Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)
Η Εβδομηκονταετής Αιχμαλωσία καί η Σύγκρουση μέ τούς Ψευδοπροφήτες
Η προαγγελία τής Βαβυλώνιας αιχμαλωσίας, η επιστολή στούς εξόριστους, καί η αντιπαράθεση μέ τόν Ανανία καί τόν Σαμαία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Εβδομηκονταετής Αιχμαλωσία καί η Σύγκρουση μέ τούς Ψευδοπροφήτες
Η προαγγελία τής Βαβυλώνιας αιχμαλωσίας, η επιστολή στούς εξόριστους, καί η αντιπαράθεση μέ τόν Ανανία καί τόν Σαμαία.
ΚΕΦΑΛ. ΚΕʹ. Ὁ λόγος ὁ γενόμενος. Μέλλει λοιπὸν ὁρίζειν τῆς τιμωρίας τὸν χρόνον, καὶ τὴν ἀπόφασιν ἐκφέρειν. Καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρίζων. Δι᾽ ἑνὸς προφήτου ταῦτα συνεχής· καὶ γὰρ καὶ διὰ τῶν ἄλλων ἐλάλησα· καὶ οὐ διέλιπον ἀεὶ λαλῶν, καὶ ἐλάλησα οὐδὲν φορτικόν. Τοῦτο καὶ ὁ Χριστὸς ποιεῖ μέλλων τὴν πόλιν παραδιδόναι τοῖς πολεμίοις, μονονουχὶ ἀπολογεῖται πρὸς αὐτούς· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, καὶ οὐκ ἠθελήσατε; καὶ τὰ ἑξῆς.
Διὰ τοῦτο τάδε λέγει Κύριος. Μὴ γὰρ διὰ τοῦτο ἔδωκα, ἵνα πάλιν ἀφέλωμαι; μὴ γὰρ μισθὸν ὑμᾶς ἀπῄτησα; καὶ γὰρ χάριτος ἦν ἔργον· οὐδεὶς τὰ δωρηθέντα ἀφαιρεῖται, ἂν μὴ σφόδρα ἀνάξιος ᾖ ὁ λαβών. Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ λήψομαι πατριάν.
Ἄξω, φησὶ, Βαβυλωνίους, ἐπειδὴ οὐκ ἐπιστεύσατε· ὁρᾷς. πόθεν αὐτοῖς ἡ ῥᾳθυμία γέγονεν; ἐκ τοῦ ἀπιστεῖν. Τοῦτο καὶ νῦν γίνεται περὶ τῆς γεέννης· μὴ γὰρ οὐκ ἐδυνάμην κολάσαι εἴγε ἤθελον; τούτου δὲ αἴτιοι οἱ ψευδοπροφῆται. Οὐκ ἐπιστεύσατε τοῖς ῥήμασι, πιστεύσατε τοῖς πράγμασιν.
Ἐπὶ πάντα τὰ ἔθνη. Τίνος ἕνεκεν; ἵνα μάθῃς ὅτι αὐτοῦ καθόλου τοῦ Θεοῦ ἡ πρόνοια. Καὶ δουλεύσουσιν. Τὰ ἑβδομήκοντα ἔτη φιλάνθρωπος ὢν, οὐχὶ μετὰ τὴν τοῦ ναοῦ καθαίρεσιν ἀριθμεῖ μόνον ἕως τῆς ἐπανόδου, ἀλλὰ καὶ μέχρι τῆς κατασκευῆς τοῦ ναοῦ.
Ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. Πρὸ τῶν ἑβδομήκοντα ἐτῶν ἀνήγαγεν αὐτοὺς, καὶ ἐλογίσατο, καὶ τὰ τῆς ἀνόδου εἰς τὴν αἰχμαλωσίαν. Ὅπου γὰρ οὐκ ἦν ναὸς, οὐδὲ ἱερεὺς, οὐδὲ θυσιαστήριον, οὐδὲ θυσία, τί διενήνοχε τῶν ἐν αἰχμαλωσίᾳ ζώντων; καὶ τοῦτο δὲ τῆς φιλανθρωπίας αὐτοῦ. Διὰ τοῦτο ἐπὶ Δαρείου, φησὶ, μετὰ τὴν ἄνοδον τοσούτων παρελθόντων καιρῶν λέγει, Ἕως πότε ὑπερεῖδες, Κύριε, τὴν Ἱερουσαλήμ; τοῦτο ἑβδομηκοστὸν ἔτος, τότε πληροῦσθαι τὰ ἑβδομήκοντα. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν κολάσει, λέγων· Ἑκατὸν εἴκοσιν ἐτῶν ἔσται ἡ ζωὴ τῶν ἀνθρώπων, καὶ ἑκατὸν ἔτη ζῶσιν. Ἐποίησε δὲ αὐτὸ καὶ ἐπὶ τῆς ἀναστάσεως· εἰπὼν γὰρ, ὅτι Τρεῖς ἡμέρας, καὶ τρεῖς νύκτας, τῇ τρίτῃ ἡμέρᾳ ἀνίσταται. Ἀλλ᾽ ἐκεῖνο μὲν φιλανθρωπίας ἦν εἰκότως, τοῦτο δὲ ποίας φιλανθρωπίας; τίνος οὖν ἕνεκεν καὶ τὸ τριήμερον ἐποίησεν; ὥστε πιστευθῆναι, ὅτι [τε]τελεύτηκεν· πολλὰ γὰρ γίνεται διὰ τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐπλήρωσεν αὐτὸ, εἰπὼν, ὅτι ἔσται ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, ἢ ὥστε τὸ σῶμα μὴ διαφθαρῆναι; Τί γὰρ, οὐκ ἠδύνατο συγκρατῆσαι αὐτό; ἠδύνατο, ἀλλ᾽ ἐβούλετο πιστευθῆναι τὴν φύσιν ὡς οὐδενὸς ἀπήλαυε ξένου.
Τινές φασι διὰ τοὺς μαθητὰς, ὥστε διακρατῆσαι αὐτῶν τὴν ἀσθένειαν· διὰ γάρ τοι τοῦτο οὐδὲ ἀνέμενεν αὐτὸς φανῆναι αὐτοῖς, ἀλλὰ τοῖς εὐαγγελίοις προδισχεῖ, καὶ ἀνίησιν αὐτῶν τὴν διάνοιαν· Ἄπελθε, φησὶν, εἰπὲ τοῖς ἀδελφοῖς μου· καὶ μὴν ἠδύνατο εὐθέως φανεὶς μᾶλλον τὸ ῥητὸν πιστώσασθαι· ἀλλ᾽ ὥστε προπαρασκευασθῆναι αὐτῶν τὴν ἀκοήν. Οὐ γὰρ ᾔδεσαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἢ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ Ἰωνᾶς ἐποίησεν ἐν τῇ κοιλίᾳ τοῦ κύτους· ἡ γὰρ φθορὰ κατὰ μίαν ἡμέραν ἄρχεται τοῦ σώματος· ὥστε ἀρκοῦσα μαρτυρία τοῦ [τε]τελευτηκέναι αὐτὸν αὕτη. Καὶ ὅταν μὲν κακὰ ἀπειλῇ, συστέλλει τὸν χρόνον καὶ σοφίζεται· ὅταν δὲ ἀγαθὰ, ἐκτείνει αὐτόν· οὐ γὰρ ὡρισμένα ἔδωκεν ἀγαθὰ, μᾶλλον δὲ οὐδὲ δῆλα. Οὐδαμοῦ τοῖς ἀγαθοῖς ὅρον τίθησιν, ἀλλ᾽ ἢ τὴν ἑκάστου προαίρεσιν, τοῖς δὲ κακοῖς πανταχοῦ· Ἔδωκα ὑμῖν τὴν γῆν ἀπὸ αἰῶνος ἕως αἰῶνος, φησίν. Ὁρᾷς οὐδένα ὅρον· ὅταν δὲ πέμπῃ εἰς αἰχμαλωσίαν, ὥρισε, καὶ ὅρα· ἡ μὲν πρώτη, υʹ, ἡ δὲ δευτέρα, λʹ, ἡ δὲ τρίτη, τρία καὶ οʹ ἔστι [ἔτη]. Αὕτη δὲ διηνεκὴς ἡ ἐπὶ τοῦ Χριστοῦ· τούτων μέμνηται τῶν ἐτῶν ὁ Δανιήλ.
Καὶ ἐν τῷ πληρωθῆναι. Προλέγει τιμωρίαν τοῖς Βαβυλωνίοις, ἵνα μάθῃς ὅτι οὐδὲ νῦν οἰκείᾳ ἰσχύϊ ταῦτα ἐποίησαν. *Καὶ ἐν τῷ πληρωθῆναι ἑβδομήκοντα ἔτη, καὶ ἐκδικήσω ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, καὶ τὰ ἑξῆς.
Τὰ ἑβδομήκοντα ἔτη τῆς αἰχμαλωσίας ἀριθμεῖται ἀπὸ τοῦ τρίτου ἔτους τῆς βασιλείας Ἰωακεὶμ, ὃς μετὰ τὸν Ἰωάχαζ τὸν ὑπὸ τοῦ Αἰγυπτίου κατασταθέντα ἐβασίλευσε. *Λάβε τὸ ποτήριον τοῦ ἀκράτου, τοῦ ἐκ χειρός μου, καὶ ποτιεῖς αὐτὸ πάντα τὰ ἔθνη, πρὸς ἃ ἐγώ σε ἐξαποστελῶ πρὸς αὐτά.
Τοῦ ἀκράτου, ὁ Ἑβραῖος τῆς πικρίας, ἔχει· βλέπει δὲ τὴν ὀπτασίαν πρὸς παραμυθίαν τοῦ λαοῦ. Ἐπειδὴ γὰρ εἰς λογισμοὺς ἐνέπιπτον κρείττονα ὁρῶντες τὸν Βαβυλώνιον, ὡς οὐδὲν ὄφελος αὐτοῖς τάχα τῆς εἰς Θεὸν θεραπείας, δεικνὺς ὁ προφήτης μᾶλλον δὲ ὁ Θεὸς διὰ τοῦ προφήτου, ὅτι δι᾽ ἁμαρτίαν ταῦτα ὑπομένουσι, τὴν κατὰ τῶν ἐθνῶν ποιεῖται προφητείαν, καὶ πάντας τοὺς βασιλεῖς τοὺς ἑβδομήκοντα ἑπτά. Λέγει δὲ τὴν Ἰδουμαίαν τὴν νῦν Βαταναίαν καλουμένην, ἣν εἶχον πρότερον οἱ περὶ τὸν Ῥουβὴμ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ· προϊὼν δὲ λέγει· *Καὶ οἵδε ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται πρὸς πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς.
Τὸ, οἵδε, οὐ καλῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· ἡ Δὰδ γὰρ ἐχρῆν κεῖσθαι. Δὰδ δέ ἐστιν ἐπίῤῥημα τῶν ληνοβατούντων ἀποκρινομένων πρὸς τοὺς καταλέγοντας. Ὥσπερ τοίνυν, φησὶ, τὸ ἐπίῤῥημα τοῦτο λέγοντες προθύμως πατοῦσι τὴν σταφυλὴν, οὕτως ὑμᾶς καταπατήσει, ὡς ληνοβάτης ὁ Βαβυλώνιος ἅπαντα τὰ ἔθνη.
ΚΕΦΑΛ. Κϛʹ. Οὕτως εἶπε Κύριος· Στῆθι ἐν αὐλῇ οἴκου Κυρίου. Ἵνα μάθωσιν, ὅτι οὔτε ἡ ὄψις ἐδυσώπησε τὸν προφήτην· ὥσπερ ἂν εἴτις ἀνδρὸς μεγάλου καὶ θαυμαστοῦ μέλλων καταψηφίζεσθαι, αὐτὸν εἰς μέσον ἀγάγοι τὸν ἄνδρα. Τί λέγεις; οὐ προλαβὼν εἶπες, ὅτι Ὥσπερ τὰ σῦκα τὰ πονηρὰ, οὕτως αὐτοὺς δώσω; πῶς οὖν δίδως ἐλπίδα μεταβολῆς;
Μὴ ἀφέλῃς. Τίνος ἕνεκεν παραγγέλλεις; οὐχ ὡς τοῦτο ποιοῦντος τοῦ προφήτου; μὴ γένοιτο· ἀλλ᾽ ἵνα ἀξιόπιστον ποιήσῃ τὸν λόγον, καὶ μᾶλλον αὐτοὺς πείσῃ προσέχειν· καὶ ὅλως ἀναγκαίας οὔσης λεχθῆναι τῆς προφητείας.
Ἴσως ἀκούσονται. Πολλάκις συμβαίνει ὡς ἐπὶ τῶν ἀνελπίστων καὶ ἀπεγνωσμένων· τοῦτο πείθει τὸν προφήτην, Ἴσως ἀκούσονται, ὁ πάντα προειδώς φησι, καὶ εἰς ἐλπίδα ἄγων αὐτούς. Ἴσως συμβαίνει. Τὸ ἴσως, ἐν τῇ Γραφῇ ἐπὶ βεβαιώσει λέγεται. Ἴσως γὰρ ἐντραπήσονται τὸν υἱόν μου, ἀντὶ τοῦ ὀφείλουσιν ἐντραπῆναι.
Καὶ ἀποστραφῇ. Τοῦτο μάλιστα ἤθελεν ὁ προφήτης ἀκοῦσαι· Σὺ βούλει παρακινδυνεῦσα ἐπ᾽ ἐλπίδι τοιαύτῃ· εἰπὲ οὖν, Οὕτως εἶπε Κύριος. Καὶ δώσω τὸν οἶκον. Ὃ μάλιστα αὐτοὺς ἐλύπει· μέγα γὰρ ἐφρόνουν ἐπὶ τῷ ναῷ. *Πλὴν χεὶρ Ἀχικὰμ υἱοῦ Σαφανῆς μετὰ Ἰερεμίου, τοῦ μὴ παραδοθῆναι εἰς χεῖρας τοῦ λαοῦ, τοῦ μὴ ἀνελεῖν αὐτόν.
Τουτέστι, ἐμήνυσεν αὐτῷ τὰς ἐπιβουλὰς, ὥστε ἐκκλῖναι. Ταῦτα ἀκολούθως κεῖται τῇ προφητείᾳ, ἐν οἷς ἄρχεται τῆς βασιλείας Ἰωακεὶμ, ὡς ἀνωτέρω ἐπεσημηνάμεθα· ἔνθα προεφήτευσε τῆς πόλεως καὶ τοῦ ναοῦ τὴν ἅλωσιν, καθάπερ ἤδη πρότερον ἐπὶ τῆς Σελὼ ἐγένετο. Δῆλον οὖν ὅτι ἅπερ ἀνωτέρω εἶπε κατὰ τοῦ Ἰωακεὶμ, ὅτι ταφείῳ οὐ ταφήσεται, καὶ ὅσα τοιαῦτα κατὰ τοῦτον εἶπε τὸν τρόπον, ἡνίκα συλλαβόμενος αὐτὸν ἀνελεῖν ἠβούλοντο, ὡς κατὰ τῆς πόλεως εἰρηκότα κακά. Ἀλλ᾽ ὁ συνθεὶς, τοῦ προφήτου τὰ ῥήματα τέθεικεν αὐτὰ ἀνωτέρω, δι᾽ ἣν αἰτίαν ἔφαμεν, ὥστε δῆλον ὡς οὐ διατέτμηται τῆς προτέρας ἀκολουθίας ἐκεῖνα· κεῖται δὲ καθ᾽ ὃν ἡρμηνεύσαμεν τρόπον.
Καὶ νῦν βελτίους ποιήσατε ὁδούς. Ὅρα πῶς [videtur superfluere πῶς] ἀντὶ ἀπολογουμένου, διδασκάλου λαβόντα τάξιν. Οὐ ζητεῖ ὅπως τὸν κίνδυνον διαφύγῃ, ἀλλ᾽ ὅπως ἐκείνους ἐξαρπάσῃ τῶν δεινῶν. Καὶ ἀκούσατε.
Εἰ γὰρ μὴ τιμωρία προὔκειτο, εἰ γὰρ μὴ δεινά τινα ἠπείλητο, τοῦ Θεοῦ ἡμῶν ἀκούειν οὐκ ἐχρῆν; Καὶ παύσεται. Τί τούτου λυσιτελέστερον τοῦ λόγου; Ἀλλ᾽ ἀπιστεῖτε; μὴ γὰρ ἐγὼ ταῦτα ἀποφαίνομαι; Ὁ Θεός. Μὴ γὰρ ὁ Θεός; Ὑμεῖς καθ᾽ ἑαυτῶν.
Καὶ ἰδοὺ ἐγὼ, ἐν χερσὶν ὑμῶν. Τί οὖν; ἐὰν ἀποθάνω, οὐκ ἔσται ταῦτα; Περὶ τοῦ Στεφάνου ἔλεγον· Ὅτι λαλεῖ ῥήματα βλάσφημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου. Ἀλλ᾽ ἢ γνόντες. Διατί; Οὐ γὰρ ἀπ᾽ ἐμαυτοῦ, ἀλλὰ παρὰ τοῦ Θεοῦ λαλῶ.
Καὶ εἶπον οἱ ἄρχοντες. Ὅρα, πῶς δεινοποιοῦσι τὸ πρᾶγμα· οὐ βούλονται τὰ ῥήματα εἰπεῖν, οὐκ ἀνεχόμενοι οὐδὲ μέχρι ψιλῆς γλώττης αὐτῶν ἐπιμνησθῆναι. Οὕτω καὶ ἐπὶ Στεφάνου, Ῥήματα βλάσφημα λαλεῖ. Οὐκ εἶπον, ποῖα τὰ βλάσφημα. Τῇ παραλείψει πολλάκις ἐπαίρομεν τὸ πρᾶγμα, ὡς ὅταν λέγωμεν· Οὐ θέλω εἰπεῖν ἅπερ εἶπεν. Καὶ μετ᾽ ὀλίγα· Πῶς δὲ οὐκ ἤμελλον ἀξιόπιστοι κατήγοροι εἶναι; τὸ γὰρ αἰδέσιμον τῆς ἱερωσύνης, ἱκανὸν αὐτοὺς ποιῆσαι ἀξιοπίστους, οὓς ἔδει τοὺς ἄλλους καταστέλλειν, οὗτοι τὸν δῆμον ἐκκαίουσιν, οὗτοι τὴν ὀργὴν τοῦ πλήθους ἀναῤῥιπίζουσι, καὶ οὐδὲ ἀναμένουσι τὴν ψῆφον τῶν δικαζόντων.
Καὶ εἶπον πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ. Χαλεπώτερον ἐκεῖνος εἶπεν, οὐχ ἁπλῶς ἐρημίαν, ἀλλὰ καὶ χαλεπὴν, μὴ ἀνῃρέθη; Ἀλλ᾽ ἐφοβήθησαν τὸν Θεόν. Τοῦτο μόνον, καὶ πάντα ἔλυσε· τοῦτο καὶ νῦν ποιῆσαι ἐχρῆν, μὴ τὸν λέγοντα τὰ δεινὰ κατορύττειν, καὶ ἀναιρεῖν, ἀλλ᾽ ὅπως ἀπαλλαγεῖεν αὐτῶν, σκοπεῖν.
Ἡμεῖς ἐποιήσαμεν κακὰ μεγάλα ἐπὶ ψυχὰς ἡμῶν. Ὥστε μεταβάλλεσθαι χρή· ὥστε οὐχ ἁπλῶς κατηγόρησεν. Οὐ γὰρ ἔχοι τις ἂν εἰπεῖν, ὅτι τότε μὲν ὁ προφήτης ἔλεγεν εἰκότως, νῦν δὲ οὐχί. Καὶ γὰρ ἡμεῖς μεγάλων ἐσμὲν ὑπεύθυνοι κακῶν. Μετεβάλλοντο οὖν ἐκεῖνοι, καὶ μετεβάλλετο ὁ Θεός. Ἀλλ᾽ ἡμεῖς ἐπὶ τὴν κακίαν ἐπανήλθομεν.
ΚΕΦΑΛ. ΚΖʹ. *Οὕτως εἶπε Κύριος πρός με· Ποίησον σεαυτῷ δεσμοὺς, καὶ κλοιοὺς, καὶ περίθου περὶ τὸν τράχηλόν σου, καὶ ἀποστελεῖς αὐτοὺς πρὸς τὸν βασιλέα Ἰδουμαίας, καὶ πρὸς τὸν βασιλέα Μωὰβ, καὶ πρὸς βασιλέα υἱὸν Ἀμμὼν, καὶ πρὸς βασιλέα Τύρου, καὶ πρὸς βασιλέα Σιδῶνος, ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν ἐν Ἱερουσαλὴμ πρὸς Σεδεκίαν βασιλέα Ἰούδα, καὶ τὰ ἑξῆς.
Ζητήσειεν ἄν τις, ὅπως ἐν τοσαύτῃ ταλαιπωρίᾳ Ἰουδαίοις ἐξεταζομένοις, οἱ τῶν ὁμόρων ἀγγέλους ἀπέστελλον πρὸς Σεδεκίαν. Ἔστιν οὖν ἡ αἰτία αὕτη· Ἀπὸ τῶν χρόνων Ἐζεκίου, ἐπειδὴ εὐσεβὴς ἦν ἐκεῖνος καὶ ἐπίδοξος ἀνὴρ, ὑπόσπονδοι γεγόνασιν οὐ [ἴσ. οἱ] περίοικοι, μεγίστην τὴν περὶ αὐτοῦ ἐσχηκότες δόξαν, καὶ πάντων τῶν Ἰσραηλιτῶν, διὰ τὸ γεγενημένον σημεῖον. Βουλόμενος τοίνυν παιδεῦσαι πάντας, ὡς Δεσπότης ἐστὶν τῶν ἁπάντων Θεὸς, ὅπως ἂν μὴ νομίζοιεν ἀσθενείᾳ τοῦ προνοοῦντος αἰχμάλωτον γενέσθαι τὸν λαὸν, καὶ τὸν [ἴσ. ναὸν] ἃ καταστρέφεσθαι, κελεύει τῷ προφήτῃ εἰς ἀπάντησιν αὐτῶν ἐλθεῖν, καὶ μηνῦσαι τὴν ἰσχὺν τοῦ Ναβουχοδονόσορ, παραινῶν αὐτοῖς, μὴ πείθεσθαι τοῖς ματαίοις καὶ τοῖς ψευδοπροφήταις· ὡς ἂν ἐξ αὐτῶν τῶν πραγμάτων γνοῖεν τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ ὡς δι᾽ ἁμαρτίας ὁ λαὸς, οὐχ ὑπὸ τῆς ἀσθενείας, τοῦ προνοοῦντος αἰχμάλωτος γέγονε· δεσμὸν δὲ τὸν ζυγὸν, κλοιὸν δὲ λέγει τὰ περισφιγγόμενα περὶ τὸν ζυγὸν ξύλα, ἃ συνέχει τῶν βοῶν τὸν αὐχένα.
Ὅρα, πότε ἤκουσε, καὶ πότε ἐποίησεν. Ἐντεῦθεν δῆλον, ὅτι οὐ πάσας τὰς προφητείας κατὰ καιρὸν ἤκουον. Τίνος ἕνεκεν; ἵνα μηδὲ τοῦ σημείου γένηται χρεία, ἵνα μαθόντες οἱ ἄνθρωποι, ὅτι τόδε ἐκελεύσθη τὸ σημεῖον ποιῆσαι, σωφρονισθῶσιν. Ὁρᾷς πῶς πάντων προνοεῖ ὁ Θεός.
Οὕτως εἶπε. Καὶ νῦν ἐγώ εἰμι, οὐ μεταβέβλημαι, ἐπὶ τῆς αὐτῆς δυνάμεώς εἰμι. Ὅρα, πῶς δικαιολογεῖται. Εἰ ἐγὼ ἐποίησα, καὶ δοῦναι κύριος ἂν εἴην. Ἀλλ᾽ οὐ πιστεύεις ὅτι ἐγὼ ἐποίησα, πιστεύσεις διὰ τῶν μετὰ ταῦτα. Ἔδοξέ μοι δοῦναι αὐτὴν τῷ Ναβουχοδονόσορ.
Ὅρα, πῶς αὐτῶν καὶ τὸν τύφον καταστέλλει. Μὴ γὰρ οἰκείᾳ παραγίνεται δυνάμει, καὶ τῶν πόλεων περιγίνεται; Αὐτὸς ἄνωθεν ταῦτα τυπῶ. Ὅρα, πῶς αὐτοὺς παιδεύει θεογνωσίαν, ἵνα ἐκ τούτων καὶ τὰ πρότερα μάθωσιν.
Καὶ τὰ θηρία. Μὴ γίνεσθε τούτων ἀνοητότεροι μηδὲ ἀχάριστοι· τὰ ἄλογα ὑπήκουσαν, ὑμεῖς δὲ ἀνθίστασθε; μὴ γὰρ ὑμᾶς δίδωμι μόνους; καὶ τὴν πόλιν τὴν ἐμήν. Ὁρᾷς κοινὰ τὰ τῆς προνοίας αὐτοῖς; Πάντας γὰρ ἀνθρώπους αὐτὸς ἐποίησεν· οὐκοῦν πάντων ἴσως προνοεῖ· οὐ γάρ ἐστι προσωποληψία παρ᾽ αὐτῷ.
Καὶ τὸ ἔθνος. Ὅρα πῶς [πόση περ] παῤῥησία, πῶς ἐλεεινῶς τὴν δουλείαν ἐνέφηνε, τῷ σφόδρα θαῤῥεῖν τοῖς λεγομένοις, οὐκ ἐπεσκιασμένως· Ὅσοι μὴ ἐμβάλωσι τὸν τράχηλον, καθάπερ περὶ ἀλόγων τινῶν, οὕτω διαλέγεται.
Καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροφητῶν. Ὁρᾷς δικαστήριον καθήμενον, καὶ βάσανον γινομένην μαντείας καὶ προφητείας; Ταῦτα ἐκεῖνοι λέγουσιν, ἐγὼ δὲ τἀναντία· ἴδωμεν τίνι μαρτυρεῖ τὸ τέλος. Καὶ τὸ ἔθνος ὃ ἐὰν εἰσαγάγῃ.
Μὴ καὶ τοῦτο ἔχει τι; μὴ καὶ τοῦτο στοχασμός; τὸ τοὺς μὲν ἀναιρεῖσθαι, τοὺς δὲ ἀφίεσθαι; [δι]ὸ καὶ λιμὸς αὐτοὺς καταλήψεται. Πρὸς Σεδεκίαν. Μὴ νομίσητε, ὅτι ὡς ἐχθρὸς λέγω καὶ πολέμιος· καὶ τοῖς παρ᾽ ἡμῖν ταῦτα προφητεύω. Εἶτα ὅρα, τί γίνεται· ἀντιλέγει ὁ ψευδοπροφήτης. Τοῦτο δὲ ἐποίησεν ὁ διάβολος, ὥστε ἐμποδίσαι τῇ προῤῥήσει.
Εἰ προφῆταί εἰσι, καὶ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ τῶν δυνάμεων πρὸς τὸ μὴ πορευθῆναι τὰ σκεύη τὰ ὑπολελειμμένα ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἰκίᾳ βασιλέως Ἰούδα, καὶ ἐν Ἱερουσαλὴμ εἰς Βαβυλῶνα.
Ἐπειδὴ οἱ ψευδοπροφῆται ἔφασκον μηδὲν μὲν πάσχειν τοὺς παρόντας, τὸ δὲ ἐναντίον, καὶ τοὺς ἀποικισθέντας ἐπανιέναι, λέγει ὁ προφήτης. Εἰ ἀληθῶς εἰσιν οὗτοι προφῆται, καὶ ἀπέστειλεν αὐτοὺς ὁ Θεὸς, ἀπαντησάτωσαν δὴ τῷ Κυρίῳ, τουτέστιν, εὐξάσθωσαν πρὸς τὸν Θεὸν, ὥστε τὰ ὄντα μὴ ἀπαχθῆναι, ὅπερ εὔκολον μᾶλλόν ἐστιν, ἢ τοὺς ἀποικισθέντας ἐπανελθεῖν, ἵνα ἀπὸ τούτων γνῶμεν, ὡς κἀκεῖνο ἔσται.
Τί ἐστιν· Ἀπαντησάτωσάν μοι τῷ Θεῷ, ὥστε μὴ ἀπαχθῆναι τὰ σκεύη; Τουτέστι κωλῦσαι τὸν Θεὸν, πεῖσαι αὐτὸν, δεικνὺς καὶ ἐκεῖ τὸ τῶν εὐχομένων [forte ἐρχομένων] εἰς ἀπάντησιν, μήποτε εἰς πόλεμον [ἴσ. μήτε οὐ εἰς πόλ.] ἢ εἰς τὸ κωλῦσαι τοὺς Ἰουδαίους ἐπελθεῖν αὐτοῖς. Οὐ λέγω, φησὶν, ὅτι Πεισάτωσαν ἀναγαγεῖν τὰ σκεύη, τὰ ληφθέντα· δυνηθήτωσαν τὰ σκεύη τὰ ὑπόλοιπα κωλῦσαι.
ΚΕΦΑΛ. ΚΗʹ. Καὶ εἶπεν Ἱερεμίας. Ἀνανίου τοῦ ψευδοπροφήτου εἰρηκότος, ὡς μετὰ δύο ἔτη ὑποστρέφουσι τὰ ἅγια σκεύη ἐκ τῆς Βαβυλῶνος, εἶπεν ὁ Ἱερεμίας, ὅτι τὸ πέρας δείξει τῶν λόγων τὴν ἀλήθειαν. Ἀληθῶς, κ. τ. λ.
Ἵνα μὴ νομίσητε, ὅτι ἐγὼ ὑμῖν πολεμῶ· βούλομαι ἐγὼ καὶ εὔχομαι τοῦτο εἶναι, καὶ ἐμαυτὸν ψεύδεσθαι. Πλὴν ἀκούσατε. Εἶτα ἵνα μὴ ῥᾳθυμοτέρους ποιήσῃ, ὅρα πῶς αὐτοὺς φοβεῖ, μονονουχὶ λέγων, ὅτι οὐδὲν ἔσται τοιοῦτον, καὶ δεικνὺς, ὅτι πάντες οἱ προφῆται οἱ τὰ λυπηρὰ λέγοντες, οὗτοι μάλιστα ἦσαν ἀληθεῖς. *Καὶ ἔλαβεν Ἀνανίας ὁ ψευδοπροφήτης ἔναντι παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου Ἱερεμίου τοῦ προφήτου, καὶ συνέτριψεν αὐτοὺς, καὶ τὰ ἑξῆς.
Ὁ Ἱερεμίας τὸν ζυγὸν ἐπὶ τοῦ τραχήλου φέρων κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα, προφητεύσας κατὰ τῶν ἐθνῶν προεφήτευσε καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἦν δὲ τέταρτον ἔτος τοῦ Σεδεκίου, ὡς αὐτὸς ὁ προφήτης λέγει. Ἐν τοίνυν τῷ πέμπτῳ μηνὶ τούτου τοῦ ἔτους Ἀνανίας ὁ ψευδοπροφήτης ἐλθὼν ἐμήνυεν ἄοδον [ἴσ. ἄνοδον] τῶν αἰχμαλωτισθέντων, καὶ τοῦ Ναβουχοδονόσορ ἀπώλειαν, καὶ, ὡς δὴ κατὰ πρόσταγμα Θεοῦ ποιῶν, συνέτριψε τὸν ζυγόν.
Εἶτα κατ᾽ αὐτοῦ ἀποκάλυψις τοῦ Ἱερεμίου, καὶ ἀποκάλυψις τῆς ἀληθείας τῶν λόγων· φησὶ γὰρ πρὸς αὐτόν. Ὅρα παρ᾽ ἡμῖν τὰ ἁμαρτήματα, τοὺς ἐλέγχους. Τί οὖν ὁ Ἱερεμίας; Οὐδὲν πλέον ἐποίησεν, ἀρκοῦντα τὸν ἔλεγχον ἐπιδειξάμενος. *Τούτῳ τῷ ἐνιαυτῷ σὺ ἀποθανῇ (ὅτε ἐκδίκησιν ἐποίησας αὐτῷ), λαλήσας πρὸς τὸν Κύριον.
Τουτέστιν ἐναντίαν τῇ βουλῇ τοῦ Θεοῦ, καὶ ἐπάγει· Καὶ ἀπέθανεν Ἀνανίας ὁ ψευδοπροφήτης ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἐν τῷ μηνὶ ἑβδόμῳ μετὰ δύο μῆνας τῶν λόγων τοῦ προφήτου. Τούτων δὲ γενομένων γράφει ὁ Ἱερεμίας κατὰ πρόσταγμα Θεοῦ πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ μὴ ἀπατᾶσθαι τοῖς λέγουσιν αὐτοῖς, ἐπανιέναι· εἰδέναι δὲ ὡς καὶ οἱ ἐν τῇ γῇ αὖθις ἀποικισθήσονται.
ΚΕΦΑΛ. ΚΘʹ. Καὶ οὗτοι οἱ λόγοι. Τίνος οὖν ἕνεκεν, εἰπὲ, πέμπει καὶ πρὸς τοὺς ἐν Βαβυλῶνι; Μὴ γὰρ οὐκ εἶχον ἐκεῖ τὸν Ἰεζεκιήλ; Τί βούλεται καὶ αὕτη ἡ ἐπιστολή; ἐκ περιουσίας γίνεται. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς καὶ αἰδεσιμώτερον νομίζειν καὶ τὸν ἀπὸ τοῦ ναοῦ, καὶ τὸν ἀπὸ τῶν ἁγίων λέγοντα, σημαίνει τοῦτο. Ἄλλ᾽ ὅρα διεστραμμένην κακίαν. Κἀκείνους ἐκεῖ διέφθειρον οἱ ψευδοπροφῆται. *Ἰδοὺ ἐγὼ δώσω ὑμᾶς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ τὰ ἑξῆς.
Οὗτοι ψευδοπροφῆται ἦσαν, καὶ τοῦ Ἱερεμίου μετὰ τὸν θάνατον τοῦ Ἀνανία γράψαντος ἐπιστολὴν ἔχουσαν τὴν δύναμιν, ἣν προεῖπεν πρὸς τοὺς ἐν τῇ ἀποικίᾳ, τὰ ἐναντία προεφήτευον. Λέγει τοίνυν κατ᾽ αὐτῶν ὁ Θεὸς διὰ τοῦ προφήτου, καί φησι· Ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν.
Ὁ γὰρ ἀκούων, τίς ὁ Ἀχιὰβ καὶ τίς εἴη ὁ δύσμορος οὗτος ὁ ἀποτηγανισθεὶς, ἐμάνθανε καὶ τὴν προφητείαν, καὶ τὰ ἁμαρτήματα αὐτῶν τὰ κεκρυμμένα. *Δι᾽ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἰσραὴλ, καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν.
Ἀκούσας γὰρ ὁ Βαβυλώνιος ταῦτα λέγειν αὐτοὺς, ἀποστείλας παρέστησεν εἰς τὴν Βαβυλῶνα, καὶ τηγανίσας ἀπέκτεινε. Τὸ δὲ, ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν, ὁ Ἑβραῖος. τῶν ἑταίρων αὐτοῦ, ἔχει. Καὶ ἐγώ εἰμι ὁ γνώστης, καὶ μάρτυς, φησὶ Κύριος. Τουτέστιν, ἃ κρυφῆ πράττετε λανθάνοντες τοὺς πολλοὺς, ταῦτα ὁρῶ ἐγὼ καὶ εἰσπράττομαι ὑμᾶς τὴν δίκην.
Καὶ πρὸς Σαμέαν. Λέγει δὲ καὶ τὰ συμβησόμενα εἰς τὰς γυναῖκας αὐτῶν. Κύριος ἔδωκέ σε ἱερέα. Τί οὖν, καὶ τούτῳ τῷ Σαμέᾳ πέμπει προφήτην; Ἰδοὺ τρεῖς προφητεῖαι· μία, ὅτι ἑβδομήκοντα ἔτη ποιοῦσιν· ἑτέρα, ὅτι ἀνελεύσονται· ἑτέρα, ὅτι οἱ περὶ Ἀχιὰβ ἀποθανοῦνται, καὶ ἀρὰ ἔσονται. *Διότι ἀπέστειλε πρὸς ὑμᾶς εἰς Βαβυλῶνα λέγων· Μακράν ἐστιν, οἰκοδομήσατε τὰς οἰκίας, καὶ τὰ ἑξῆς.
Σαμέας οὗτος ἄποικος ἦν μετὰ τῶν ἀπαχθέντων· ἡδόμενος τοίνυν τῇ ἐπανόδῳ ἐτέρπετο τοῖς ταῦτα λέγουσι. Τοῦ τοίνυν προφήτου τὴν ἐπιστολὴν γράψαντος ἐκείνην, καὶ παραινοῦντος τῷ λαῷ στέργειν τὴν ἐν Βαβυλῶνι οἴκησιν, ἀγανακτήσας πρὸς τὸν Σοφονίαν, τότε ἱερέα τυγχάνοντα, πρῶτον γράφει ταῦτα, ἃ νῦν ἐκ τῆς προφητείας παρεθέμην, ἐπιτιμῶν τῷ Σοφονίᾳ, ὅτι μὴ δίκην εἰσεπράξατο τὸν Ἱερεμίαν ἐπιστείλαντα ταῦτα· τὸ δὲ, εἰς τὸ ἀπόκλεισμα Σινὼχ, τουτέστιν, εἰς τὸ ἀπόκλεισμα τῆς φυλακῆς. Τὸ γὰρ Σινὼχ, ἐγκλειστήριον ἑρμηνεύεται· ὁ γὰρ Ἑβραῖος φυλακὴν οὐ δύναται σαφῶς εἰπεῖν, ἀντὶ δὲ δεσμωτηρίου, τῇ τοῦ ἐγκλειστηρίου χρῆται φωνῇ.
Ἰδοὺ ἐγὼ ἐπισκέψομαι. Τί τούτου γένοιτ᾽ ἂν τερατωδέστερον; Σαμέας ἦν ὁ μὴ μέλλων ὁρᾷν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τὰ προλαβόντα, κἀκείνοις πίστιν ἔδωκεν, ὅτι οὐκ αὐτόματα συνέβη· ἐπειδὴ γὰρ οἱ περὶ Ἰεχονίαν ἑκοντὶ παρέδωκαν ἑαυτοῖς, ἵνα μὴ νομίσωσιν ἔλαττον ἐσχηκέναι ὑπακούσαντες τῷ Θεῷ· Ὄψεσθε, φησὶν, ἃ τούτους διαδέξεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.