Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Προφητείες κατά τών Βασιλέων τού Ιούδα καί η Επαγγελία τής Δικαίας Ανατολής

Έλεγχος τών ηγετών (Ιωακείμ, Ιεχονίας, Σεδεκίας) γιά τήν πλεονεξία καί τήν αδικία, καί η υπόσχεση τής ανάδειξης ενός δίκαιου άρχοντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 18 από 28

ΚΕΦΑΛ. ΚΑʹ. Ὁ λόγος ὁ γενόμενος. Ὅρα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν· ἠπείλησε πολλὰ διὰ ῥημάτων, οὐκ ἔπεισεν· ἐκάκωσε τὸν προφήτην· ἔδειξεν αὐτῷ τὰ μέλλοντα διὰ τύπου, διὰ ῥάβδου, διὰ λέβητος, διὰ περιζώματος, διὰ τοῦ βίκου.

Ὑπέσχετο μυρία ἀγαθά· ἐπήγαγε καὶ τὴν πληγὴν τῆς ἀβροχίας· ἔτι χείρους ἦσαν. Ἐπάγει λοιπὸν αὐτοὺς τοὺς πολέμους αὐτοῖς. Ἐπειδὴ γὰρ τῷ προσηνεῖ καὶ γλυκεῖ φαρμάκῳ εἶξαι οὐκ ἠθέλησαν, ἐπάγει τινὰ τομήν. Ἀλλ᾽ ὅρα καὶ ἐνταῦθα τὴν φιλανθρωπίαν· ἵνα γὰρ μή τις λέγῃ, ὅτι καὶ πλῆξαι ἐχρῆν· καὶ τοῦτο ποιεῖ, καὶ πανταχοῦ ἴδοι τις ἂν τοῦτο γινόμενον.

Ἐπερώτησον. Τεταπεινωμένοι γὰρ ἦσαν ἐν ταῖς συμφοραῖς, καὶ πρὸς τὸν Θεὸν κατέφευγον τότε μόνον. Καὶ οὐδὲ τότε ὡς ἐχρῆν. Τίνος γὰρ ἕνεκεν ἐρωτᾷς, ὡς εἰδὼς, [ὁ εἰδὼς] ὅτι πάντως ἀληθῆ τὰ λεγόμενα; πῶς οὖν οὐ πείθῃ; ἀλλ᾽ ἂν μὲν κατὰ γνώμην ἀκούσῃς, ἐπαινεῖς τὸ λεχθέν; ἂν δὲ τὸ ἀληθὲς μάθῃς, δυσχεραίνεις καὶ ἀγανακτεῖς; Ποῦ τοίνυν οἱ ψευδοπροφῆται οἱ λέγοντες, Οὐκ ἔστι πόλεμος, οὐκ ἔστι μάχη, οὐδὲ λιμὸς, οὐδὲ μάχαιρα; Καὶ μετ᾽ ὀλίγα· Ἐπερώτησον περὶ ἡμῶν τὸν Κύριον· [ὑπὸ] πολλῆς ἀνοίας μηδεμίαν ἐπιδειξάμενοι μεταβολὴν, μεταβολὴν δεινῶν προσεδόκησαν. Πόθεν; Ναὶ, φησί· Κατὰ πάντα τὰ θαυμάσια αὐτοῦ. Προσεδόκησαν τὸ Θεῖον δόξης ἐφίεσθαι· νῦν μιμνήσκῃ τῶν θαυμασίων; νῦν οἶδας, ὅτι πάντα δύναται ὁ Θεὸς ὑπὸ τῆς θλίψεως πιεσθεὶς φιλοσοφεῖς; Τούτων οὐχὶ νῦν τῶν ῥημάτων καιρὸς ἦν, ἀλλ᾽ ὅτε αὐτῶν κατεφρόνεις· ὅτε παρῴνεις εἰς τοὺς ὅρκους τοὺς κατ᾽ αὐτοῦ. Ὅρα πόση φρίκη τῶν ὅρκων· ὤμοσεν ὑπακούειν· οὐχ ὑπήκουσε, καὶ ἁλίσκεται. Τοίνυν οὐχ ἵνα ὁ Βάρβαρος ἐκδικηθῇ, ἀλλ᾽ ἵνα ὁ Θεὸς μὴ ὑβρίζηται· ἵνα μηδεὶς ἕτερος παρανομῇ. Καὶ μετ᾽ ὀλίγα· Ἐγὼ τὸν Ναβουχοδονόσορ οὐχ οὕτως ἡγοῦμαι τοῖς ὅπλοις θαῤῥεῖν, ὡς τῇ εὐνοίᾳ τῇ παρὰ Θεοῦ. Τοῦτο γοῦν ὁ εὐνοῦχος αὐτοῦ ὀνειδίζει. Διδάσκαλος ὁ Ναβουχοδονόσορ τοῖς Ἰουδαίοις παραγίνεται τοῦ μηδέποτε ἐπιορκεῖν.

Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ μεταστρέψω. Κἂν αὐτοὶ, φησὶ, βούλωνται ἀναχωρῆσαι, ἐγὼ πολεμήσω ὑμᾶς. Καὶ πρὸς τὸν λαὸν τοῦτον ἐρεῖς. Ἰωακεὶμ αὐτομολήσας πρὸς τὸν Βαβυλώνιον, καὶ λοιπὸν τὰ τῆς δουλείας καταδεξάμενος, ὅρκους ἐπιτελέσας, ὑπόφορος τούτῳ γίνεται. Ὁ Σεδεκίας δὲ παρέβη τοὺς ὅρκους, καὶ παρεσπόνδησεν· ἐπέρχεται λοιπὸν ὁ Βαβυλώνιος, ἀφορμὴν δικαίαν ἔχων τοῦ ὅρκου· ἀλλ᾽ οὐδὲ οὕτως αὐτοὺς προδίδωσιν ὁ Θεός.

Ἀλλ᾽ εἰ βούλεσθε, φησὶν, ἐξελθεῖν, εἰς σωτηρίαν ἔσεσθε. Τί ποιῆσαι πλέον ἐχρῆν; εἵλοντο κοινωνῆσαι τῆς ἐπιορκίας αὐτῷ· μάλιστα δὲ οὐδὲ τὸν προφήτην ἔρεσθαι ἔδει, οἷον τὸ τοῦ ὅρκου τέλος ἔσται, καταπατηθέντων τῶν ὅρκων καὶ τῶν συνθηκῶν. Πλὴν ἀλλ᾽ ἵνα μηδὲ τὴν ἐκ τῆς ἀγνοίας ἀπολογίαν ἔχῃ, ἵνα μὴ τὴν ἀνάγκην ἔχωσι τοῦ ἄρχοντος οἱ ἀρχόμενοι, καὶ τούτους ἐξαιρήσονται [ἴσ. ἐξαιρεῖται]. Ἐπὶ θύραις ἡ τιμωρία, φησίν· ὑμεῖς κύριοι ταύτην φυγεῖν.

Τίνος οὖν ἂν εἶεν ἄξιοι οἱ παρόντα δυνάμενοι τὸν ὄλεθρον διαφυγεῖν, καὶ μήτε ἐπιορκῆσαι καὶ σωθῆναι, ἑλόμενοι μετὰ τοῦ ἀποθανεῖν καὶ τὸ τῆς ἐπιορκίας ὑποστῆναι ἔγκλημα; Καὶ μετ᾽ ὀλίγα· Εἰδέναι δὲ ὀφείλομεν, ὅτι κἂν Ἕλλην ὁ ἠδικημένος ᾖ, ἐπεξέρχεται ὁ Θεός· καὶ γὰρ ἐκεῖνος αὐτοῦ ἐστι, καὶ χωρὶς τούτου, τῶν ἰδίων μᾶλλον φείδεται· καὶ ὁ ἀδικῶν αὐτός ἐστιν ὁ βλαπτόμενος.

Καὶ ὁ ἐκπορευόμενος προσχωρῆσαι πρὸς τοὺς Χαλδαίους τοὺς συγκεκλεικότας ὑμᾶς, ζήσεται, καὶ ἔσται αὐτῷ ἡ ψυχὴ αὐτοῦ εἰς ὠφέλειαν, καὶ ζήσεται. Ὁ Ἑβραῖος τὸ, εἰς ὠφέλειαν, σαφέστερον τέθεικεν, ἔχει δὲ εἰς σκῦλα. Ἡ δὲ ἔννοια αὕτη· Ὁ μὴ προσφεύγων μὲν, φησὶν, ἀποθανεῖται· ὁ προσφεύγων δὲ ζήσεται, σκῦλα τῶν πολεμίων γενόμενος. Τὸ οὖν, εἰς ὠφέλειαν, τοῦτ᾽ ἔστι, τοῦτο αὐτὸ κερδανεῖ, τὸ ζῇν.

Ὁ οἶκος βασιλέως Ἰούδα, ἀκούσατε τὸν λόγον Κυρίου. Ὁ οἶκος Δαβὶδ, τάδε λέγει Κύριος· Κρίνατε τὸ πρωῒ κρῖμα, καὶ τὰ ἑξῆς. Ἀπειλήσας παραινεῖ μεταβάλλεσθαι τὴν γνώμην, δεικνὺς, ὡς διὰ τὸ ἀμεταμέλητα πταίειν, αὐτοὺς τιμωρεῖται.

Ἐπάγει γοῦν· Καὶ ὁ ἐκπορευόμενος. Τίς οὐκ ἂν εἵλετο προσχωρῆσαι, θεήλατον οὕτω τὴν νόσον ὁρῶν; εἰ γὰρ καὶ τοὺς ἀπομένοντας τοιαῦτα ἔμενε δεινὰ, καὶ πάντως ἀπολέσθαι ἐχρῆν, τίνος ἕνεκεν οὐ προσεχώρουν; ἦ δῆλον ἐκ τοῦ μὴ πιστεύειν.

Οἶκος Δαυΐδ. Οὐχ ἁπλῶς αὐτοὺς ἀνέμνησε τοῦ Δαβὶδ, ἀλλ᾽ ἵνα τὴν ἀρετὴν τοῦ προγόνου αἰσχυνθῶσιν. Εἰ καὶ μηδὲν ἕτερον, παύσωνται ὄντες πονηροί. Ἀκούσατε λόγον. Οὐ διὰ τὸ ἰσχὺν ἔχειν μεγάλην· οὐ διὰ τὸ μηδένα εἶναι τὸν ἰσχυρότερον· οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὰ ὑμέτερα ἐπιτηδεύματα. Τροφὴ γὰρ ἔσται τῷ πυρὶ τούτῳ τὰ ἁμαρτήματα τὰ ὑμέτερα.

Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὼρ, τὴν πεδινὴν, φησὶ Κύριος, τοὺς λέγοντας· Τίς πτοήσει ἡμᾶς, ἢ τίς εἰσελεύσεται εἰς τὸ κατοικητήριον; καὶ τὰ ἑξῆς. Οὐ καλῶς Σὼρ ἡρμήνευται παρὰ τῷ Ἑλληνικῷ· παρὰ γὰρ τῷ Ἑβραίῳ Σοὺρ κεῖται· ἑρμηνεύεται δὲ πέτρα. Μηνύει δὲ τὴν Ἱερουσαλὴμ, ἥτις ἐν τῇ πέτρᾳ κοιλάδος τυγχάνει. Πέτραν δὲ κοιλάδος ἐκάλεσε, διὰ τὴν τοῦ τόπου θέσιν· ὡς τῶν μὲν περὶ τὴν Ἱερουσαλὴμ τόπων ὑπὸ πετρῶν συνεχομένων, οὔσης δὲ καὶ πεδιάδος ἐν κύκλῳ.

Ἰδοὺ ἐγώ. Προφητεύει τῇ Τύρῳ δεινὰ, πολλὰ δὲ καὶ Ἰεζεκιὴλ, καὶ Ἡσαΐας περὶ τῆς Τύρου φησὶν, ὅτι ἐπῆρτο, ὅτι ἔχουσα διδασκαλίας ὁδὸν τοὺς ἐκ γειτόνων Ἰουδαίους, οὐδὲν ἐκαρπώσατο. Διὰ γάρ τοι τοῦτο πρῶτον ἅπτεται τῶν ἐθνῶν τούτων, ὅτι τὰ Ἱεροσόλυμα πλησίον αὐτῶν ἦν· ἀκούεις δὲ προϊὼν, πῶς καὶ Βαβυλῶνος ἅπτεται καὶ τῶν λοιπῶν ἁπάντων, καὶ ὁρᾷς αὐτοῦ τὴν καθόλου πρόνοιαν.

ΚΕΦΑΛ. ΚΒʹ. Ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα, Γαλαὰδ, σύ μοι ἄρχῃ τοῦ Λιβάνου, ἐὰν μὴ θήσω σε εἰς ἔρημον, πόλεις μὴ κατοικισθησομένας. Τὴν Γαλαὰδ νῦν λέγει τὴν Ἱερουσαλὴμ, ἵνα τὸ φαιδρὸν αὐτῆς παραστήσῃ, ἐπειδὴ ἐπίδοξος καὶ ἡ Γαλαάδ. Ἀσαφῶς δὲ κεῖται τὸ νόημα· παραδείγματι δὲ ἐβουλήθη τὰ περὶ αὐτῆς εἰπεῖν. Τοῦτο οὖν βούλεται σημᾶναι, ὅτι ὥσπερ ἡ Γαλαὰδ ἀρχή ἐστι τοῦ Λιβάνου· ἐπίδοξος γὰρ αὕτη παρὰ πάσας τὰς παρὰ τὸν Λίβανον πόλεις κειμένας· οὕτω καὶ σὺ τῶν λοιπῶν πόλεων ἄρχεις. Ἀλλ᾽ ὅμως, φησὶν, ἐπειδὴ ἀγνώμων ἐγένου περὶ ἐμὲ, τὴν ψῆφον ἐκφέρω κατὰ σοῦ. *Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.

Χαλεπὸν ὑπέστη τὸν θάνατον ὁ Ἰωακεὶμ ὁ τοῦ Ἰεχωνίου πατήρ· ἁλοὺς γὰρ ὑπὸ τοῦ Βαβυλωνίου, πρῶτον μὲν ἐδέθη πέδαις χαλκαῖς, εἶτα ἀποσφαγεὶς, ἐῤῥίφη πρὸ τῶν τειχῶν, οὐδὲ ταφῆς ἀξιωθεὶς ὑπὸ τοῦ Βαρβάρου. Καὶ μετὰ ταῦτα μετὰ τὸ τῆς πόλεως ἀποστῆναι τὸν Βαβυλώνιον, συναγαγόντες αὐτοῦ τὰ λείψανα, κατέθεντο ἐπὶ τῷ τόπῳ τοῦ θανάτου. Ὁ τοίνυν Θεὸς διὰ τοῦ προφήτου προλέγει χείρονα πείσεσθαι τὸν ζῶντα διὰ τὴν παρανομίαν. Τὸ οὖν, Μὴ κλαίετε τὸν τεθνηκότα, μηδὲ θρηνεῖτε αὐτὸν, περὶ τοῦ Ἰωακεὶμ λέγει. Τὸ δὲ, Κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, περὶ τοῦ Ἰεχονίου λέγει· τρίμηνον γὰρ αὐτὸν βασιλεύσαντα μετῴκισε εἰς τὴν ἑαυτοῦ γῆν ὁ Ναβουχοδονόσορ.

Μήποτε διὰ τὸν Ἰωσίαν φησίν· οὐδὲν γὰρ δεινὸν πέπονθεν, βίον μὲν ἐσχηκὼς ἀγαθὸν, προανηρπασμένος δὲ τῶν μελλόντων ἐν ἀλλοτρίᾳ γῇ δουλεύειν καὶ τελευτᾷν. Διότι τάδε λέγει Κύριος ἐπὶ Σελλοὺμ υἱὸν Ἰωσίου τοῦ βασιλέως Ἰούδα, τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ.

Σελλοὺμ λέγει τὸν Ἰεχονίαν· οὕτω γὰρ αὐτὸν ἐκάλουν. Ἑρμηνεύεται δὲ Εἰρηνικός. Ἐπειδὴ γὰρ τὸν Ἰωακεὶμ τὸν τούτου πατέρα καταστάντα ὑπὸ τοῦ Αἰγυπτίου αἰχμάλωτον εἷλεν ὁ Βαβυλώνιος, καὶ ἐβασίλευσεν Ἰεχονίας, εἰρηνικὸν αὐτὸν ὀνομάζει, ὡσανεὶ τῆς γῆς οὐκ ἔτι πορθησομένης ὑπὸ τοῦ Βαβυλωνίου, ἀλλὰ ὑποσπόνδου οὔσης, καὶ οὐχ αἱρουμένου, ὡς οἰκεῖον αἰχμάλωτον αὐτὸν λαβεῖν.

Περὶ τοῦ εἰς Αἴγυπτον ἀπελθόντος φησίν· ἐσχάτης δυστυχίας τὸ μηδὲ ἀποθανόντα δυνηθῆναι τῆς πατρίδος ἐπιτυχεῖν, ἀλλὰ καὶ ἄταφον ῥιφῆναι· οὐδὲν χεῖρον τούτου γένοιτ᾽ ἄν. Οὐκ ἀναστρέψει εἰς αὐτὸν οὐκέτι· ἐν τῷ τόπῳ οὗ μετῴκισεν αὐτὸν, ἐκεῖ ἀποθανεῖται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.

Ὑπέλαβον γὰρ αὐτὸν αὖθις ὑποστρέψειν ὑποσχόμενον, φόρους τελέσειν, καθάπερ καὶ ὁ Μανασσῆς ὑπέστρεψεν. Οὐ τοίνυν ταῦτα ἐλπίζειν αὐτοὺς παρεκελεύετο. Ὥστε δῆλον ὅτι ἐν τῇ πόλει ληφθέντος αὐτοῦ αἰχμαλώτου ταῦτα ἔφη ὁ Ἱερεμίας. Εἶχε δὲ ἀρχὴν ὁ Σεδεκίας τῆς βασιλείας. Αὐτὸν γὰρ κατέστησε κρατεῖν τὸν τόπον ὁ Ναβουχοδονόσορ. Συνῆψεν οὖν τὰ ἐν τῇ ἀρχῇ τοῦ Σεδεκίου λεχθέντα, τῇ ἀποκρίσει τῇ γενομένῃ πρὸς τοὺς ἀγγέλους τοὺς ἀποσταλέντας ὑπ᾽ αὐτοῦ πρὸς τὸν προφήτην. *Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ἑξῆς.

Περὶ τοῦ Σεδεκίου λέγει, μεμφόμενος αὐτῷ, ὡς περιττὴν τῶν οἴκων εὐπρέπειαν ἔχοντι, καὶ ἐγκαλῶν ὡς ἀδικοῦσι τοὺς ὑπηρετουμένους καὶ κάμνοντας. Καθάπτεται τοῦ Ἰωακεὶμ, ὡς ἐξ ἁρπαγῆς οἰκοδομοῦντος λαμπρὰ, καὶ καλλωπίζοντος οἰκίας, μὴ μισθοὺς ἀποστεροῦντος μισθωτοῦ. Τί τὴν οἰκίαν οἰκοδομεῖς, καὶ σωτηρίαν τῆς σαυτοῦ ψυχῆς καθαιρεῖς;

Ὁ πλησίον ἐργᾶται· εἰ γὰρ ἀλλότριος ἦν, ἀποστερηθῆναι τῶν μισθῶν ἔδει. Μὴ βασιλεύσεις, ὅτι ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Τουτέστι, Μὴ γὰρ ἐπιμενεῖς τῇ βασιλείᾳ, καὶ ἄγαν εἰς ὕψος ἐγείρεις τὰς οἰκοδομάς; *Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα, καὶ δικαιοσύνην; Τότε ἀγαθὸν ἦν αὐτῷ.

Ὁ πατήρ σου, τουτέστιν, ὁ Δαβὶδ ἐκεῖνος, οὐ περὶ ἀδικίαν ἔχων, καὶ οἴκων ἐπιμέλειαν, εὐδοκίμησεν, ἀλλὰ περὶ τὴν τοῦ Θεοῦ θεραπείαν ἀσχολούμενος. Ἤτοι τὸν Ἰωσίαν φησὶν, ἤτοι τὸν Ἄχαζ· τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τοῦ τρόπου.

Ἰδοὺ οὐκ εἰσίν. Ὁρᾷς τὸ κάλλος ποῦ τίθεται; οὐκ ἐν τῷ τύπῳ τῶν μελῶν, ἀλλ᾽ ἐν τῇ καλῇ χρήσει. *Διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίου βασιλέως Ἰούδα· Οὐ μὴ κόψωνται, οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφοὶ, καὶ τὰ ἑξῆς.

Τινὲς μὲν ἔφασαν ἀπότμημα εἶναι τοῦτο τῶν ἔμπροσθεν· οἶμαι δὲ κεῖσθαι ἀκολούθως· τὴν δὲ ἔννοιαν ταύτην εἶναι ἡγοῦμαι· Ἐμνημόνευσε τῶν κατὰ τὸν Ἰωακεὶμ, ὧν προεῖπεν, ὡς ἂν πείσῃ αὐτοὺς ἀληθῆ εἶναι [τὰ] παρ᾽ αὐτοῦ λεγόμενα.

Συμψησθείς. Τί ἐστι, συμψησθείς; Σύμμαχός φησι· Ὡς κόπριον συλληφθείς. Ὁ γὰρ Βαβυλώνιος αὐτὸν ἀνελὼν, οὕτως ἔῤῥιψε, καὶ οὐκ ἐτάφη. Ἢ ἐτάφη καθάπερ ὄνος, συμφυρεὶς σποδῷ καὶ γῇ καὶ κονιορτῷ. Ἐκ γὰρ τοῦ θορύβου οὔτε ἐκόπη, οὔτε ἀπεπλύνθη αὐτοῦ τὸ σῶμα· [τοῦτο γὰρ ἦν τὸ χαλεπώτατον·] οὗτος γὰρ ἦν ὁ χαλεπώτατος πάντων. Ὁρᾷς παῤῥησίαν προφήτου, οἷα αὐτὸς προλέγει, καὶ οὐχ ὑποστέλλεται; *Ἀνάβηθι ἐπὶ τὸν Λίβανον, καὶ κράξον, καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου, καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης.

Τουτέστι, Ταῦτα λέγων οὐκ ἠκουόμην. Ἆρα ἀνέβαινε; οὐκ ἔγωγε οἶμαι, ἀλλ᾽ ὥστε κατάδηλον γενέσθαι τὴν φωνήν. Ὅτι συνετρίβησαν. Τοὺς συμμάχους αὐτῆς λέγει, οἷς ἐθάῤῥει. Ἐλάλησα ἐν τῇ παραπτώσει σου, καὶ εἶπας, Οὐκ ἀκούσομαι.

Τουτέστιν, ἐφεστώτων κακῶν, ἐκήρυξα, καὶ ἀπείπαντο τῶν λόγων τὴν παραίνεσιν. Καὶ εἶπας· Οὐκ ἀκούσομαι. Καὶ ὃ πρότερον εἶχεν ἀρετῆς λόγον, καὶ τοῦτο ἀπώλεσε τὸ, ὅτε ἀπέκτονεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Καίτοι τίς ἐν θλίψει οὐκ ἂν ἀκούσειεν; καὶ οὐ νῦν, ἀλλ᾽ ἀεὶ τοιαύτη γέγονας.

Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος. Ἐφ᾽ οἷς προσεδόκας εἶναι ἐν ἀδείᾳ. Ὅταν γὰρ εἴς τι θαῤῥῶμεν πρᾶγμα, ἀναιρεῖ αὐτὸ ὁ Θεός· ἵν᾽ ἐπ᾽ αὐτῷ λοιπὸν μὴ ἐλπίζωμεν, καὶ ἐπ᾽ αὐτῷ προσδοκῶμεν. Ὅτι τότε αἰσχυνθήσῃ.

Οὐ φαινομένων, φησὶν, ἀλλ᾽ ἀναιρουμένων ἐκ τοῦ μέσου. Ζῶ ἐγὼ, λέγει Κύριος. Εἰ καθάπερ σφενδόνην τις συσφίγξει ἐπὶ τῆς χειρὸς περιφέρων, καὶ οὕτως αὐτὸν ἐγὼ ἔχοιμι, οὐδὲ οὕτως προστήσομαι αὐτοῦ· εἰ δὲ Θεὸς οὐ προστήσεται, τίς αὐτὸν ἐξαιρήσεται;

Καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου. Καὶ ταῦτα κατὰ τὸν ὅμοιον τρόπον εἰρῆσθαι νομίζω. Ὅτι καὶ περὶ τοῦ Ἰεχονίου, φησὶν, ἔφασκον. Καὶ ἐπειδὴ ἐνόμιζον εἶναι ἐν ἀσφαλείᾳ. Τοῦτο μὲν, ὡς ἀπὸ τοῦ Βαβυλωνίου καταστὰς, τοῦτο δὲ, ὡς ἐν τῷ ναῷ, καὶ τῇ Ἱερουσαλὴμ τυγχάνων μηδὲν πείσεσθαι, προειπὼν αὐτῷ μὴ θαῤῥεῖν ἐπὶ τούτοις, καὶ τὸ ἔργον ἐξέβη. Τὸ οὖν, Ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ἵνα εἴπῃ, Ἐν τῷ ναῷ, ἔνθα βοηθεῖν εἴωθα τοῖς ἐκεῖ οὖσιν. Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ αὐτὸς, τουτέστιν, ὁ Ἰεχονίας.

Στόμα δὲ ἐξουδενωμένον διὰ τὴν βλασφημίαν· ἐκτετιναγμένον δὲ, ὡς ἀπωσμένου. Καὶ ἀποῤῥίψω σε. Λέγουσι δὲ αἱ Βασιλεῖαι, ὅτι καὶ τιμῆς ὕστερον ἀπήλαυσε, καὶ ὑψώθη ὕστερον ὁ θρόνος αὐτοῦ, ἴσως βελτίονος γενομένου· ὥστε καὶ ὅταν λέγῃ· Οὐ μὴ καθίσῃ ἐπὶ τοῦ θρόνου ἀπὸ τοῦ σπέρματος αὐτοῦ· εὔδηλον ὅτι τοιούτου μένοντος· πέρας γὰρ λαλήσω ἐπὶ βασιλείας καὶ ἐπὶ ἔθνος τοῦ κατασκάψαι, καὶ ἐὰν ἐπιστρέψουσιν, οὐδὲν ποιήσω. *Ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία.

Αἰχμάλωτος γὰρ ληφθεὶς ἐν ἀτιμίᾳ γέγονε, τῆς βασιλείας ἐκπεσών. Καὶ γὰρ ἦν ἀκάθαρτος· ἀλλὰ καὶ ἄλλως· Ἀκάθαρτος γέγονεν εἰς ἀλλοτρίαν ἀπελθὼν γῆν. Γῆ, γῆ, ἄκουσον. Ἐπειδὴ οὐδεὶς οὐκ ἤκουσε τῶν ἀνθρώπων, διὰ τοῦτο πρὸς τὴν ἄψυχον διαλέγεται. Τί δέ ἐστιν ἐκκήρυκτον;

Ἄτιμον, φησίν· Ἀκύλας μὲν, ἀναύξητον φησίν· ὁ δὲ Σύμμαχος· Κενὸν, ἀπηλλοτριωμένον. Τάδε λέγει Κύριος· Γράψον σὺ τὸν ἄνθρωπον τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ἀνευόδωτον ἄνθρωπον ἐν ταῖς ἡμέραις αὐτοῦ. Τουτέστι, Τοῖς παροῦσι μαρτύρομαι, ὡς ἀλλότριον ἑαυτοῦ ὁ Θεὸς τοῦτον ἐποιήσατο, καὶ σημειώσασθε τὸν λόγον τοῦτον. Τοῦτο γὰρ βούλεται τὸ, γράψον· τῷ γὰρ πλήθει γράψαι παρῄνεσεν. Τὸ δὲ ἀνευόδωτον, σαφῶς ἡρμήνευσεν ἐπάγων· Ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ. Ἀντὶ γὰρ τούτου, οὐχ ὁ υἱὸς ἐβασίλευσεν, ἀλλ᾽ ὁ θεῖος ὁ τοῦ Ἰωακεὶμ ἀδελφός.

ΚΕΦΑΛ. ΚΓʹ. *Ὦ οἱ ποιμένες οἱ ἀπολλύντες, καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς μου. Τὸν ὅμοιον, φησὶ, τρόπον, καὶ σὺ, ὦ Σεδεκία, παρανομῶν διατελεῖς, καὶ αἴτιος ἀπωλείας τῷ πλήθει γίνῃ. Καὶ ὁ Ἰεζεκιὴλ πολλὰ κατ᾽ αὐτῶν φησι, καὶ αὐτὸς ὁ Ἱερεμίας, καὶ ὅρα χαλεπωτέραν κατ᾽ αὐτῶν τὴν τιμωρίαν. Οὗτοι γὰρ ἀπόλλυνται ἐπ᾽ ἀλλοτρίας· τοῖς δὲ ἀπατηθεῖσιν ἐπαγγέλλεται μετὰ ταῦτα ἄνοδον, καὶ κακῶν ἀπαλλαγὴν, καὶ ἄρχοντας καθαρούς.

Ἴδε πανταχοῦ τὸ δίκαιον. *Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ στήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς δίκαιος. Περὶ τοῦ Ζωροβάβελ λέγει. Σύμμαχός φησιν ἀντὶ τοῦ, Ἀνατολὴν δικαίαν, Βλάστημα δίκαιον· περὶ Χριστοῦ τοῦτο εἴρηται, ὥς φασί τινες, ἐγκεκρυμμένως. Κατὰ δὲ ἱστορίαν περὶ Ἰωσεδέκ. Καὶ εὐκαίρως δίδωσι τοὺς ἀγαθοὺς ἄρχοντας, ὅτε αὐτοὺς ἐκ τῆς τιμωρίας σωφρονεστέρους ἐποίησεν, ὥστε καὶ εὐπαράδεκτον γενέσθαι τὴν ὠφέλειαν, τῆς ῥᾳθυμίας καὶ ἀλαζονείας ἀνῃρημένης.

Καὶ τοῦτο ὄνομα αὐτῷ, ὃ καλέσει αὐτὸν Κύριος Ἰωσεδέκ. Ἐν τοῖς προφήταις τὸ, Ἰωσεδὲκ, ἑρμηνεύεται ἄρχων δικαιοσύνης ἡμῶν, ἵνα εἴπῃ, ὅτι, ὡς προφῆται κατὰ γνώμην τοῦ Θεοῦ φθέγγονται, οὕτω καὶ αὐτὸς δίκαιος γενόμενος εἰς δικαιοσύνην ἄξει τὸν λαόν.

Συνετρίβη ἡ καρδία μου. Τοῦτό φησιν, ὅτι Ἐγὼ μὲν, ἰδὼν τὴν δόξαν τοῦ Θεοῦ ἐξέστην· οὗτοι δὲ οὐδὲ τὴν τιμωρίαν δεδοίκασιν. Καὶ ἐγένετο ὁ δρόμος. Τουτέστιν, ἡ σπουδὴ ἐπ᾽ οὐδενὶ καλῷ. Ὥστε ἐσπούδαζον, ἀλλ᾽ οὐκ ἐπὶ χρηστοῖς πράγμασιν.

Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν. Ἐμοὶ δοκεῖ τὰς μοιχείας λέγειν ἐν αὐτῷ τῷ οἴκῳ, ἀπὸ τοῦ ἀξιώματος ἱερεύς· ἀπὸ τοῦ τόπου, ἐν τῷ οἴκῳ· ἀπὸ τοῦ πράγματος, πονηρίας μοιχείας. Τί τούτου χαλεπώτερον; εἰ καὶ τοῖς ἄλλοις ἠπίστουν, τοῦτο ἱκανὸν ἐλέγξαι αὐτῶν τὴν πονηρίαν· ἀλλοτρίους διώρυττον γάμους, ἐπεμαίνοντο ταῖς γυναιξίν.

Διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν. Ὅρα, πῶς πάλιν οὐ παρὰ πόδας ἐπάγει τὴν κακίαν, ἀλλὰ δίδωσι προθεσμίας· εἶτα ἵνα μὴ ἀναβολὴ εἰς ἀπιστίαν αὐτοὺς καὶ κακίαν ἀγάγῃ, ἀναμιμνήσκει τοὺς τὰ αὐτὰ πλημμελοῦντας αὐτοῖς, καὶ χαλεπώτερα παθόντας.