Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)

Ἰωάννης ὁ Χρυσόστομος

Η Καταφυγή στήν Αίγυπτο καί ο Έλεγχος τής Ειδωλολατρίας

Η απείθεια τού λαού καί η φυγή στήν Αίγυπτο, η συνεχιζόμενη ειδωλολατρία πρός τή «βασίλισσα τού ουρανού» καί η προφητεία πρός τόν Βαρούχ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 26 από 28

Ἐὰν καθίσαντες καθίσητε. Καὶ τί τὸ ὄφελος, ἐὰν τὸ αὐτὸ πάθωμεν; Καὶ φυτεύσω ὑμᾶς. Ἐδώκατε τιμωρίαν οὐ τὴν τυχοῦσαν. Μὴ φοβήθητε. Τί τούτου ἀξιοπιστότερον τοῦ ῥητοῦ; Καὶ εἰ ἐλέγετε ὑμεῖς; Ὁρᾷς, πῶς αὐτοῖς ἀποκαλύπτει τὰς οἰκείας διανοίας; ὅπερ μέγιστον τεκμήριον ἦν τοῦ προφητείαν εἶναι τὸ πρᾶγμα, οὐχ ὅτι μόνον ἐβούλοντο εἰσελθεῖν, ἀλλὰ καὶ τί προσδοκῶντες ἔλεγον.

ΚΕΦΑΛ. ΜΓʹ. *Καὶ εἶπεν Ἀζαρίας υἱὸς Ἰωσίου, καὶ Ἰωαννὰν υἱὸς Καρίε, καὶ πάντες οἱ ἄνδρες οἱ ὑπερήφανοι, οἱ εἰπόντες Ἱερεμίᾳ, Δεήθητι ὑπὲρ ἡμῶν πρὸς Κύριον. Εἶπον λέγοντες τῷ Ἱερεμίᾳ· Ψευδῆ σὺ λαλεῖς. Οὐκ ἀπέστειλέ σε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων· Μὴ εἰσέλθητε εἰς Αἴγυπτον οἰκεῖν ἐκεῖ. Ἀλλὰ Βαροὺχ υἱὸς Νηρίου συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δώσει ἡμᾶς εἰς χεῖρας Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς, καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα.

Τουτέστιν, Οὐ κατὰ γνώμην Θεοῦ ταῦτα πρὸς ἡμᾶς ἐφθέγξω, ἀλλὰ ταῦτά σοι συνεβούλευσε Βαροὺχ εἰπεῖν πρὸς ἡμᾶς, τοῖς Χαλδαίοις χαριζόμενος, ἐπειδήπερ ἐκεῖνοι νῦν ἐν τῷ κρατεῖν τυγχάνουσι. Τίνος ἕνεκεν, εἰπέ; διὰ παντὸς τοῦ χρόνου οὐκ ἐλάβετε πεῖραν αὐτοῦ τῆς γνώμης; Εἰ καὶ μηδὲν ἕτερον, οὐχὶ κύριος ὢν ἀπελθεῖν ὄποι βούλεται, μεθ᾽ ὑμῶν εἵλετο μένειν;

Καὶ Ἱερεμίαν τὸν προφήτην. Τίνος ἕνεκεν ἠκολούθησαν οὖτοι; ἵνα μὴ χεῖρόν τι γένηται κακόν. Ὅρα τὴν πρώτην νόσον. Πάλιν εἰς Αἴγυπτον. Πῶς ἑαυτοῖς ἀεὶ τὰ κακὰ ἐπισπῶνται. Ἀλλ᾽ ὅμως οὐδὲ ἐκεῖ παραγενομένους εἴασεν ὁ Θεὸς, οὐδὲ εἶπε· Τί τὸ κέρδος; λοιπὸν κατῆλθον εἰς Αἴγυπτον.

Ἀλλ᾽ ὅρα αὐτοῖς οἷα προφητεύει ὁ Ἱερεμίας, στόμα Θεοῦ ὤν. Καὶ οὐδαμοῦ σκοπῶν εἴ τι ἐλύπησαν, ἀλλὰ καθάπερ πατὴρ φιλόστοργος πανταχοῦ παρακολουθεῖ τῷ παιδὶ μαινομένῳ· οὐχ ἁπλῶς δὲ μετὰ ταῦτα τὰ τοῦ Βαροὺχ ἔθηκεν.

Λάβε σεαυτῷ λίθους μεγάλους. Τίθησι λίθους ἐν τῷ πλινθίῳ. Ποιεῖ τι ἀεὶ σωματικὸν, ἵνα πείσῃ, ὥστε αὐτοὺς καταπλῆξαι πλέον. Ἀλλ᾽ οὐκ ἴσχυσεν αὐτοὺς ἑλεῖν οὐδὲ πεῖσαι. Οὕτως εἶπε Κύριος τῶν δυνάμεων, καὶ τὰ ἑξῆς.

Προσέταξεν αὐτῷ Θεὸς ἐπὶ τοῦ τόπου τῶν πλίνθων· τοῦτο γάρ ἐστιν ἐν τῷ πλινθείῳ λίθους καταθέσθαι, ὥστε εἶναι σχῆμα θρόνου, καὶ πηλῷ καταχρίσαι. Καὶ οὕτω προεῖπε τοῦ Ναβουχοδονόσορ τὴν ἄνοδον, καὶ ὡς ἑλὼν τὴν πόλιν ὑπ᾽ ἐκείνου τοῦ τόπου τὸν ἑαυτοῦ θρόνον θήσει. Τοῦτο δὲ προσέταξεν αὐτῷ ποιῆσαι, ὅπως ἂν μὴ μάτην φθέγγησθε. Ὁρῶντες γὰρ, ὅτι ἐν Αἰγύπτῳ ἔνθα ὁ βασιλεὺς ἐκαθέζετο τῆς Αἰγύπτου ὑπ᾽ αὐτῶν τῶν βασιλειῶν τοῦτο ἐποίει, οὐκ ἔτι λέγειν ἐδύναντο κατὰ χάριν τοῦ Βαβυλωνίου μηνύειν ἐκείνου τὴν ἄνοδον. Μᾶλλον γὰρ ἂν τῷ παρόντι πρὸς χάριν ἐφθέγξατο, ἢ τὸν ἀπόντα καὶ μηδὲν ἀκούοντα ἐκολάκευσεν.

Καὶ θήσει τὰ ὅπλα αὐτοῦ ἐπάνω αὐτοῦ, καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ᾽ αὐτοὺς, καὶ εἰσελεύσεται, καὶ πατάξει τὴν γῆν Αἰγύπτου. Ἀσαφῶς κεῖται ἐν τῷ Ἑλληνικῷ· ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν, ὅτι τὴν σκηνὴν αὐτοῦ ἣν ἔθος τοῖς βασιλεῦσιν ἐν ταῖς στρατοπεδείαις ποιεῖσθαι, ἐνταῦθα πήξει· τὸ οὖν, θήσει τὰ ὅπλα αὐτοῦ, ὁ Ἑβραῖος, καὶ τανύσει τὴν σκηνὴν αὐτοῦ, ἔφη· σώζεται δὲ ἡ αὐτὴ ἔννοια ἐν ἑκατέρῳ. Δῆλον γὰρ, ὡς τὰ βασιλικὰ ὅπλα ἐπὶ τῆς σκηνῆς τοῦ βασιλέως ἔκειτο.

Καὶ θήσω αὐτοῦ τὸν θρόνον. Εἶτα ἵνα μὴ στοχασμὸν νομίσῃς, καὶ τὸν τόπον λέγει, ἔνθα θήσει τοὺς λίθους. Καὶ καύσει πῦρ. Καὶ περὶ τῶν θεῶν αὐτῶν λέγει, ἵνα μὴ εἰς ἀσέβειαν ἐκκλίνωσιν, ἀλλ᾽ οὐδὲν πλέον ἐγένετο.

Καὶ ἀποικιεῖ αὐτοὺς, καὶ φθερεῖ γῆν Αἰγύπτου, ὡς φθερίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ. Τουτέστι, τὸ παλαιόν· οὕτως εὐκόλως καθέξει τῆς Αἰγύπτου ὁ Ναβουχοδονόσορ. Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως τοὺς Ἐνὼν, καὶ τοὺς οἴκους τῶν θεῶν αὐτῶν κατακαύσει πυρί.

Ἐνὼν ὄνομα πόλεώς ἐστι πλησίον Τάφνας Ἴσως δὲ κατὰ μὲν Ἕλληνας Ἡλιούπολις ἐκαλεῖτο, κατὰ δὲ τὴν Αἰγυπτίων φωνὴν Ἐνών.

ΚΕΦΑΛ. ΜΔʹ. Οὕτως εἶπε Κύριος. Ὅρα, τί τούτου ἂν γένοιτο σαφέστερον; ἐν ὄψεσιν εἶχον τὰ παραδείγματα. Οὐκ ἦν ταῦτα ῥήματα, ἀλλὰ πράγματα ἃ ἐβόα. Τὴν αἰτίαν ᾔδεσαν τῶν συμβεβηκότων. *Καὶ οὐκ ἔσονται αὐτοῖς σεσωσμένος, οὐδὲ περιλειπόμενος οὐδεὶς τῶν ἐπιλοίπων Ἰούδα τῶν ἐλθόντων παροικεῖν ἐν τῇ Αἰγύπτῳ, τοῦ ἀποστρέψαι εἰς γῆν Ἰούδα ἐφ᾽ ἣν αὐτοὶ ἐλπίζουσι ταῖς ψυχαῖς αὐτῶν, τοῦ ἐπιστρέψαι ἐκεῖ οὗ μὴ ἀποστρέψουσιν οἱ διαπεφευγότες.

Πᾶσιν ἀπειλεῖ θάνατον τοῖς εἰς τὴν Αἴγυπτον εἰσεληλυθόσιν, ὡς μαχομένοις τῇ τοῦ Θεοῦ γνώμῃ καὶ χείρονα πείσεσθαι, ἢ τοὺς ἐν Ἱεροσολύμοις· σώζεσθαι μόνους ἔφη ἐκείνους, οἳ τῶν κακῶν καταλαβόντων τὴν Ἰουδαίαν μεταδιώξουσι, ὡς ἂν γνοῖεν ἄμαχον οὖσαν τοῦ Θεοῦ τὴν ἰσχὺν, ἀφ᾽ ὧν καὶ τοὺς δοκοῦντας εἶναι ἐν ἀσφαλεῖ, ὑποχειρίους δίδωσι τοῖς ἐχθροῖς, καὶ ἔρημον οὖσαν τὴν γῆν οἰκίζει, σώζων ἅπαντας τοὺς ἐπ᾽ αὐτὴν καταφεύγοντας· καὶ ὅτι τοῦτο οὕτως ἔχει, δηλοῖ προϊὼν σαφέστερον οὕτω λέγων· Ὁ λόγος ὃν ἐλάλησε.

Αὕτη βασίλισσα οὐρανοῦ, εἰπέ μοι; Θεὸς ποιήσας τὸν οὐρανὸν, καὶ τὴν γῆν, ἀεὶ ἀκούεις, συνεχῶς· καὶ ταύτην βασίλισσαν καλεῖς, τὴν σελήνην; Καὶ καλῶς ἦν ὑμῖν. Πόθεν οὖν ὁ λιμὸς, εἰπέ μοι; πόθεν ὁ θάνατος; Ὢ τῆς ἀναισχυντίας! Διὰ τοῦτο αὐτοὺς ἀναμιμνήσκει.

Οὐχὶ τοῦ θυμιάματος οὗ ἐθυμιάσατε. Οὐχὶ διὰ τοῦτο ἡ αἰχμαλωσία, φησίν; οὐχὶ διὰ τοῦτο πάντα τὰ κακά; Πῶς καλῶς ἦν ὑμῖν; οὐχὶ διὰ τοῦτο οὐκ ἠδυνήθη ὑμᾶς ἐνεγκεῖν ὁ Θεός; Τί κακίας χεῖρον γένοιτο ἄν; ποῖοι μαινόμενοι ἐφθέγξαντο ἂν ταῦτα τὰ ῥήματα;

Ἐὰν γένηται ἔτι ὄνομά μου ἐν τῷ στόματι. Ἀπειλεῖ πάλιν λιμὸν καὶ δεσμοὺς ἀνασωζομένους, ἵνα μάθωσιν, ὅτι ἀληθῆ ταῦτά ἐστιν. Καὶ μετ᾽ ὀλίγα· Διὰ τοῦτο οὕτως αὐτοὺς ἀφῆκεν, ἵνα ἀπολογῆται πρὸς σὲ, ὅτι δικαίως αὐτῶν τὴν πόλιν ἐνέπρησεν.

Ὅταν γὰρ οἱ διαφυγόντες τοιοῦτοί εἰσι, τί χρὴ περὶ τῶν ἄλλων εἰπεῖν; Καὶ ἐκλείψουσι πᾶς ἀνὴρ Ἰούδα, οἱ κατοικοῦντες ἐν τῇ Αἰγύπτῳ ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, ἕως ἂν ἐκλίπωσι, καὶ οἱ σεσωσμένοι ἀπὸ ῥομφαίας ἀποστρέψουσιν ἐκ γῆς Αἰγύπτου ἐν γῇ Ἰούδα· ὀλίγοι ἀριθμῷ ἄνδρες. Ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν θυμιᾷν τῇ βασιλίσσῃ.

Τουτέστι, τῇ στρατιᾷ τοῦ οὐρανοῦ. Κἀνταῦθα δὲ ἡ ὁμωνυμία τὴν ἐναλλαγὴν τῆς ἑρμηνείας ἐποιήσατο Μελχὲδ γὰρ στρατιά ἐστι, Μελχὲθ δὲ βασίλισσα. Οὕτως δὲ ἀναισχύντως τὴν ἀσέβειαν μετιοῦσιν αὖθις ἀπειλήσας παντελῆς αἰχμαλωσίαν, ἀπόδειξιν τῶν λόγων ποιεῖται τὰ παρόντα· φησὶ γάρ· Λόγος τίνος ἐμμενεῖ.

Τί δὲ, τίνος ὁ λόγος μενεῖ, δείκνυσιν ὡς ἐν τοῖς κακοῖς με ζητοῦντες οὐχ εὑρήσετε· οἱ δὲ κατάλοιποι διὰ τῶν ὑμετέρων παθημάτων ὠφεληθήσονται. Καὶ τοῦτο τὸ σημεῖον. Σημεῖον τῶν ὑμετέρων κακῶν ὁ Φαραὼ ἁλωσόμενος.

Ἐμῇ γὰρ βουλῇ καὶ ὁ Βαβυλώνιος Σεδεκίαν εἴληφεν, οὐκ ἰδίᾳ δυνάμει· πείσεται δὲ καὶ οὗτος, ἅμα μένων ἀσεβὴς, ἅμα δὲ καὶ πρὸς αἴσθησιν ἄγων ἡμᾶς, ὡς Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ ἐλπίζειν ἐπ᾽ ἄρχουσι. Συμπεράνας δὲ ταύτην τὴν προφητείαν ἱστορίᾳ συμπεπλεγμένην, πρεσβυτέρας ἀναμιμνήσκει προφητείας, ἣν ἐν ταῖς ἡμέραις Ἰωακεὶμ τῷ Βαροὺχ εἰπεῖν προσετάχθη.

Οὕτως εἶπε Κύριος· Ἰδοὺ γὰρ ἐγὼ δίδωμι τὸν Φαραὼ Οὔαφρι βασιλέα Αἰγύπτου ἔκδοτον εἰς χεῖρας ἐχθρῶν αὐτοῦ, καὶ εἰς χεῖρας ζητούντων τὴν ψυχὴν αὐτοῦ, καθὰ δέδωκα τὸν Σεδεκίαν βασιλέα Ἰούδα εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος.

Τῆς γὰρ Ἱερουσαλὴμ ἁλούσης, δείσας περὶ τῶν ὅλων ὁ Αἰγύπτιος, περὶ τὸν Εὐφράτην συμβάλλει τῷ Βαβυλωνίων βασιλεῖ, ἡνίκα καὶ ἑάλω. Οὔπω τοίνυν τούτου δήλου τυγχάνοντος, ἀλλ᾽ ἔτι μετεώρου τοῦ πολέμου καθεστῶτος, ἀπειλήσας τῆς Αἰγύπτου ἅλωσιν, καὶ Ἰουδαίοις ἀπώλειαν, ἀπόδειξιν τῶν λόγων τὴν ἧτταν τοῦ Φαραὼ ἔφη.

ΚΕΦΑΛ. ΜΕʹ. *Ὁ λόγος, ὃν ἐλάλησεν Ἱερεμίας ὁ προφήτης πρὸς Βαροὺχ υἱὸν Νηρίου, ὅτι ἔγραψε τοὺς λόγους τούτους ἀπὸ στόματος Ἱερεμίου ἐν τῷ ἔτει τῷ τετάρτῳ Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα. Οἰηθείη μὲν ἄν τις οὐ κατὰ τάξιν ταῦτα κεῖσθαι παρὰ τῷ προφήτῃ, ὅθεν φησὶ, δεῖν ἐπισημαίνεσθαι, ὡς πολλαχοῦ ἐστι τοῦτο τῆς Γραφῆς τὸ ἰδίωμα, τῶν συνθέντων τὰς ἱστορίας, οὐ τῆς ἀκολουθίας φροντισάντων, ἀλλὰ τοῦ ὅπως δήποτε συνθεῖναι πρὸς ὠφέλειαν τῶν ἀναγινωσκόντων. Μᾶλλον δ᾽ ἄν τις ἡρμόσθαι αὐτό φησι πρὸς τὰ ἡγούμενα. Ἐπειδὴ γὰρ ἔφη τῶν ἐν Αἰγύπτῳ μόνους σώζεσθαι τοὺς εἰς τὴν Ἰουδαίαν φεύγοντας, ἀπόλλυσθαι δὲ πάντας τοὺς λοιποὺς, οὐκ ἐπείσθησαν δὲ, ἀπὸ τῶν παλαιῶν ἐπιστώσατο τὸ λεγόμενον. Ὡς γὰρ πάλαι, φησὶν, ὁ Βαροὺχ ἐπὶ τοῦ Ἰωακεὶμ προλέγων τὰ δεινὰ μὴ ἀπολεῖται, ἐπαγγειλάμενος δὲ αὐτῷ Θεὸς ἀβλαβῆ ἐφύλαξε μόνον ἐξ ἁπάντων, οὕτω καὶ νῦν τοὺς πειθομένους σώζει.

Οὕτως εἶπε Κύριος. Οὐχ ἁπλῶς μέμνηται τούτου τοῦ λόγου νῦν, οὐδὲ ἀκαίρως, ἀλλ᾽ ἵνα μάθῃς, καὶ οἷος ὁ Βαροὺχ περὶ αὐτοὺς ἦν, πῶς θρηνεῖ καὶ ἀποδύρεται, ἀξιῶν περὶ αὐτῶν τὸν Θεόν. Αὐτὸς δέ φησι· Μὴ ζήτει μεγάλα.

Ἐπεὶ σὺ Βαροὺχ εἶπας· Οἴμοι ὅτι προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου. Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον. Ὁ Βαροὺχ ἀποστελλόμενος παρὰ τοῦ Ἱερεμίου τὰ κατὰ τῆς πόλεως ἐξειπεῖν, δεδοικὼς τὴν τοῦ βασιλέως ὀργήν, καὶ τῶν λοιπῶν τὴν ὠμότητα, ἀπιέναι οὐκ ἐβούλετο, ἐννοῶν δὲ πάλιν, ὅτι οὐχ ὁ τυχὼν κίνδυνός ἐστι παραβῆναι τοῦ προφήτου τοὺς λόγους (τοῦτο γάρ ἐστι τῷ Θεῷ πέμποντι ἀντειπεῖν), ἐν στενοχωρίᾳ κατείχετο· ἀπιών τε γὰρ θάνατον προσεδόκα, καὶ μὴ πειθόμενος οὐ διαφεύξεσθαι τὴν τιμωρίαν, οὔτε τῷ Θεῷ προσκρούων. Τὸ οὖν· Προσέθηκε Κύριος κόπον ἐπὶ πόνον μου· πόνον μὲν καλεῖ τὴν λύπην ἦν εἶχον περὶ τοῦ λαοῦ· κόπον δὲ τῆς ψυχῆς τὴν ἀνίαν, καὶ τὴν περὶ τοῦ μέλλοντος φροντίδα. Τὸ δὲ, Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον· ὡς ἐν φροντίδι ἐσχηκὼς τὸ πρᾶγμα, ὥστε μήτε ὕπνου μετὰ ἀνέσεως τυχεῖν.

Οὕτως εἶπε Κύριος· Ἰδοὺ ἃ ᾠκοδόμησα ἐγὼ καθελῶ, ἃ ἐφύτευσα ἐγὼ ἐκτίλλω, καὶ σύμπασαν τὴν γῆν ἐκείνην, καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; μὴ ζήτει. Τουτέστιν, Οὐ προσήκοντα λογισμῷ δικαίῳ εἴληφας. Διὰ γὰρ τὴν ἀσέβειαν τοῦ πλήθους κατὰ πάντων ἀποφηναμένου, καὶ βουλομένου μου διὰ τῆς ἀπειλῆς ἀπαλλάξαι τῶν κινδύνων, σὺ οὐδὲ ἀθυμεῖν [ἴσ. εὐθυμεῖν] ἐθέλεις, ἢ φροντίδα τινὰ τοῦ πράγματος ποιεῖσθαι. Τὸ γὰρ, Σὺ ζητεῖς σεαυτῷ μεγάλα, τοῦτο σημαίνει· τουτέστι, τὸ μηδὲ λυπεῖσθαι· ὅτι γὰρ οὐ περὶ συμφορᾶς αὐτό φησι, μηνύει τὸ ἐπαγόμενον· φησὶ γάρ· Ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος, καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρεμα ἐν παντὶ τόπῳ, οὗ ἐὰν βαδίσῃ ἐκεῖ.

Τουτέστι· Μὴ φοβοῦ· ἀπελθὼν εἰπὲ τῷ λαῷ τὰ παρὰ τοῦ προφήτου λεγόμενα, εὖ εἰδὼς, ὡς οὐ κοινωνήσεις αὐτοῖς τῆς συμφορᾶς, οὐδέ τι διαθήσουσί σε κακόν· τὸν δὲ τρόπον τῆς σωτηρίας ἀνωτέρω τέθεικεν ὁ Προφήτης, φήσας· Καὶ κατέκρυψεν αὐτοὺς Κύριος καὶ οὐχ εὑρίσκοντο.

Καὶ σὺ ζητήσεις. Μίαν πόλιν ὅλην ἐξαρπάσαι κινδύνων προσκρουσασάν μοι ζητεῖς. Καὶ δώσω τὴν ψυχήν. Ὅπου δ᾽ ἂν ᾖς, οὐ μὴ πείσῃ δεινόν. Ἀλλ᾽ ὅμως καὶ οὕτως ἐπέκειτο. Ἵνα μάθῃς, ὅτι οὐχὶ τὸ ἑαυτοῦ ἐσκόπει, ἀλλὰ τὸ τῶν πολλῶν. Ἡμεῖς δὲ, ὅτε τὰ ἡμέτερα ἐν ἀσφαλείᾳ ἦν, τότε τῶν λοιπῶν ἐποιούμεθα λόγον. *Ἐπὶ δύναμιν Φαραὼ Νεχαὼ βασιλέως Αἰγύπτου, ὃς ἦν ποταμῷ Εὐφράτῃ ἐν Χάρμης, ὃν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἔτει τῷ τετάρτῳ υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα.