Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)
Τό Βιβλίο τής Παρηγορίας: Η Επιστροφή από τήν Αιχμαλωσία
Προφητείες γιά τή μελλοντική απελευθέρωση, τή συγκέντρωση τού λαού από τή διασπορά, τή χάρη τού Θεού καί τήν επιστροφή στή Σιών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τό Βιβλίο τής Παρηγορίας: Η Επιστροφή από τήν Αιχμαλωσία
Προφητείες γιά τή μελλοντική απελευθέρωση, τή συγκέντρωση τού λαού από τή διασπορά, τή χάρη τού Θεού καί τήν επιστροφή στή Σιών.
ΚΕΦΑΛ. Λʹ. Οὕτως εἶπε Κύριος. Οὕτω θαῤῥῶ, φησὶ, τῇ προῤῥήσει, ὅτι καὶ ἔγγραφον αὐτὴν εἶναι βούλομαι, ὃ μάλιστα ἐπιδείξεται τὸ τέλος. Φωνὴν φόβου ἀκούσεσθε. Διαλύει τὴν ἰσχὺν πᾶσαν ὁ φόβος· πολλὴ ἡ φιλανθρωπία τοῦ Θεοῦ, οὐχ ὅτι δεινὰ ἐπάγει μόνον, ἀλλὰ καὶ πρὸ τῶν δεινῶν τὸν φόβον· πρὸς τὴν τῶν γυναικῶν ἀσθένειαν μεταστήσονται.
Ἐστράφησαν. Καὶ γὰρ τοῦτο ὁ φόβος ποιεῖ· οὐ σωφρονίζει οἴκοθεν, ἀλλὰ παρὰ τῶν πλησίον. Ὅτι μεγάλη ἡ ἡμέρα. Μεγάλη κατὰ τὴν τῶν δεινῶν ὑπερβολὴν, οὐκ ἔστι τοιαύτη. Ὑπερβολικῶς εἴρηται, καὶ χρόνος στενός ἐστιν· οὐκ ἔστι προφητεία τὸ πρᾶγμα, ἀλλὰ πεῖρα.
Συντρίψω τὸν ζυγόν. Ἀλλ᾽ ὅμως ἐκ τῶν ἀφύκτων δεινῶν ἀνοίσουσιν. Καὶ οὐκ ἐργῶνται. Πῶς τῷ Θεῷ ἐργῶνται; Ἐπειδὴ τὰς ἀπαρχὰς ἀνέφερον· οὕτω δὴ καὶ ἐφ᾽ ἡμῶν γίνεται· ὅταν μὴ τῷ Θεῷ ἐργαζώμεθα, μηδὲ τὸν ἀπὸ τῆς σαρκὸς καρπὸν αὐτῷ προσενέγκωμεν, ἀλλὰ τοῖς πάθεσι τῆς ψυχῆς, καθάπερ τοῖς εἰδώλοις ἐκεῖνοι, ἑτέρα τιμωρία μένει.
Καὶ τὸν Δαβίδ. Τί τούτου ἁγιώτερον γένοιτ᾽ ἂν, ὅταν οἱ διαπρέψαντες, καὶ πρὸς τὸν Θεὸν παῤῥησίαν ἐσχηκότες οἱ περὶ Ζοροβάβελ, τοῦτον δὴ μέγαν παρὰ τοῦ Θεοῦ δέξωνται τὸν κόσμον, τὸ τῇ προσηγορίᾳ τοῦ Δαβὶδ ὀνομάζεσθαι;
Ἀνέστησα σύντριμμα Ὥσπερ ἂν εἴ τις δεσπότης δημίῳ τινὰ ἡμαρτηκότα παραδοὺς τῶν οἰκείων, ἐκείνου πέρα τοῦ μέτρου μαστίξαντος τὸν παραδεδομένον, καὶ παρὰ τὸ τῷ δεσπότῃ δοκοῦν, ἔλθων οὗτος ὁ παραδοὺς, σχεδὸν καὶ ἀπολογεῖται πρὸς τὸν μεμαστιγωμένον, δεικνὺς ὅτι οὐ κατὰ τὴν αὐτοῦ γέγονε τοῦτο ἐπιτροπὴν, καὶ καταμανθάνων αὐτοῦ τὰ τραύματα ἀκριβῶς, καὶ ἐπαγγελλόμενος μυρίαν ἐκείνῳ τιμωρίαν. Οὕτω καὶ ὁ Θεὸς ποιεῖ. Βίαιον τὸ σύντριμμα. Ὁρᾷς αὐτὸν ἀπολογούμενον, ὅτι χαλεπὸν τὸ τραῦμα ἔλαβε;
Τοῦτο γάρ ἐστι βίαιον, οὐχ ὅσον ἔδει, ἀλλὰ πολλῷ πλέον. Οὐκ ἔστι κρίνων. Τουτέστιν, οὐδεὶς ἐξεδίκησεν, οὐδεὶς ἐβοήθησεν. Ἀφόρητον τὸ κακόν τι παθεῖν· τὸ δὲ μετὰ τὸ παθεῖν μηδὲ τὸν παρακαλοῦντα ἔχειν, ἀφορητότερον.
Εἰς ἀλγηρὸν ἰατρεύθης. Ἐπειδὴ γὰρ καθάπερ ἰατρείαν τινὰ τὴν αἰχμαλωσίαν προσῆγεν αὐτοῖς, λέγει, Πολλὴν ἡ θεραπεία ὀδύνην ἐναφῆκεν· ὥσπερ ἐπί τινος ἀμαθοῦς ἰατροῦ, οὐκ εἰδότος τέμνειν καλῶς. Διὰ τοῦτο πάντες οἱ ἔσθοντές σε.
Αἰσχύνας ἀπ᾽ ἀλλήλων ἕξουσι, τοῖς οἰκείοις ἕκαστος τὸν πλησίον θρέψει σώμασι· πείσονται ταῦτα ἅπερ ἐποίησαν. Ὅτι ἀνάξω. Εἰ γὰρ καὶ ἀνίατον τὸ τραῦμα, ἀλλ᾽ οὐκ ἐμοί. Ὅτι ἐσπαρμένη ἐκλήθης. Οἱ λοιποί φασιν, ἐζωσμένη, ἐπειδὴ δίκην ἔδωκας.
Μέγα ἀγαθὸν, μὴ διὰ τιμωρίας καὶ κολάσεις σώζεσθαι παρὰ τοῦ Θεοῦ καὶ τοὺς πονηροὺς καὶ ἀπεγνωσμένους, ἀλλὰ δι᾽ ἀρετὴν καὶ μετάνοιαν. Καὶ ἐξελεύσονται, ἀπ᾽ αὐτῶν ᾄδοντες. Τί οὖν πρὸς ἐκείνους τοὺς μέλλοντας ἀναιρεῖσθαι;
Οὐ γὰρ δὴ μόνον αὐτοὺς οὐκ εὔφρανε ταῦτα, ἀλλὰ καὶ ἐλύπει πλέον. Ἐννόησον γὰρ ἄνθρωπον γεγηρακότα, ἀκούοντα ὅτι μετὰ ἑβδομήκοντα ἔτη ἔσται τὰ ἀγαθά. Διὰ γὰρ τοῦτο καὶ ἐνδιατρίβει αὐτοῖς, ἵνα μᾶλλον αὐτοὺς δάκῃ· τοὺς δὲ ἐν ἡλικίᾳ, ἵνα εἰς ἐλπίδας ἀγαγὼν σωφρονίσῃ πλέον.
Καὶ εἰσελεύσονται. Ὅρα πῶς λέγει τὴν εὐπραγίαν αὐτῶν, τὴν λατρείαν, καὶ τὴν ἄδειαν, καὶ ὅτι πολλοὶ ἔσονται, καὶ τὰ νόμιμα ἕξουσι. Ταῦτα γὰρ αὐτοῖς ἦν φίλα. Ὅτι ὀργή. Ταῦτα, φησὶν, ἔσται, μὴ νῦν ταῦτα ζήτει· νῦν γὰρ τῆς τιμωρίας τῆς ἡμετέρας ὁ καιρός.
ΚΕΦΑΛ ΛΑʹ. Ἐν τῷ χρόνῳ. Ὅταν οἱ ἄλλοι ἀπόλωνται, τὰ κατὰ Βαβυλωνίους φησί. *Οὕτως εἶπε Κύριος· Εὗρον θερμὸν ἐν ἐρήμῳ μετὰ ὀλωλότων ἐν μαχαίρᾳ πορευομένους εἰς σπονδὰς Ἰσραήλ. Βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ.
Σφόδρα ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ· αὕτη δὲ ἡ ἔννοια σώζεται παρὰ τῷ Ἑβραίῳ· Εὗρε χάριν ἐν ἐμοὶ ὑπολελειμμένος ἐκ τῆς μαχαίρας ὡς ἐν τῇ πανερήμῳ ὁ Ἰσραήλ. Ὃ γὰρ θερμὸν ἡρμήνευσεν ὁ Ἕλλην, τοῦτο, χάριν, ἔχει ὁ Ἑβραῖος· ἐκ δὲ τῆς ἐπωνυμίας τὸ σφάλμα τῆς ἑρμηνείας γέγονε. Τὸ γὰρ ὣμ κατὰ τὴν Ἑβραίων φωνὴν δασυνόμενον, θερμόν ἐστι, τὸ δὲ ἦν, κάλλος κεχαριτωμένον, τὸ δὲ, ὀλωλότων ἐν μαχαίρᾳ, τουτέστιν, ὁ ὑποληφθεὶς ὑπὸ τῆς μαχαίρας. Ἵνα εἴπῃ, Τοὺς περισωθέντας μετὰ τὸν θάνατον, τούτους σώζω. Τὸ δὲ πορευομένους εἰς σπονδὰς Ἰσραὴλ, τουτέστιν, Ἡνίκα ἐπορευόμην πρὸς ἀνάπαυσιν αὐτοῦ ἐν τῇ πανερήμῳ, ὅπερ σαφέστερον διὰ τῶν ἐπαγομένων λέγει. *Βαδίσατε, καὶ μὴ ὀλέσητε τὸν Ἰσραήλ.
Τουτέστιν, ἡνίκα ἐβάδιζον προπορευόμενος αὐτοῦ, ἵνα ἀναπαύσω αὐτόν· οὕτω γὰρ ἔχει ὁ Ἑβραῖος. Τὸ δὲ βαδίσατε ἡρμήνευται ἀσαφῶς, διὰ τὸ μὴ τὸν χρόνον φυλάξαι τὸν ἑρμηνευθέντα [ἴσ. ἑρμηνεύσαντα]· ἀντὶ γὰρ τοῦ, βαδίζων, βαδίσατε ἔχει, οὕτω γὰρ φαίνεται καὶ ὁ Μωσῆς λέγων· Εἰ μὴ σὺ πορεύῃ, μὴ ἀναγάγῃς με.
Ὁρᾶς; Πανταχοῦ σπουδάζει δεικνύειν, ὅτι αὐτοῦ τὸ πᾶν ἐστιν. Εἶπε, Βαβυλωνίων ἀπολλυμένων, σὺ διασωθήσῃ. Εἶτα δείκνυσι τὸ παρ᾽ ἐλπίδα, καὶ ὡς οὐκ ἦν ἀνθρωπίνων λογισμῶν μὴ καὶ αὐτοὺς ἀπολέσθαι. Ὥσπερ ἂν εἴ τις ἐν πολλοῖς πτώμασιν εὕροι τινὰ ζέοντα, καὶ ἔτι ἐμπνέοντα, καὶ ἀναψύχοντα [ἀποψύχοντα], εἶτα δυνηθείη ποιῆσαι τοιοῦτον [πονῆσαι τοσοῦτον], καὶ τοὺς πολεμίους ἀποσοβῆσαι ἀπ᾽ ἐκείνου, μόνον [μονονοὺ] καὶ ἐπὶ ζωὴν αὐτὸν ἀγαγεῖν, θαύματος ἂν εἴη. Οὕτω καὶ ἐπὶ σοῦ γέγονε, φησίν. Ἐκ μέσου αὐτῶν διανέστησά σε· ἀπὸ ὁδοῦ πολεμίων ἐμπνέοντά σε εὑρὼν, καὶ παρωρμησαμένους παῖσαι διεκώλυσα, οὐκ ἔχοντα σωτηρίας ἐλπίδα. *Πόῤῥωθεν Κύριος ὤφθη αὐτῷ· ἀγάπησιν αἰωνίαν ἠγάπησά σε.
Ταῦτα ὁ προφήτης λέγει, τουτέστιν, ὑπέδειξέ μοι δι᾽ ὀπτασίας Θεὸς τὰ πάλαι λεγόμενα, καὶ ἐξ αἰῶνος· ὅπως ὑπὸ ἀγάπης ἐν τῇ πανερήμῳ τὸν λαὸν διήγαγε· καὶ ἔφη μοι νῦν, Ἐκείνην τὴν ἀγάπην αἰωνίως ἠγάπησα αὐτόν· τουτέστιν διὰ τέλους· καὶ ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἐῶ αὐτὸν διαφθαρῆναι· σώζω δὲ τὸν εἰς ἀποικίαν λαόν. *Διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα.
Τουτέστι, δι᾽ ἐκείνην τὴν ἀγάπην ἠξίωσεν αὐτὸν τῆς νῦν χάριτος, ἀπαλλάξας αὐτὸν τῶν Βαβυλωνίων. Τὸ δὲ εἵλκυσά σε, ἵνα δείξῃ ὡς ἰσχυρῶς κατεχόμενον ἐξέσπασε. Τὸ δὲ, εἰς οἰκτείρημα, Ἐνέδυσα αὐτὸν χάριν, ἔχει.
Οὐ πρὸς καιρὸν, καθάπερ σὺ, κἂν μυρία ποιήσῃς, ἐγὼ φιλῶ σε. Οἰκτείρων καὶ ἐλεῶν, οὐχὶ τὰ κατ᾽ ἀξίαν ἀπονέμων. *Ὅτι οἰκοδομήσω σε, καὶ οἰκοδομηθήσῃ. Τουτέστι, πάλιν σοι τὸ ἀρχαῖον ἀποδίδωμι σχῆμα, οὐδενὸς δυναμένου ἀντιστῆναι.
Ἀδείας πολλῆς, καὶ βαθείας εἰρήνης τεκμήρια λέγει, καὶ αὐτὰ τὰ ῥήματα πιθανά [ἴσ. ποθεινά]. *Φυτεύσατε φυτείας, καὶ αἰνέσατε, ὅτι ἐστὶν ἡμέρα παρακλήσεως ἀπολογουμένου ἐν ὄρεσιν Ἐφραίμ. Στῆτε, καὶ ἀναβῶμεν εἰς Σιὼν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν.
Ἡ μὲν ἔννοια τοῦ Ἑλληνικοῦ ἐστιν αὕτη, ὅτι Ἐπανελθόντες ἀπολαύσετε τῆς εὐφορίας τῆς γῆς, καὶ τὴν γῆν κατεσχηκότες· τοῦτο γὰρ μηνύει τό· Ἐν ὄρεσιν Ἐφραὶμ, ἀπὸ τοῦ μερικοῦ τὴν πᾶσαν γῆν, ἵνα εἴπῃ· Μετὰ σπουδῆς ἐπανελεύσεσθε εἰς τὸν ναὸν ὑμνοῦντες τὸν Θεόν. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει· Καὶ φυτεύσουσι καὶ φάγονται τὸν καρπόν.
Ἔσται γὰρ ἐν ἡμέρᾳ ἐν ᾗ κεκράξονται οἱ φυλάσσοντες τοὺς ἀμπελῶνας· Ἀνάστητε καὶ ἀνέλθωμεν εἰς Σιών. Σώζεται δὲ ἡ αὐτὴ ἔννοια· τῇ γὰρ ἑκάστου ὠφελείᾳ τὴν περιττὴν εὐσέβειαν δείκνυσι. Ὅτι ἐφυτεύσατε. Ὅρα πανταχοῦ πῶς ἀναμίγνυσι τοῖς ἀγαθοῖς τὴν μετάνοιαν [ἐπιστροφὴν] αὐτῶν. *Ἀγαλλίασθε, καὶ εὐφραίνεσθε, καὶ χρεμετίσατε, ἐπὶ κεφαλὴν ἐθνῶν.
Τουτέστιν, ἐνώπιον τῶν ἐθνῶν βοήσατε, μηδὲν αὐτοὺς δεδοικότες, διὰ τὴν ἐμὴν συμμαχίαν. *Ἰδοὺ ἐγὼ ἄγω αὐτοὺς ἀπὸ γῆς Βοῤῥᾶ, καὶ συνάξω αὐτοὺς ἀπ᾽ ἐσχάτου τῆς γῆς ἐν ἑορτῇ Φασέκ. Τουτέστιν, ὡς ἐν τῇ ἑορτῇ τοῦ Φασὲκ, οὕτως ἅπαντας ἐπανελθεῖν προθύμως ποιήσω.
Εἶτα καὶ τὴν ἑορτὴν λέγει καὶ τὸν καιρόν. Ὁρᾷς, ὅτι ἐξέβη ἐν ἑορτῇ Φασὲκ κατὰ τὸν καιρὸν, καθ᾽ ὃν, καὶ ἐξ Αἰγύπτου τότε ἐξελθεῖν ἐλυπήθησαν [ἴσ. ἐδυνήθησαν]. Οὐχ ἁπλῶς οὗτος ὁ καιρὸς ἑκατέρας ἐστὶ τῆς εἰσόδου. Ἀλλ᾽ ἴστε οἱ μεμυημένοι, τίνος τύπος τοῦτο ἦν. Δεύτερον τότε ἐπανέρχονται.
Καὶ τεκνοποιήσῃ. Οὕτω καὶ οἱ ἀνάπηροι τότε θεραπευθέντες τὰ σώματα, πατέρες ἔσονται. Ἐν κλαυθμῷ Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς εἰδότας, καὶ τὸ μῆκος, καὶ τὴν ταλαιπωρίαν τῆς ὁδοῦ ἰλιγγιᾷν, εἰκότως καὶ τοῦτον ἀναιρεῖ τὸν φόβον λέγων, ὅτι Οὐ φεύγοντες ἥξετε, οὐ δὲ θορυβούμενοι, ἀλλὰ μετὰ τιμῆς καὶ παρακλήσεως καὶ ἀνέσεως τῆς προσηκούσης, καίτοι ποῖος τοῦτο λογισμὸς εὑρεῖν δυνήσεται, ὅτι τῆς πόλεως ἁλούσης, καὶ τῶν δεσποτῶν χειρωθέντων, οἱ δοῦλοι παρὰ τῶν δεσποτῶν τῶν χειρωσαμένων μετὰ τιμῆς ἔμελλον ἀπολύεσθαι πρὸς τὴν οἰκείαν;
Ὅτι ἐγενόμην. Ὅρα αἰτίαν ἀναγκαίαν τῆς σωτηρίας αὐτῶν, οὐκ ἀφιεῖσαν αὐτοὺς τυφωθῆναι. Οὐ γὰρ ἀπὸ κατορθωμάτων, ἀλλ᾽ ἀπὸ διαθέσεως τῆς φυσικῆς αὐτοὺς σώζω. Τοῦτο δείκνυσιν, ὅτι καὶ πάντας σώσει. Οὐδεὶς γὰρ πατὴρ περιόψεται παῖδα πρωτότοκον, καὶ παρὰ πατέρος σωζόμενος οὐκ ἂν ἔχοι μέγα φρονεῖν.
Ἀκούσατε λόγον. Ὁ μάλιστα ἡμαρτηκὼς, ὁ μάλιστα διεφθαρμένος, καὶ οὐκ ἔχων ἐλπίδα σωτηρίας. Πᾶσαν τὴν οἰκουμένην ποιήσατε μάρτυρα τῶν λεγομένων· οὕτω θαῤῥοῦμεν παρὰ [forte περὶ] αὐτῶν. Εἴπατε ὁ λικμήσας.
Ὅρα πόσος κόσμος, ὅταν μηδὲν παρὰ ἀνθρώπων πάσχωσι δεινὸν, εἴ τις ἀπιστεῖ τὸν πόλεμον παρὰ τοῦ Θεοῦ γεγενῆσθαι, τὸ δυσκολώτερον ὁρῶν, τὴν ἄνοδον παρ᾽ αὐτοῦ γεγενημένην, καὶ περὶ ταύτης [τούτου] πιστευέτω.
Ὡς ὁ βόσκων. Ὁρᾷς ὅτι Θεοῦ τὸ ἔργον ἐστὶν, ὅταν μὴ ἰσόῤῥοπος ἡ μάχη. Ἐξείλατο αὐτόν. Ὅρα ἀγαθὰ διαδεχόμενα, καὶ ἀθρόα τὰ καλὰ, καὶ προῤῥήσεις προῤῥήσεων [ἴσ. καὶ προῤῥήσεων περιουσίαν], ἵνα μὴ μόνον τῇ πείρᾳ τῶν παρόντων, ἀλλὰ καὶ ταῖς ἔλπισι τῶν μελλόντων εὐφραίνωνται. *Καὶ ἔσται ἡ ψυχὴ αὐτῶν ὥσπερ ξύλον ἔγκαρπον.
Τουτέστιν, παντὸς ἀγαθοῦ πλησθήσονται. Ὁ δὲ Ἑβραῖος οὕτως ἔχει, ὡς κῆπος μεμεθυσμένος ὕδασιν. Τότε χαρήσονται. Τουτέστιν, οὐκ ἔσται χηρεία τότε· νῦν γὰρ οὐκ εἶχον, οὐ γάμους, οὐ παιδοποιίας, ἀλλὰ τιμωρίας, καὶ συμφορᾶς ἦσαν αὐτοῖς ὑπόθεσις οἱ νέοι.
Καὶ ποιήσω. Πᾶσα ἡλικία τῆς ἡδονῆς αἰσθήσεται. Οὐχὶ τὴν ἄκαιρον μέθην, ἀλλ᾽ εὐφρανῶ, φησί· τοῦτο γὰρ τὸ ὄνομα ἐπ᾽ αὐτῶν κεῖται. Ἐπειδὴ γὰρ ἐκείνοις τὰ ἀπὸ τῆς γῆς ἐπηγγείλατο, οὗτοι δὲ γῆν οὐκ εἶχον, ἀλλὰ καὶ τούτοις ἐπιῤῥεύσει τὰ ἀγαθὰ, φησί.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.