Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἱερεμίαν (ἀποσπάσματα)
Η Ανάγνωση τών Προφητειών καί η Νέα Φυλάκιση τού Ιερεμία
Η υπαγόρευση τών προφητειών στόν Βαρούχ, η καύση τού βιβλίου από τόν βασιλιά Ιωακείμ, η σύλληψη καί η φυλάκιση τού Ιερεμία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η Ανάγνωση τών Προφητειών καί η Νέα Φυλάκιση τού Ιερεμία
Η υπαγόρευση τών προφητειών στόν Βαρούχ, η καύση τού βιβλίου από τόν βασιλιά Ιωακείμ, η σύλληψη καί η φυλάκιση τού Ιερεμία.
Ἀλλὰ καὶ οὗτοι γεγόνασιν αἰχμάλωτοι· εἰ γὰρ Ἱερεμίας, καὶ Ἰεζεκιὴλ, καὶ Δανιὴλ, πολλῷ μᾶλλον καὶ οὗτοι. Τοὺς γὰρ ἀγαθοὺς καὶ γενναίους ἄνδρας οὐδὲν τούτων ἐλύπει, ἀλλὰ καὶ λαμπροὺς ἐποίει, καὶ ἐν ὀδύναις παραμυθία τὸ πρᾶγμά ἐστι. Καὶ μετ᾽ ὀλίγα· Καὶ ἤγαγεν αὐτοὺς εἰς οἶκον Κυρίου, ἵνα καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τοῦ ἀνδρὸς δυσωπηθῶσιν· ἀλλὰ οὐδὲν αὐτοὺς ἐδελέασεν, ὥστε πάντοθεν ἀνῄρηται τοῖς Ἰουδαίοις ἀπολογία. Καὶ μετ᾽ ὀλίγα· Ὅρα τὰ ἀποστολικὰ προειληφότα.
Καὶ εἶπον· Οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ υἱὸς Ῥιχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν. Οὐ μὴ πίητε οἶνον ὑμεῖς, καὶ οἱ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος, καὶ τὰ ἑξῆς. Ἀπόγονοι ἦσαν οὗτοι τοῦ Ἰωναδὰβ, ὃς ἡσθεὶς τῷ ὑπὲρ τοῦ Θεοῦ ζήλῳ, εἰς ἀπάντησιν ἧκε τῷ βασιλεῖ.
Ἐκεῖνος τοίνυν πάλαι τὴν Ἀχαὰβ παρανομίαν ὁρῶν, καὶ εἰδὼς ἀληθῆ τὰ παρὰ τῶν προφητῶν ῥήματα, καὶ σφόδρα προσδοκῶν ἅλωσιν τῆς χώρας, καὶ καταστροφὴν τῶν πόλεων, τοῖς αὐτοῦ υἱοῖς ἐνετείλατο ταῦτα, οὐχ ὥστε μόνον φυλάξαι, ἀλλ᾽ ὥστε καὶ τοῖς οἰκείοις ἐγγόνοις παραδοῦναι τὸ παράγγελμα. Ἐκεῖθεν φαίνονται οὗτοι μέχρι τοῦ νῦν φυλάξαντες τὸ τοῦ προπάτορος πρόσταγμα.
Ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν. Εἶτα ἵνα μὴ λέγῃ τις· Πῶς οὖν τὴν πόλιν κατειλήφατε νῦν, καὶ οἰκίας οἰκεῖτε; ἐπὶ τὸ στρατόπεδον καταφεύγουσι· τοῦτο γὰρ ἐσχάτης ἀνοίας, ἑκόντας ἑαυτοὺς ἐκδοῦναι τοῖς πολεμίοις.
Οὐ μὴ λάβητε παιδείαν. Οἱ υἱοὶ Ἰωναδὰβ ἀνθρώπου ἀπελθόντος ἐστήσαντο ἐντολὴν, ὑμεῖς δὲ παρέβητε τὰς ἐμὰς, τὸν ἐπιτάξαντα. Βούλεσθε ἰδεῖν τῶν ἐπιταγμάτων τὸ ῥᾷστον; ἐγὼ μὲν ἐπέταξα εὔκολα, καὶ ἀναγκαῖα σφόδρα, ὥστε πονηρίας ἀπέχεσθαι καὶ εἰδώλων· ἐκεῖνος δὲ πολὺ δύσκολα. Ἀλλ᾽ ἐκεῖνος μὲν εἶπε, καὶ ἀπῆλθεν· ἐγὼ δὲ ὑμῖν καθ᾽ ἑκάστην ἐνηχῶ τὴν ἡμέραν, καὶ οὐδὲν γίνεται πλέον.
Καὶ ἔστησαν υἱοὶ Ἰωναδάβ. Καὶ οὐ λέγει ποίαν· ἀλλὰ μὴ βουλόμενος αὐτοῖς φορτικὴν ποιῆσαι τὴν κατηγορίαν, ὅρα πῶς ἐστι δημοτικὸς, οὐδὲν παρ᾽ αὐτῷ τυραννικόν· πῶς πάντοθεν αὐτοὺς ἀφαιρεῖται συγγνώμης, λέγων· Ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου Διὰ τοῦτο, οὕτως εἶπε Κύριος.
Τοὺς δὲ υἱοὺς Ἰωναδὰβ ἱερωσύνῃ διηνεκεῖ τιμᾷ, λέγων· Οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ παρεστηκὼς πρόσωπόν μου πάσας τὰς ἡμέρας. Μὴ γὰρ νομίσητε διαπίπτειν τὴν εὐλογίαν τοῦ πατρός.
ΚΕΦΑΛ. Λϛʹ. Καὶ ἐνετείλατο Ἱερεμίας. Ὅρα Θεοῦ πρόνοιαν. Ἐκεῖνοι μὲν τὸν ἰατρὸν ἔδησαν, ὁ δὲ Θεὸς καὶ οὕτως δεικνὺς αὑτοῦ τὴν φιλανθρωπίαν, οὐκ ἐξέβαλεν αὐτὸν, ἀλλ᾽ εἴασεν ἐν τῷ δεσμωτηρίῳ, ἵνα τὸν τούτων θυμὸν παραμυθήσηται, καὶ μὴ φιλονεικοτέρους ἐργάσηται, οὐ μὴν τῆς θεραπείας αὐτοὺς ἀπεστέρησεν, ἀλλὰ ποιεῖ διὰ γραμμάτων αὐτοὺς ἀναμνησθῆναι τὸ πᾶν, καὶ ἐν καιρῷ νηστείας.
Καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ. Τίνος δὲ ἕνεκεν ἐν καιρῷ νηστείας; ἵνα καὶ τὸν καιρὸν ἔχῃ συμπράττοντα, καὶ πάντες παρῶσιν ἀκούοντες. Λυπεῖ τὰς ὄψεις τὰς ὑμετέρας ἡ ὄψις τοῦ προφήτου φαινομένη. Ἰδοὺ δι᾽ ἑτέρου σκεύους ὑμῖν τὸ φάρμακον παραδίδωμι [ἐπιτίθησι].
Καὶ ἐγενήθη ἀναγινώσκοντος Ἰουδίν. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, καὶ ἀκούσας τὰ δυνάμενα καὶ λίθον μαλάξαι, συνέκοψε τὸ βιβλίον· ὥσπερ ἂν εἴ τις τὸν ἰατρὸν οὐχ εὑρὼν, τὸ φάρμακον λαβὼν, εἰς τὸ πῦρ ἔῤῥιψεν. Εἶδες μανίαν καὶ ἀγριότητα;
Οὐχ ἁπλῶς ἔκοψεν, ἀλλ᾽ εἰς τὸ πῦρ ῥίπτει· πολλὴ τῶν παρεστηκότων νωθεία. Ἠναντιώθησαν δέ τινες, φησί. Καὶ μετ᾽ ὀλίγα· Ὅρα δαιμονικὴν μανίαν· οὐχὶ πρὸς τὸν προφήτην, ἀλλὰ καὶ πρὸς τὰ ῥήματα ταῦτα, καὶ πρὸς τὰ πράγματα [γράμματα] ἀπεχθῶς εἶχεν. *Καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Ἱερεμιὴλ υἱῷ τοῦ βασιλέως συλλαβεῖν τὸν Βαροὺχ τὸν γραμματέα, (τουτέστι, τὸν ὀξυγράφον) καὶ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ κατεκρύβησαν ὑπὸ Κυρίου.
Καὶ τὸν ἀνωτέρω λέγει, ὅτι τοῦ Θεοῦ προστάξαντος γράψαι ἅπαντας τοὺς λόγους, οὓς πρὸς τὸν λαὸν ἔφη ἀπὸ τῶν τοῦ Ἰωσίου καιρῶν μέχρι τετάρτου ἔτους τῆς βασιλείας Ἰωακεὶμ, ἐν ᾧ ταῦτα ἔγραψεν, ὅτι μεταπεμψάμενος τὸν Βαροὺχ ἔφη· *Ἐγὼ φυλάσσομαι, καὶ οὐ δύναμαι εἰσελθεῖν εἰς οἶκον Κυρίου, καὶ εἰσελεύσῃ σὺ, καὶ ἀναγνώσῃ ἐν τῇ κεφαλίδι ταύτῃ, ἐν ᾧ ἔγραψας ἐκ στόματός μου τοὺς λόγους Κυρίου εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν ἡμέρᾳ νηστείας.
Εἰ τοίνυν ἐφυλάττετο, πῶς ἐκρύβη; Εὔδηλον τοίνυν, ὡς ἐπὶ τοῦ Ἑλισσαίου ἀορασίᾳ ἐπλήγησαν οἱ ἐλθόντες αὐτὸν κατασχεῖν τῶν Σύρων. Τοῦτο γέγονε καὶ νῦν τοῦ Θεοῦ ἀφανεῖς αὐτοὺς κατά τινα ἀόρατον δύναμιν πεποιηκότος, ὡς ἑστᾶναι μὲν αὐτοὺς πρὸ πάντων, μὴ φαίνεσθαι δέ.
Πάλιν λάβε. Ὅρα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, μετὰ τοσαύτην ἀπείθειαν πάλιν αὐτοῖς συμβουλεύοντος. Ἡμεῖς δὲ πολλάκις ἀντίστασιν ὑποπτεύοντες, τὴν ἀρχὴν οὐδὲ παραινοῦμεν, ἢ πῶς ἅπαξ ἀποτυχόντες, ὕβριν τὸ χρῆμα νομίζομεν, καὶ πάλιν λέγειν οὐκ ἀνεχόμεθα, Θεοῦ τοσαύτην ὑπομείναντος ὕβριν περὶ τὴν καῦσιν τοῦ βιβλίου, καὶ τῶν προφητῶν τὴν ἐπιβουλήν. Πάντες ζητοῦσι τὸ μέλλον, ὑπακούειν δὲ τοῖς μὴ καθ᾽ ἡδονὴν οὐκ ἀνέχονται. Εἷς δὲ ὁ λόγος ἀεὶ τοῦ προφήτου, καὶ ἀκολάκευτος πρὸς τοὺς τιμῶντας [ἀτιμῶντας].
Δείκνυσι δὲ, ὅτι μὴ ἀδικεῖ λέγων τἀληθῆ, μηδὲ ἄξιός ἐστι φυλακῆς, τὸ δὲ Ἐλενιὼθ, Ἀκύλας ἐξέδωκεν ἐργαστήρια. Καὶ προσετέθησαν αὐτῷ λόγοι πλείονες. Οὗτοι ἀξιόπιστοι ἦσαν.
ΚΕΦΑΛ. ΛΖʹ. Καὶ ἤκουσαν οἱ Χαλδαῖοι. Τίνος ἕνεκεν ἀναχωροῦσιν οἱ Χαλδαῖοι; ἵνα πάντοθεν μάθωσιν οἱ Ἰουδαῖοι, ὅτι οὐκ οἰκείᾳ δυνάμει ἐπῆλθον αὐτοῖς καὶ ἐπολέμησαν, ἀλλ᾽ αὐτοῦ συγχωρήσαντος. Ὅτι οὕτως εἶπε.
Ὅταν γὰρ βούληταί τι διά τινων ὁ Θεὸς ἐργάζεσθαι, πρῶτον αὐτοὺς δείκνυσιν ἀσθενεῖς, ἵνα τὸ πᾶν αὐτοῦ νομισθῇ. Ὃ καὶ ἐνταῦθα γέγονεν. Ἐγένετο δὲ, ὡς ἀνέβη ἡ δύναμις τῶν Χαλδαίων ἀπὸ Ἱερουσαλὴμ, ἀπὸ προσώπου τῆς δυνάμεως Φαραὼ, ἐξῆλθεν Ἱερεμίας ἀπὸ Ἱερουσαλὴμ, καὶ τὰ ἑξῆς.
Τινές φασιν, ὡς οὐκ ἀσθενείᾳ Βαβυλώνιοι ἀνεχώρησαν, Αἰγυπτίων πολεμούντων, ἀλλ᾽ ὡς τοῦ βασιλέως μὴ παρόντος· οἶμαι δὲ περιττὸν εἶναι τὸν λόγον τοῦτον· οὐδὲ γὰρ ἐν τῇ ἐσχάτῃ ἁλώσει παρῆν. Ἐν γοῦν τῇ Δεβλαθᾶ ὁ Σεδεκίας ἀπηνέχθη μετὰ τὴν ἐσχάτην ἅλωσιν τῆς πόλεως. Ἡγοῦμαι τοίνυν, ὡς οὐκ ἀξιόμαχον εἶχον δύναμιν πρὸς τὸ τῶν πολεμίων πλῆθος, καὶ Θεὸς δὲ αὐτοῖς ὡς δικαίοις ἐπήμυνεν, ἀσθενέστερον δὲ τὸν λαὸν διὰ τὰς ἁμαρτίας εἰργάσατο.
Ἔστι τοίνυν ἐκ τούτου εἰπεῖν, ὅτι τὰ μέλλοντα ἀποβαίνειν προεῖπε Θεὸς, οὐκ αὐτὸς ἐπάγων τὰς συμφορὰς, ἀλλ᾽ ἀπειλῶν τὰ ἐσόμενα, καὶ μὴ τὸ βοηθεῖν ἀπειλήσας. Χρήσιμος δὲ οὗτος ὁ λόγος καθ᾽ ὅλου. Ὅτι οὐκ ἐπειδὴ προλέγει Θεὸς γίνεται τὰ πράγματα, ἀλλ᾽ ἐπειδὴ εἶναι μέλλει Θεὸς προειδὼς προμηνύει· οὕτω γοῦν καὶ τὰ περὶ Χριστοῦ ὑπὸ τῶν προφητῶν εἰρημένα ἔστιν ἐκλαβεῖν, καὶ τὴν Ἰούδα παρὰ τοῦ Χριστοῦ πρόῤῥησιν γενομένην.
Καὶ ἐγένετο αὐτὸς ἐν τῇ πόλει Βενιαμὶν, καὶ ἐκεῖ ἄνθρωπος παρ᾽ ᾧ κατέλυεν (ὄνομα αὐτῷ Ἀρουία), καὶ συνέλαβεν Ἱερεμίαν τὸν προφήτην λέγων· Πρὸς τοὺς Χαλδαίους σὺ φεύγεις; Τὸ, Παρ᾽ ᾧ κατέλυεν, ἀντὶ τοῦ, Παρ᾽ ᾧ ὁδοιπορῶν μένειν εἰώθει.
Καὶ παρέδωκαν αὐτὸν εἰς οἶκον φυλακῆς εἰς τὸ δεσμωτήριον, εἰς τὸν οἶκον Ἰωνάθαν τοῦ γραμματέως, ὅτι τὴν οἰκίαν αὐτοῦ ἐποίησαν φυλακὴν, ὅτι ἦλθεν ὄχλος εἰς τὴν οἰκίαν τοῦ λάκκου, καὶ εἰς τὴν Χερέθ. Τουτέστιν, τὴν οἰκίαν Ἰωνάθαν εἱρκτὴν ἐποίησαν, καὶ ὄχλος ἐγκέκλειστο ἐκεῖ· τὸ δὲ εἰς τὴν Χερὲθ, τουτέστιν, εἰς τὸν τῆς ἐποχῆς οἶκον. Οὕτω γὰρ ὁ Ἑβραῖος Φεθχλὼ, ὅπερ ἑρμηνεύει, οἶκον ἐποχῆς· ἀντὶ γὰρ τῆς φυλακῆς, ἐποχὴν ἔθος ἔχει λέγειν.
Καὶ ἐπικράνθησαν. Καθάπερ τὰ θανατοῦντα θηρία, οὕτω λοιπὸν ὕβριζον καὶ εἰς τοὺς προφήτας. Εἰ γὰρ ἔφευγε, τί ἦν; οὐχ ὑμεῖς αὐτὸν ἐπιστομίζετε; οὐχ ὑμεῖς αὐτὸν κωλύετε τοῦ φθέγγεσθαι; Τί ἦν, εἰ ἔφυγε; Καὶ μὴν εἰ ἔφυγεν, ὑμῖν κοῦφον ἦν· ἀπηλλάττεσθε τῶν ἐλέγχων, ἐλεύθεροι τῆς κατηγορίας ἦτε. Ἀλλ᾽ ὅρα πανταχοῦ τὴν κατηγορίαν καὶ κακίαν διεστραμμένην· τίνος ἕνεκεν καὶ ἐμάστιξαν αὐτόν; ἀμύνεσθαι ὑπὲρ τῆς παῤῥησίας.
Καὶ ἀπέστειλέ σε Σεδεκίας. Τίνος ἕνεκεν ἐκάλεσεν αὐτόν; ἐνόμισεν αὐτοῦ τὴν παῤῥησίαν ὑπὸ τῆς θλίψεως ταπεινοτέραν γενέσθαι, καὶ ἑτέρων ἀκούσεσθαι ῥημάτων. Εἶτα ἵνα ἀνύποπτος γένηται, οὐκ ἐρωτᾷ αὐτὸν ἁπλῶς, ἀλλά φησιν· Εἰ ἔστι λόγος Κυρίου; Διδοὺς αὐτῷ καὶ εὐπρόσωπον ἀναχώρησιν. Ἀλλὰ πολλῷ φοβερωτέρα ἦν τοῦ δεσμωτηρίου ἡ σιγή.
Καὶ εἶπεν· Ἔστιν. Ὁρᾷς τὰ ἀποστολικὰ κατορθώματα προανατυπούμενα; οὕτω καὶ ἐπ᾽ ἐκείνων ἐγένετο· πανταχοῦ ἦσαν οἱ αὐτοί· οὐδὲν αὐτῶν τὴν παῤῥησίαν ἀνέκοπτεν. Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν; Ταῦτα ἐκεῖνος παθεῖν ἐχρῆν, οὐκ ἐμὲ τὸν ἀληθεύοντα.
Μὴ γὰρ ἐγὼ ἐπήγαγον; εἰ γὰρ μὴ ἐξέβη τὰ πράγματα, καλῶς ἔλεγον, ὅτι περισσῶς ἐλύπησεν ἡμᾶς· νῦν δὲ ἐκβάντων, πως οὐχὶ καὶ στεφανοῦσθαί με δίκαιον; Καὶ οὐ λέγω ὅτι εὐηργέτησα, ἀλλὰ τί ἠδίκησα; καὶ ἀξιοῖ ἀπολυθῆναι τοῦ δεσμωτηρίου.
Τίς γὰρ οὐκ ἂν ἐθέλοι πάσχων κακῶς ἀπαλλαγῆναι; Ἵνα εἰδῇς, ὅτι τῆς αὐτῆς ὑπῆρχε φύσεως. Καὶ συνέταξεν. Οὐκ εἰς τὴν προτέραν, καὶ κελεύει ἄρτους δίδοσθαι αὐτῷ. Τί γὰρ ἔδει λοιπὸν ὀργίζεσθαι, τῶν πραγμάτων ἐκβάντων; Ὁ δὲ οὐδέπω καθυφῆκε τὴν παῤῥησίαν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.