ σαρκί· οὐ γὰρ δὴ κατὰ νόμον τοῦτο ποιοῦσιν· καὶ γὰρ λέγονται περιτέμνεσθαι καὶ Ἰδουμαῖοι, καὶ οἱ λοιποί. Ὅσῳ δὲ καρδία βελτίων, τοσούτῳ χεῖρον τὸ ἀπερίτμητον τοῦτο. Τινὲς δέ φασιν, ὅτι οἱ Αἰγύπτιοι περιετέμνοντο, καὶ τοῦτο Ἡρόδοτος ἱστορεῖ. Ἐμοὶ δοκεῖ τοὺς Σαῤῥακηνούς. Τί λέγεις; Ἀπερίτμητοί εἰσιν. Οὐκοῦν πολλῷ μᾶλλον ὑμεῖς τῇ καρδίᾳ.

Ἀλλὰ περιτέμνονται; Ὥσπερ οὖν ἐκείνους οὐδὲν ὠφέλησε τὸ πρᾶγμα, οὕτως οὐδὲ ὑμᾶς· ὑμεῖς ἐκείνων χείρους ἐστέ. Τὸ δὲ, καὶ ἐπὶ πάντα περικειρόμενον τὸ κατὰ πρόσωπον αὐτοῦ, περὶ τῶν Σαρακηνῶν λέγει, οἳ τὴν κόμην κατὰ τὸ ὄπισθεν μέρος ἐῶντες, μόνον ἀποκείρονται τὸ μέρος τὸ ἐπὶ τὸ μέτωπον, κοσμοῦντες τὴν τρίχαν, οἵ εἰσιν οἱ νῦν λεγόμενοι γεντίλιοι.

Φήσας δὲ ἀπεριτμήτους αὐτοὺς εἶναι τὴν καρδίαν ὑπὲρ πάντα τὰ ἔθνη, δεικνὺς, ὡς οὐ λοιδορία ψιλὴ τὸ λεχθὲν, ἐπάγει·