Ὅτε γοῦν ἦλθεν ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις ἀπαγγέλλων ἀγαθὰ, τυραννίδος ἀπαλλαγὴν, ἐλευθερίαν, καὶ πρὸς τὴν παλαιὰν πατρίδα ἐπάνοδον· Ἰδόντες αὐτὸν, φησὶν, οὐκ ἤκουσαν αὐτοῦ ἀπὸ τῆς ὀλιγοψυχίας, καὶ τῶν ἔργων τῶν σκληρῶν. Ἐκεῖνοι τὸν κομίζοντα εὐαγγέλια τοσαῦτα ἰδόντες ἐπεστράφησαν· αὕτη δὲ ἰδοῦσα τὸν προφήτην ἐλθόντα, οὐχὶ ὥστε λῦσαι τὸν λιμὸν, ἀλλ᾽ ὥστε καὶ αὐτῇ γενέσθαι βαρὺν, οὐδὲν τοιοῦτον ἔπαθε. Κἀκεῖνοι μὲν οὕτως ἦσαν δυσχερεῖς διὰ τὸν τῶν ἔργων πόνον· αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη τὸν ἄνδρα, ἀλλὰ καὶ πᾶσαν αὐτῆς τὴν πενίαν ἐκένωσεν, ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα αὐτοῖς τὸν λιμόν. Καὶ ἐπορεύθη, φησὶ, λαβεῖν ὕδωρ, καὶ ἐβόησεν ὁ προφήτης καὶ εἶπε, Λάβε δή μοι καὶ ἄρτον, καὶ φάγομαι. Τί οὖν ἡ γυνή; Οὐδὲ ἐνταῦθα δυσχεραίνει, ἀλλὰ τί φησι; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου. Τίνος ἕνεκεν ὄμνυσιν; Ἄρτον ᾔτησεν ὁ προφήτης, αὐτὴ δὲ ἄρτον οὐκ εἶχεν. Ἔδεισεν οὖν μή ποτε πεπτούσης αὐτῆς, ὀπτώσης, καὶ παρασκευαζούσης, εἶτα βραδυνούσης, οὐκ ἀναμείνας τὴν ἀναβολὴν ὁ προφήτης ἀποπηδήσῃ, καὶ φύγῃ τῆς φιλοξενίας τὸ θήραμα. Διὰ τοῦτο αὐτὸν ὅρκῳ προκατέλαβε λέγουσα, οὐχ ὅτι Οὐκ ἔστι μοι ἄλευρον, ἀλλ᾽ ὅτι Ἐγκρυφίας μὲν οὐκ ἔστιν, ἄλευρον δέ ἐστι.