Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)
Η Μετάνοια τού Εφραίμ καί η Νέα Διαθήκη
Η επιστροφή τού Εφραίμ, η υπόσχεση τής Καινής Διαθήκης, η εγγραφή τού νόμου στίς καρδιές καί η πνευματική ανακαίνιση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Μετάνοια τού Εφραίμ καί η Νέα Διαθήκη
Η επιστροφή τού Εφραίμ, η υπόσχεση τής Καινής Διαθήκης, η εγγραφή τού νόμου στίς καρδιές καί η πνευματική ανακαίνιση.
Οὕτως εἶπε Κύριος. Τοῦτο γέγονεν ἐπὶ Ἡρώδου· γέγονε δὲ καὶ ἤδη. *Ἀκοὴν ἤκουσα Ἐφραὶμ ὀδυρομένου· Ἐπαίδευσάς με, καὶ ἐπαιδεύθην. Ἐπειδὴ τῶν δύο φυλῶν τὴν ἄνοδον μηνύει, δείκνυσιν, ὅτι καὶ αἱ δέκα ἐπανελεύσονται φυλαί· οὐ μικρὰν τὴν ὠφέλειαν ἐκ τῆς αἰχμαλωσίας ἐσχηκυῖαι.
Ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τουτέστι, σιδηρὸς ἐγενόμην, καθάπερ μόσχος οὐκ εἴκων ζυγῷ. Ἐλπὶς σωτηρίας οὐ μικρά· καὶ τοῦτο τῆς τῶν λεγομένων ἀξιοπιστίας· εἰ γὰρ μέλλοιεν μετανοεῖν, εὔδηλον ὅτι σώζονται.
Ἐγὼ ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τὰ σκιρτήματα αὐτοῦ ἐνέφηνε τὴν ἄλογον ἡλικίαν, καὶ τὴν ἀδικίαν τῶν ἐπὶ κακῷ κεκτημένων, τὴν ἄνοιαν τὴν ἐν τῇ νεότητι. Νέος γὰρ ἀποστερούμενος ζυγοῦ καὶ τῆς τῶν λογισμῶν ἀρχῆς, οὐδὲν διέφερεν σκιρτώντων βοϊδίων ἁπλῶς καὶ ὡς ἔτυχεν ἁπανταχῆ φερομένων, οὐδὲ τῶν πρώτων ὀφθαλμῶν [οὐδὲ τὰ πρόσθεν τῶν ὀφθαλμῶν] ὁρώντων, ἀλλὰ καὶ κατὰ κρημνῶν πηδώντων.
Ἐπίστρεψόν με. Μεγάλη ἡ ἀρετὴ, ὅταν ἐπιστρέψαντος Θεοῦ ἐπιστρέφωμεν. *Καὶ πρότερον τοῦ γνῶναί με ἐκρότησα ἐπὶ μικρόν. Τουτέστι, μετὰ τὴν αἰχμαλωσίαν μετέγνων. Τὸ γὰρ ἐκρότησα, ὡς ἐπὶ τῶν μετανοούντων ἔφη.
Καί γε ἐνετράπην, καὶ ὑπεῖξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. Τουτέστιν, ὅτι ἀνεμνήσθην ἁμαρτίας νεότητός μου. Νεότητα δὲ λέγει τὰ ἐπὶ τοῦ Ἱεροβοὰμ γεγονότα· ὡς νεωτερήσας ἐπὶ τῇ τῶν μόσχων θρησκείᾳ.
Ὅταν πάντα τὸν ἁμαρτάνοντα οὐ κολάζῃς, πάσχειν ἐχρῆν. Καὶ γὰρ πρὸς αἰσχύνην, καὶ πρὸς ἕτερα πολλὰ ἁμαρτήματα μᾶλλον αἴσθησιν παρέχει τιμωρίας [τιμωρία]. Νῦν δὲ τοὐναντίον γίνεται· ὅταν μὲν ἁμαρτάνωμεν, ἀναισχυντῶμεν, ὅταν δὲ κολαζώμεθα, καταπίπτομεν, ἀμείβοντες τοὺς καιρούς.
Ἀλλ᾽ οὐχὶ δίκαιοι οὕτως, ἀλλὰ κολαζόμενοι μὲν ἐφρόνουν μέγα, καθάπερ οἱ ἀπόστολοι· ἐπὶ δὲ τῆς ἁμαρτίας οὕτως ᾐσχύνοντο, ὡς μὴ κατὰ τὸν καιρὸν τῶν πλημμελημάτων μόνον, ἀλλὰ καὶ τούτου παρελθόντος, καὶ τῆς τιμωρίας ἀφεθείσης, ὀδύρεσθαι καὶ θρηνεῖν.
Καὶ μετ᾽ ὀλίγα· Ἐστέναξα ἐν ἡμέραις αἰσχύνης μου. Τοῦτο φάρμακον τῶν ἁμαρτημάτων, τὸ μὲν κωλύων τοῖς αὐτοῖς περιπεσεῖν, τὸ δὲ γενόμενον ἀποσμήχων ὁ στεναγμός. Καὶ ὑπέδειξά σου. Ὁρᾷς πόσον ἀγαθὸν τὸ ἐπιγινώσκειν τὰ ἁμαρτήματα; μᾶλλον ἡμᾶς ὑποτάττεσθαι ποιεῖ τῷ Θεῷ. Οὐ τὸ ἁμαρτάνειν λέγω, ἀλλὰ τὸ μετὰ τὴν ἁμαρτίαν ἐπιγνῶναι. *Υἱὸς εἶ ἀγαπητὸς Ἐφραὶμ ἐμοί.
Τουτέστι, τίμιος υἱὸς εἶ. Παιδίον ἐντρυφῶν, τουτέστι, καὶ παιδίον ἐν ᾧ παρεκαλούμην· ἐκ μεταφορᾶς δὲ αὐτὸ ἔλαβε τῶν πατέρων, τῶν πρὸς τὰ μικρὰ βρέφη τῶν τέκνων παιζόντων. Μνείαν μνησθήσομαι αὐτοῦ. Ὁ Ἑβραῖος, Διὰ τοῦτο ἠλέγχθη τὰ σπλάχνα μου ἐπ᾽ αὐτὸν, καὶ οἰκτηρήσω αὐτὸν, εἶπε Κύριος. Διὰ τοῦτο ἐπεσκεψάμην αὐτὸν, τουτέστιν, ἐκ τῆς περὶ αὐτὸν διαθέσεως οὐκ ἤνεγκα αὐτὸν ἐν συμφοραῖς ἰδεῖν.
Εἶδες πόσην μεταβολὴν εἰργάσατο; Τὸν ἐν γῇ, τὸν μυσαρὸν, τὸν πολέμιον, τὸν ἐχθρὸν, παιδίον ἀγαπητὸν, ὥστε μὴ τῆς φύσεως εἶναι τὸ πρᾶγμα μόνον, καὶ παιδίον ἐλεύθερον, καὶ εὐγενές. Στῆσον σεαυτῇ Σιώνιμ σκοπούς.
Σιώνιμ σημεῖα ἑρμηνεύεται. Λέγει τοίνυν, ὅτι Σημείωσαι τὴν ὁδὸν ὥσπερ σκοποὺς θεὶς ἐν ἑαυτῇ, διὰ γὰρ ταύτης ἐπανελεύσει. *Ποίησον δὲ αὐτῇ τιμωρίαν. Ἀσαφῶς κεῖται παρὰ τῷ Ἑλληνικῷ. Ὁ γὰρ Ἑβραῖος οὕτως ἔχει· Στῆσον σεαυτῇ σημεῖα, ἀντὶ τοῦ, τιμωρίαν· ἴσως δὲ κατὰ τὸ Ἑλληνικὸν αὕτη κεῖται ἡ ἔννοια, ὅτι Παράστησον τὸν σκοπὸν, τουτέστι, τὸ σημεῖον ὅθεν παρῆλθες τιμωρηθεῖσα, ἵνα ἐπανιοῦσα γνῷς τῆς ἐνεργείας τὸ μέγεθος.
Εἰδέναι δὲ δεῖ, ὅτι παρὰ τῷ Ἑβραίῳ τὸ, τιμωρία, οὐ κεῖται. *Δὸς τὴν καρδίαν σου εἰς τοὺς ὤμους σου, ὁδὸν ἣν ἐπορεύθης. Τουτέστιν, ἐννόησαι τὴν καρδίαν σου τὴν ὁδὸν ταύτην ἣν πορεύῃ μοχθοῦσα. *Διάστρεψον εἰς τὰς πόλεις σου πενθοῦσα.
Ὁ Ἑβραῖος, Ἀνάστρεψον εἰς τὰς πόλεις σου ταύτας. Ἀντὶ γὰρ τοῦ, πενθοῦσα, ταύτας ἔχει· κἀνταῦθα δὲ ἡ ἐπωνυμία τὴν ἐναλλαγὴν τῆς ἑρμηνείας ἐποίησε. Τὸ γὰρ ἀλὰ, πένθος μηνύει, τὸ δὲ ἐλὲ, αὕτη. Οὕτω δὲ νοητέον τὸ Ἑλληνικόν· Ἀνάστρεψον εἰς τὰς πόλεις σου, ἡ πενθοῦσα, τουτέστιν, ἡ νῦν μετὰ πένθους ἀπιοῦσα, ἀναστρέψει μετὰ χαρᾶς. *Ἕως πότε ἐπιστρέψεις, θυγάτηρ ἠτιμωμένη;
Ὁ Ἑβραῖος οὕτως ἔχει· Ἕως πότε διασύρεις, θυγάτηρ ἁμαρτάνουσα, ἢ ἀεὶ διαστρεφομένη, τουτέστιν, ἐὰν μεταγνῷς, τάχιστά σε τῆς αἰχμαλωσίας ἐπανάξει Θεός. *Εἰς καταφύτευσιν καινὴν, ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι.
Τουτέστιν, εἰς νέαν φυτείαν ἐργάσεταί σε Θεός. Τὸ γὰρ, καινὴν, ἀντὶ τοῦ, νεαράν. Πότε τοίνυν τοῦτο ποιήσει; ἐν τῇ ἐπανόδῳ, ὅτε σοι τὴν σωτηρίαν παρέξει. Οὐ καθάπερ πρότερον, ὥστε ἀναπαυθῆναι πάλιν, πάντα ἐκεῖνα σεσίγηται· οὐκέτι λόγος αὐτῶν οὐδείς.
Καὶ ἐνοικοῦντες. Πανταχοῦ τὰ ἀγαθὰ, καὶ μέχρι τῶν γειτόνων· δίκαιον δὲ ὄρος καὶ ἅγιον· οὐχ ὡς τῶν λίθων δεχομένων τὴν ἀρετὴν, ἀλλὰ τῶν ἐνοικούντων. Εἴωθε γὰρ κοινωνεῖν τοῖς τόποις ἡ φήμη τῶν κατοικούντων.
Ὅρα μεταβολήν. *Καὶ ἀρθήσεται ἐν ποιμνίῳ. Τουτέστι, συναχθήσεται ὡς ποίμνιον. Μέγα ἀγαθὸν, οὐχ ὅταν ἀπολαύωμεν τῶν ἀγαθῶν, ἀλλ᾽ ὅταν κατὰ γνώμην Θεοῦ, ὅταν καὶ αὐτὸν τοῦτο εὐφραίνῃ. *Διὰ τοῦτο ἐξηγέρθην, καὶ εἶδον, καὶ ὁ ὕπνος μου ἡδύς μοι ἐγενήθη.
Ταῦτα, φησὶν, ἀπεκαλύφθη μοι καθεύδοντι, καὶ ἡδὺν τὸν ὕπνον ἔχοντι. Καὶ ἔσται ὥσπερ. Μεθ᾽ ὅσης σπουδῆς κἀκεῖνα ἐποίησα, καὶ ταῦτα, φησὶν, ὅσα μοι οἰκειότερά ἐστι· μηδεὶς οὖν ἀπιστείτω. Ὁ γὰρ οὕτω σφοδρὸς πρὸς τιμωρίαν, πρᾶγμα ἀλλότριον ἐμοὶ, πολλῷ μᾶλλον διεγείρομαι πρὸς τὸ οἰκεῖον.
Ἐν ταῖς ἡμέραις. Τοῦτο καὶ Ἰεζεκιήλ φησιν. Ὅλως γὰρ ἐγένετο πρότερον, καὶ συνέβαινε πρᾶγμα τοσαύτης ἀδικίας γέμον, εἰπέ μοι; καὶ πατέρων, ἁμαρτανόντων ἕτερος ἐκολάζετο; καὶ ποῦ ταῦτα ἀνεκτὰ, εἰπέ μοι, Καὶ μετ᾽ ὀλίγα· Προσχῶμεν τοῖς λεγομένοις. Οὐ μὴ εἴπωσιν· εἶπεν, οὐκ εἶπεν, Οὐ μὴ γένηται, δεικνὺς ὅτι οὐδὲ πρὸ τούτου ἐγένετο. Εἰ μὲν γὰρ εἶπεν· Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκέτι οὐ μὴ γένηται τοῦτο, καλῶς ἂν εἶπες, ὅτι πρὸ τούτου ἐγένετο. Εἰ δὲ λέγει, Οὐκέτι οὐ μὴ εἴπωσι, τῆς διεφθαρμένης αὐτῶν ψήφου κρίσις ἐστίν.
Ἀλλ᾽ ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται. Προφητεία τίς ἐστι καὶ σαφὴς, περὶ ἧς καὶ Παῦλος ἐπεμνήσθη ποτὲ, ἐπιστέλλων Ἑβραίοις· Ὅπου δὲ ἄφεσις ἁμαρτημάτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας ἔσται καιρός· καὶ οὐ λέγει ποῖος, καὶ πότε, καὶ μετὰ πόσον χρόνον. Ἐβούλετο γὰρ αὐτὰ συνεσκιάσθαι.
Κατὰ τὴν διαθήκην. Εἰπὲ, διατί οὐ τοιαύτην διαθήκην δίδως; Κατέγνω αὐτῆς; ἀτελὲς εἶχεν. Οὐκοῦν οὐδὲ παρὰ τὴν ἀρχὴν δοθῆναι ἔδει· ἄνθρωποι νόμους τιθέασι, καὶ βούλονται διὰ παντὸς εἶναι κυρίους, σὺ δὲ οὐκέτι.
Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν. Καὶ μετ᾽ ὀλίγα· Βούλεσθε παραγάγω τὰ ἀποστολικὰ ῥήματα, ἀβιάστως συμφωνοῦντα τοῖς εἰρημένοις; Τί βιάζεσθε ἐπιθεῖναι ζυγὸν, ὃν οὐκ ἴσχυσαν οἱ πατέρες ὑμῶν βαστάσαι;
Ὁρᾷς ὅτι διὰ τοῦτο χάρις, ἵνα κατὰ χάριν γένηται εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν. Ὅτι αὐτοὶ οὐκ ἐνέμειναν. Τὸ γὰρ μὴ ἐμμένειν, καὶ παραβῆναι ταὐτόν. Ἆρα οὖν εἷς ἐστι ὁ τὴν καινὴν καὶ τὴν παλαιὰν διδούς. *Διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς τοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν γράψω αὐτούς.
Ὁ γὰρ Μωσῆς ἐκέλευσε πᾶσιν ἀναγινώσκεσθαι τὸν νόμον, ἀλλὰ καὶ διὰ ἑπτὰ ἐτῶν. Λέγει τοίνυν, ὅτι Τοσαύτην αὐτοῖς τὴν εἴδησιν παρέχω τὴν ἐμὴν, ὥστε μὴ δεῖσθαι ἀναγνώσεως, ἐπὶ δὲ τῆς διανοίας ἔχειν τὴν περὶ τὰ καλὰ σπουδήν.
Οὐδαμοῦ τῶν ἐθνῶν μέμνηται, ἵνα μὴ δῷ πρόφασιν αὐτοῖς, καθὼς καὶ ὁ Χριστός φησιν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Διδοὺς δώσω. Εἰπὲ, ποῦ τοῦτο γέγονε; καὶ γὰρ γραπτὸς ὁ νόμος ἦν· ἐπειδὴ ἡμῶν [ἡμῖν] ἐπίδειξις Πνεύματος μυρίαι μαρτυρίαι. Οὐδὲν ἔγγραφον παρέδωκεν ὁ Ἰησοῦς· Ἐκεῖνος ὑμᾶς ἀναμνήσει πάντα. Οὐχὶ λίθιναι πλάκες, οὐδὲ γράμματα ἐγκεχαραγμένα, ἀλλ᾽ ἡ διάνοια αὐτῶν στήλη τῷ νόμῳ τῷ παρ᾽ αὐτοῦ γενήσεται.
Καὶ ἐπὶ καρδίας. Καὶ γὰρ ὅρα· ἀπὸ μὲν τῆς πλακὸς οὐκ ἦν πάντας εἰδέναι, ἀπὸ δὲ τῶν ἀποστόλων πάντες ἔμψυχοι στῆλαι περιῄεσαν τὴν οἰκουμένην, φέροντες ἐν ἑαυτοῖς τοῦ Θεοῦ τὰ γράμματα ἅπερ εἶχον, ἃ ἐχάραξεν οὐ κάλαμος, οὐ μέλαν, ἀλλ᾽ αὐτὸς ὁ Θεός. Ὅρα ἰσοτιμίαν Πατρὸς καὶ Πνεύματος· ἐκεῖναι τῷ δακτύλῳ τοῦ Θεοῦ αἱ πλάκες ἐγκεχαραγμέναι, αὗται τῇ χάριτι τοῦ Πνεύματος· κἀκεῖναι μὲν συνετρίβησαν, ἐκ προοιμίων δηλοῦσαι τὸ τέλος, καὶ τύπος τὸ γενόμενον ἦν, καὶ ὅτι λήξει ποτὲ ὁ νόμος, καὶ ὅτι συντρίψουσι τὸν ζυγὸν ἑαυτῶν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ᾽ ἔμειναν αἱ πλάκες ἐκεῖναι, ὑπὸ παντὸς ἀνάλωτοι τοῦ χρόνου γενόμεναι.
Καὶ οὐ μὴ διδάξουσι. Τίς οὖν χρεία διδασκαλίας, εἰπέ μοι; εἰς ποίαν χώραν ἀπελθεῖν βούλει, εἰς ποίαν θάλασσαν, εἰς ποίαν γῆν; Εἰς τὴν βάρβαρον, εἰς τὴν Ἑλλάδα, εἰς πόλεις, εἰς ἄοικον, ἐκεῖ τὸν σταυρὸν εὑρήσεις, καὶ ἀκούσῃ μυρία διηγήματα· καὶ ἔρημος, καὶ οἰκουμένη, καὶ ὄρη, καὶ ὕπτια πεδία τὸν Χριστὸν βοᾷ. Καὶ μετ᾽ ὀλίγα· Καθάπερ γὰρ ὁ ἥλιος οὗτος οὐ τοῖς μεγάλοις μόνον, ἀλλὰ καὶ τοῖς μικροῖς φαίνει, οὕτω καὶ ὁ ἥλιος τῆς δικαιοσύνης μικρῶν, μεγάλων, δούλων, ἐλευθέρων, ἀρχόντων, ἀρχομένων, βασιλέων, ἰδιωτῶν, νηπίων, πρεσβυτῶν, τὰς ἁπάντων κατηύγασε ψυχὰς τῷ φωτὶ τῆς γνώσεως.
Ὅτι πάντες εἰδήσουσί με. Τοῦτο τὸ λουτρὸν τῆς παλιγγενεσίας χαρίζεται μόνον. Εἶδες ἀκριβὲς σύμβολον τοῦ νόμου; ὁ δὲ νόμος οὐχ οὕτως· Διότι εἰδήσουσί με πάντες· οὐ γὰρ ἐπὶ πόνους καὶ ἱδρῶτας καλοῦνται, ἀλλ᾽ ἐπὶ συγχώρησιν τῶν πεπλημμελημένων αὐτοῖς, ἐπὶ ἀμνηστίαν τῶν ἡμαρτημένων.
Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, Ἰσραήλ· οὐδ᾽ ὅτι εἰσὶ σπέρμα Ἀβραὰμ, πάντες τέκνα. Περὶ ποίων οὖν λέγει Ἰσραηλιτῶν, ἄκουσον· Ἐὰν ᾖ, φησὶν, ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Ἀκριβέστερον δὲ ὁ μακάριος Παῦλος ἑρμηνεύων αὐτὸ, λέγει· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, σπέρματος Ἀβραὰμ, φυλῆς Βενιαμίν. Εἶδες τὸ κατάλειμμα, τοὺς ἀποστόλους, τοὺς ἀπ᾽ αὐτῶν δεξαμένους τὸν λόγον Ἰσραηλίτας, τοὺς τρισχιλίους, καὶ πεντακισχιλίους, τὸ πλῆθος τὸ ἐν ταῖς Πράξεσιν ἐμφερόμενον.
Οὕτως εἶπε Κύριος. Λέγει τὰ ἔργα αὐτοῦ, ἵνα ἀξιόπιστα τὰ λεγόμενα ποιῇ. Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύεται γενέσθαι εἰς ἔθνος κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας.
Νόμους τοὺς τῆς κτίσεως λέγει· περὶ γὰρ αὐτῆς διαλέγεται· ὡς οὐκ ἐνδέχεταί με, φησὶ, ἀναστρέψαι τοὺς ἐν τῇ κτίσει τεθέντας ὅρους, οὕτως οὐδὲ τὴν πρὸς Ἰουδαίους διὰ τὴν πρὸς Ἀβραὰμ ἐπαγγελίαν. *Ἐὰν ὑψωθῇ ὁ οὐρανὸς εἰς τὰ μετέωρα, καὶ ἐὰν ταπεινωθῇ τὸ ἔδαφος τῆς γῆς κάτω, καὶ ἐγὼ ἀποδοκιμῶ πᾶν τὸ γένος Ἰσραὴλ, φησὶ Κύριος, περὶ πάντων ὧν ἐποίησαν.
Τουτέστιν, ἐὰν δυνηθῇ τὸ ὕψος μετρηθῆναι τοῦ οὐρανοῦ, καὶ τὰ βάθη καταληφθῆναι τῆς γῆς, ἐνδέχεται κἀμὲ ἀποποιήσασθαι τοῦ Ἰσραὴλ τὸ γένος. Ἵνα εἴπῃ· Ὡς ταῦτα, οὕτως ἄνωθεν ποιῆσαι ἐδοκίμασα, καὶ γενόμενα διέμεινε τοῖς τεθεῖσιν ὅροις ἑπόμενα, οὕτως ἔσται καὶ ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία ἀμετάπτωτος. Οὐδὲ γὰρ οὐδὲ νῦν διὰ τὴν τούτων αἰχμαλωσίαν παρέβην τὴν πρὸς ἐκεῖνον συνθήκην. *Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ ἀπὸ πύργου Ἀνανιὴλ, ἕως τῆς πύλης τῆς γωνίας, καὶ τὰ ἑξῆς.
Τουτέστιν, ἀπὸ τοῦ πύργου Ἀνανιήλ. Βούλεται δὲ εἰπεῖν τῆς πόλεως τὸ μέγεθος, καὶ ὅτι μείζων ἔσται, ἢ πάλαι ἐτύγχανεν οὖσα. Ἀνανιὴλ δέ τις ἦν τῶν στρατηγῶν. *Καὶ διεξελεύσεται ἔτι ἐλπὶς τῶν σχοινίων τῆς διαμετρήσεως αὐτῆς.
Τὰ μέτρα λέγει τῆς πόλεως, τουτέστιν, ἀπὸ τῆς γωνίας ἐπ᾽ εὐθεῖαν ταθήσεται, ἐλπίδος οὔσης χρηστῆς, ὡς περαιωθήσεται τὸ προκείμενον, Θεοῦ συνεργοῦντος. Ἕως βουνοῦ Γαρὶβ (ὄνομα τόπου)· καὶ περικυκλωθήσεται τῷ Γοαθᾴ (πάλιν ὄνομα τόπου). *Καὶ πᾶσαν τὴν κοιλάδα τῶν Φααγαρὶμ καὶ τὴν σποδιὰν Φααγαρίμ.
Τουτέστιν, ἔνθα τὰ νεκρὰ ῥίπτεται. Καὶ τὴν σποδιὰν, ἀντὶ τοῦ, καὶ τὰ κοθέσια [ἴσ. νεκροθέσια]. Τὸ αὐτὸ δὲ σημαίνει καὶ τὸ ἐπαγόμενον, καὶ πᾶσαν Ἀνασαριμὼθ, ἀντὶ, τόπον κοπρίας. Ἕως χειμάῤῥου Κέδρου, ἕως τῆς γωνίας πύλης, ἵππων Ἀνατολῆς ἁγίασμα τῷ Κυρίῳ.
Τουτέστιν, ἃ πάλαι ἦν, ἔξω τῆς πόλεως εἰς τὸ ῥίπτεσθαι τὴν κόπρον, ταῦτα περιληφθήσεται εἰς τὴν πόλιν, καὶ κοσμηθήσεται, καὶ ἔσται ἅπας ὁ τόπος ἁγίασμα τῷ Κυρίῳ, τουτέστιν, ἀφωρισμένα τῷ Θεῷ. Τὸ δὲ, ἵππων Ἀνατολῆς, τουτέστι, τῆς πύλης τῶν ἵππων τῆς ἐξ Ἀνατολῆς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.