Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἠλίαν καὶ τὴν χήραν

Ἰωάννης ὁ Χρυσόστομος

Η παιδαγωγική δοκιμασία του προφήτη και το μεγαλείο της χήρας

Ανάλυση της θείας παραχώρησης του λιμού προς αποφυγήν της έπαρσης του προφήτη, και εξύμνηση της προθυμίας της χήρας της Σιδώνος η οποία υπερέβη πολλαπλά εμπόδια, σε αντίθεση με την αχαριστία των Ιουδαίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἤκουσας γοῦν καὶ σήμερον τοῦ Χριστοῦ λέγοντος, καὶ αὐτὸ τοῦτο αἰνιττομένου. Πρὸς γὰρ τοὺς Ἰουδαίους δυσχεραίνοντας διαλεγόμενος ἔλεγεν, ὅτι Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, καὶ πρὸς οὐδεμίαν ἀπεστάλη Ἠλίας, εἰ μὴ πρὸς τὴν χήραν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Ἀλλ᾽ ἴσως ἐκεῖνο ἄν τις διαπορήσειε, τί δήποτε τὸν οὕτω ζηλώσαντα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης θλίβεσθαι καὶ στενοχωρεῖσθαι ἀφῆκεν ὁ Θεὸς, νῦν μὲν εἰς τὸν χειμάῤῥουν πέμπων, νῦν δὲ πρὸς τὴν χήραν, νῦν δὲ εἰς ἄλλο χωρίον, καθάπερ τινὰ μετανάστην τόπους ἐκ τόπων ἀμείβειν παρασκευάζων. Ὅτι γὰρ ἐθλίβετο καὶ ἐστενοχωρεῖτο, ἄκουσον καὶ τοῦ Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι.

Τίνος οὖν ἕνεκεν θλίβεσθαι αὐτὸν συνεχώρησεν; Εἰ μὲν γὰρ ὑπὲρ τῶν εἰς αὐτὸν ἁμαρτημάτων ταύτην ἀπῄτει τοὺς Ἰουδαίους τὴν δίκην, εἰκότως ἄν τις ἔφησε τῇ στενοχωρίᾳ τῆς θλίψεως αὐτὸν λαμβάνειν πεῖραν, ὥστε γενέσθαι πραότερον, καὶ καθυφεῖναι τῆς ὠμότητος. Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομένων αὐτοῖς μνησικακῶν, ἀλλ᾽ ὑπὲρ τῆς εἰς τὸν Δεσπότην ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγαγεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοινωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀνέσεως καὶ ἀδείας; Ὅτι εἰ τῶν ἄλλων κακουχουμένων καὶ τῷ λιμῷ διαφθειρομένων, αὐτὸς ἀνέσεως καὶ τραπέζης ἀπέλαυε πλουσίας, ἴσως ἄν τις ἐνόμισεν ὠμότητος εἶναι τὸ γεγενημένον. Θαυμαστὸν γὰρ οὐδὲν ἐδόκει, εὐθηνίας ἀπολαύοντα, τοῖς ἀλλοτρίοις ἐντρυφᾷν κακοῖς. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ἀφῆκε κοινωνῆσαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ᾽ αὐτῷ. Οὐ γὰρ ἂν εἵλετο στενοχωρούμενος οὕτω, καὶ ὑστερούμενος, καὶ θλιβόμενος, καὶ κακουχούμενος, μὴ λῦσαι τὴν ἀπειλὴν, εἰ μὴ ἀπὸ πολλοῦ τοῦ ζήλου τὴν μακαρίαν ἐκείνην ἀφῆκε φωνήν. Διόπερ καὶ ἥδιον ἦν αὐτῷ στενοχωρεῖσθαι, καὶ σωφρονιζομένους αὐτοὺς ὁρᾷν, ἢ τῆς ἀνάγκης ἀπαλλαγέντας τῆς ἐπικειμένης, πρὸς τὴν προτέραν ἀσέβειαν ἐπανελθόντας ἰδεῖν.

ϛʹ. Τοιαῦται γὰρ πανταχοῦ τῶν ἁγίων αἱ ψυχαί· ὑπὲρ τῆς ἑτέρων διορθώσεως τὴν ἑαυτῶν ἀσφάλειαν προδιδόασιν. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν ὠμότητα ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν. Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυμάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης φύσεως περὶ αὐτῶν πείθει ἐπινοεῖν· καὶ ταῦτα ἀμφότερα διωρθώσατο, τὴν τῆς φύσεως ἐναλλάξας ἀσθένειαν.

Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τῆς τοῦ Παύλου φωνῆς ῥᾴδιον μαθεῖν. Ὅτι μὲν γὰρ ἐπαίρει τὰ θαύματα, ἄκουσον τί φησι· Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ.

Ὅτι δὲ καὶ τοὺς ὁρῶντας τὰ θαύματα καὶ τοὺς ἀκούοντας μείζονα πείθει περὶ τῶν θαυματουργούντων ἐπινοεῖν, καὶ τοῦτο ἐκεῖθεν δῆλον. Εἰπὼν γὰρ περὶ τῶν ἀποκαλύψεων τῶν αὐτοῦ, φησίν· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ. Τίνος οὖν ἕνεκεν οὐ καυχᾶσαι; Φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με, ἢ ἀκούσῃ τι ἐξ ἐμοῦ. Ἵνα οὖν μὴ καὶ ἐπὶ τοῦ προφήτου τοιοῦτόν τι συμβῇ (εἰ γὰρ καὶ Ἠλίας ἦν, ἀλλ᾽ ἄνθρωπος ἦν), ἐγκατέμιξε θαύματι τὸ τῆς φύσεως ἐλάττωμα. Διὰ τοῦτο ὁ τῶν οὐρανῶν κρατήσας, τῆς πείνης οὐκ ἐκράτησεν· ὁ τὰς ὠδῖνας τῆς γῆς ἐπισχὼν, τῆς γαστρὸς τὴν ἀνάγκην ἐπισχεῖν οὐκ ἴσχυσεν, ἀλλὰ χήρας ἐδεῖτο γυναικὸς, ἵνα μάθῃς καὶ τὴν θείαν χάριν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν. Οὐκ εἰς τοῦτο δὲ μόνον ὠφέλει τὸ συμβὰν, ἀλλὰ καὶ εἰς ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἵν᾽ ὅταν σε παρακαλῇ τις πρὸς τὸν τοῦ προφήτου ζῆλον, μὴ καταπέσῃς, μηδὲ ἀπογνῷς νομίζων ἑτέρας εἶναι τὸν ἄνθρωπον φύσεως, καὶ διὰ τοῦτο τοσαύτην πρὸς τὸν Θεὸν ἐσχηκέναι τὴν παῤῥησίαν. Ὅπερ οὖν καί τις ᾐνίξατο εἰπών· Ἠλίας ὁμοιοπαθὴς ἡμῖν ἦν ἄνθρωπος· μονονουχὶ λέγων, Μὴ νομίσῃς ἀδύνατον εἶναι πρὸς τὴν αὐτὴν ἐκείνῳ φθάσαι τῆς φιλοσοφίας τὴν κορυφήν· καὶ γὰρ καὶ ἐκεῖνος τῆς αὐτῆς ἐκοινώνησε φύσεως. Ἀλλ᾽ ὅμως ἡ θαυμαστὴ καὶ θεία προαίρεσις πολὺ τῶν ἄλλων αὐτὸν ὑψηλότερον ἔδειξεν.

ζʹ. Ἀλλὰ καιρὸς λοιπὸν πρὸς τὴν χήραν ἐπανελθεῖν. Ἦλθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ εὗρε γυναῖκα χήραν συλλέγουσαν ξύλα. Ἄξια τῆς ἔνδον πενίας τέως τὰ προπύλαια. Τί οὖν; ἀπετράπη τοιαῦτα τῆς φιλοξενίας ἰδὼν τὰ προοίμια; Οὐδαμῶς· θείας γὰρ ἦν ἀκηκοὼς ἀποφάσεως· ἀλλ᾽ ἐβόησεν ὀπίσω αὐτῆς, καὶ εἶπε, Λάβε δή μοι ὕδωρ, καὶ ἐπορεύθη λαβεῖν. Ὄντως γενναία καὶ φιλόσοφος ἡ γυνὴ, καὶ εἰ μὴ τολμηρὸν εἰπεῖν, καὶ αὐτῆς τοῦ προφήτου μεγαλοψυχίας ἀξία· μᾶλλον δὲ οὐ τολμηρὸν εἰπεῖν· εἰ γὰρ μὴ ἦν ἀξία, οὐκ ἂν ὑποδέξασθαι κατηξιώθη τὸν ἅγιον ἐκεῖνον. Καθάπερ ὁ Χριστός φησι πρὸς τοὺς μαθητάς· ὅτι Εἰς ἣν δὲ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς, ἐπειδὴ μάλιστα πάντων ἀξίαν ᾔδει τὴν γυναῖκα τοῦ δέξασθαι τὸν προφήτην, διὰ τοῦτο τὰς ἄλλας πάσας ἀφεὶς, ἐκεῖσε αὐτὸν ἔπεμψε. Πλὴν ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν πραγμάτων ἴδωμεν αὐτῆς τὴν εὐγένειαν. Λάβε δή μοι, φησὶν, ὕδωρ εἰς ἄγγος. Πολλὴ ἡ φιλοφροσύνη τῆς γυναικός.

Ὅτι γὰρ ἀπεκρίνατο, ὅτι λόγου μετέδωκεν, ὅτι μὴ κατασχοῦσα αὐτὸν τὴν πόλιν ἅπασαν ἐκάλεσε πρὸς τὴν τιμωρίαν τῆς θείας ἐκείνης κεφαλῆς, οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Καὶ γὰρ ὅτι εἰκὸς ἦν τοῦ λιμοῦ τὴν ἀνάγκην πρὸς ταύτην ἐξαγαγεῖν τὴν ὀργὴν τὸ γύναιον, ἐξ Ἰουδαϊκοῦ παραδείγματος μάνθανε.

Ὁ Ἐλισσαῖος, ὁ μαθητὴς τοῦ Ἠλίου, ὁ διπλοῦς Ἠλίας (ἐν γὰρ τῷ μαθητῇ διπλοῦν τὸν διδάσκαλον ἦν ἰδεῖν), προεφήτευσε μετὰ ταῦτα λιμόν· οὐχὶ αὐτὸς ἐπήγαγε, καθάπερ Ἠλίας, ἀλλὰ μέλλοντα ἥξειν προεῖπε. Τί οὖν ὁ βασιλεὺς, ὁ κατ᾽ ἐκείνους τοὺς χρόνους βασιλεύων; Περιεβάλλετο σάκκον, φησί· καὶ γὰρ ἐταπείνωσεν αὐτὸν ἡ συμφορά· ἀλλ᾽ ὅμως οὕτω ταπεινωθεὶς, ἀκούσας γυναικὸς ὀδυρομένης τινὸς ἐπὶ συμβᾶσι διὰ τὸν λιμὸν, εἰς τοσαύτην ἐξηνέχθη τότε ὀργὴν, ὡς ἀναβοῆσαι εὐθέως καὶ εἰπεῖν, Τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισσαίου υἱοῦ Σαφὰτ ἐπ᾽ αὐτὸν σήμερον.

Εἶδες τοῦ βασιλέως τὴν ὀργήν; Μάθε τῆς γυναικὸς τὴν φιλοσοφίαν· αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.

ηʹ. Ἴστε δὲ ὅτι ἐπειδὰν περί τινα χρείαν ὦμεν ἠσχολημένοι, οὐδὲ τοὺς ἐπιτηδείους πολλάκις ὁρῶμεν ἡδέως, ἀλλὰ καὶ πρὸς αὐτοὺς δυσχεραίνομεν· ὅταν δὲ θλῖψις τοσαύτη παρῇ, καὶ αὐτὸ τὸ φῶς ἐνοχλεῖν ἡμῖν δοκεῖ· καὶ τοῦτο πάλιν ἐξ Ἰουδαϊκοῦ μαθεῖν ἔστι παραδείγματος.

Ὅτε γοῦν ἦλθεν ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις ἀπαγγέλλων ἀγαθὰ, τυραννίδος ἀπαλλαγὴν, ἐλευθερίαν, καὶ πρὸς τὴν παλαιὰν πατρίδα ἐπάνοδον· Ἰδόντες αὐτὸν, φησὶν, οὐκ ἤκουσαν αὐτοῦ ἀπὸ τῆς ὀλιγοψυχίας, καὶ τῶν ἔργων τῶν σκληρῶν. Ἐκεῖνοι τὸν κομίζοντα εὐαγγέλια τοσαῦτα ἰδόντες ἐπεστράφησαν· αὕτη δὲ ἰδοῦσα τὸν προφήτην ἐλθόντα, οὐχὶ ὥστε λῦσαι τὸν λιμὸν, ἀλλ᾽ ὥστε καὶ αὐτῇ γενέσθαι βαρὺν, οὐδὲν τοιοῦτον ἔπαθε. Κἀκεῖνοι μὲν οὕτως ἦσαν δυσχερεῖς διὰ τὸν τῶν ἔργων πόνον· αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη τὸν ἄνδρα, ἀλλὰ καὶ πᾶσαν αὐτῆς τὴν πενίαν ἐκένωσεν, ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα αὐτοῖς τὸν λιμόν. Καὶ ἐπορεύθη, φησὶ, λαβεῖν ὕδωρ, καὶ ἐβόησεν ὁ προφήτης καὶ εἶπε, Λάβε δή μοι καὶ ἄρτον, καὶ φάγομαι. Τί οὖν ἡ γυνή; Οὐδὲ ἐνταῦθα δυσχεραίνει, ἀλλὰ τί φησι; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου. Τίνος ἕνεκεν ὄμνυσιν; Ἄρτον ᾔτησεν ὁ προφήτης, αὐτὴ δὲ ἄρτον οὐκ εἶχεν. Ἔδεισεν οὖν μή ποτε πεπτούσης αὐτῆς, ὀπτώσης, καὶ παρασκευαζούσης, εἶτα βραδυνούσης, οὐκ ἀναμείνας τὴν ἀναβολὴν ὁ προφήτης ἀποπηδήσῃ, καὶ φύγῃ τῆς φιλοξενίας τὸ θήραμα. Διὰ τοῦτο αὐτὸν ὅρκῳ προκατέλαβε λέγουσα, οὐχ ὅτι Οὐκ ἔστι μοι ἄλευρον, ἀλλ᾽ ὅτι Ἐγκρυφίας μὲν οὐκ ἔστιν, ἄλευρον δέ ἐστι.

Καὶ οὐ διὰ τοῦ ὅρκου μόνον αὐτὸν πιστοῦται, ἀλλὰ καὶ δι᾽ αὐτῆς τῶν πραγμάτων τῆς ἀποδείξεως. Ἰδοὺ γὰρ, φησὶ, δύο συλλέγω ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα.

Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομούμενοι, καὶ τοὺς πολυτελεῖς ἀγροὺς ὠνούμενοι, καὶ οἰκετῶν ἀγέλας ἐπὶ τῆς ἀγορᾶς περιφέροντες· μᾶλλον δὲ καὶ εὔποροι καὶ πένητες ἀκουέτωσαν πάντες· οὐδενὶ γὰρ μετὰ τὴν χήραν ταύτην ἀπολογία ἔσται λοιπόν.

Τοσαῦτα ἦν αὐτῇ τὰ κωλύματα, ἀλλ᾽ ὅμως πάντα ἐκεῖνα διέκοψε καὶ ὑπερέβη. Ἄκουε δέ. Ἀλλόφυλος ἦν· ἓν τοῦτο τὸ κώλυμα. Σιδωνία· δεύτερον κώλυμα. Οὐδὲ γὰρ ἴσον ἀλλόφυλον εἶναι ἁπλῶς, καὶ Σιδώνιον τῆς πονηροτάτης πόλεως· ὡς γὰρ ἔσχατον κακίας ὑπόδειγμα, τὴν πόλιν ἐκείνην ἐν τοῖς Εὐαγγελίοις παρήγαγεν ὁ Χριστός. Ἦν τοίνυν καὶ ἀλλόφυλος, καὶ Σιδωνία, καὶ γυνὴ, τὸ ἀσθενὲς γένος καὶ πάντοθεν δεόμενον τῆς ἀντιλήψεως. Προσῆν καὶ χηρεία, τέταρτον κώλυμα· πέμπτον, ἐκείνων ἁπάντων μεῖζον, παιδοτροφίας ἐπιμέλεια. Ἀκουέτωσαν αἱ χῆραι καὶ παῖδας τρέφουσαι, ὡς οὐκ ἦν ἱκανὴ ἡ σκῆψις αὕτη πρὸς τὸ μὴ ποιεῖν ἐλεημοσύνην, μηδὲ ὑποδέχεσθαι ξένους· καὶ δρὰξ ἀλεύρου ὑπελέλειπτο μόνον, καὶ μετ᾽ ἐκείνην θάνατος προσεδοκᾶτο. Σὺ μὲν γὰρ κἂν ἅπαντα κενώσῃς τὰ χρήματα, κἂν γυμνώσῃς τῆς περιουσίας σαυτὸν, δύνασαι πρὸς τὰς ἑτέρων θύρας ἀπελθεῖν καὶ τυχεῖν παραμυθίας· τότε δὲ οὐδὲ ἐπαιτεῖν δυνατὸν ἦν, οὕτως ἅπαντας τοὺς λιμένας ἔχωσεν ὁ λιμός. Ἀλλ᾽ οὐδὲν τούτων ἐκώλυσεν. Εἴπω καὶ ἕβδομον κώλυμα, αὐτὸν τὸν μέλλοντα ἐπιξενίζεσθαι τῇ γυναικί. Οὐδὲ γὰρ οἰκεῖος, οὐδὲ γνώριμος ἦν, ἀλλὰ ξένος καὶ ἀλλότριος, καὶ κατ᾽ αὐτὸν τῆς εὐσεβείας λόγον κεχωρισμένος αὐτῆς. Οὐ μόνον δὲ ξένος καὶ ἀλλότριος, ἀλλὰ καὶ αὐτὸς ἦν ὁ τὸν λιμὸν ἐπαγαγών.

θʹ. Ἀλλ᾽ οὐδὲν τούτων ἀπέτρεψε τὴν γυναῖκα, ἀλλ᾽ ἐδίδου τροφὴν στόματι τῷ πᾶσαν αὐτῆς δαπανήσαντι τὴν τροφὴν, καὶ τὸν αἴτιον τοῦ λιμοῦ τοῖς λειψάνοις ἔτρεφε τοῦ λιμοῦ. Διὰ σὲ, φησὶν, ἡ ἅπασά μοι περιουσία εἰς τὴν δράκα περιέστη ταύτην· ἀλλ᾽ οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυτὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα σὺ, φησὶν, ὁ τῆς στενοχωρίας αἴτιος μηδὲ μικρὰν τῆς στενοχωρίας αἴσθησιν λάβῃς. Ποίαν τις ὑπερβολὴν ἐπινοήσειε φιλοξενίας ἑτέραν; Οὐκ ἔστιν οὐδεμίαν εὑρεῖν.

Εἶδε ξένον, καὶ τῆς φύσεως εὐθέως ἐπελάθετο, καὶ τὰς ὠδῖνας ἠγνόησε, καὶ πρὸς τὸν τῶν παίδων βλέπουσα χορὸν, οὐ κατεκλάσθη. Καὶ οἶδα μὲν ἀκούσας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ᾽ ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε· καὶ μέγα ἔδοξε τοῦτο εἶναι καὶ θαυμαστόν. Καὶ γὰρ ὄντως ἐστὶ μέγα· τὸ δὲ τῆς χήρας ταύτης πολὺ τούτου μεῖζον. Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλὼν, ἔσχε παρ᾽ ἑτέρου λαβεῖν ἱμάτιον· αὕτη δὲ τὴν δράκα τοῦ ἀλεύρου προϊεμένη, οὐκ ἴσχυσε δράκα ἑτέραν λαβεῖν· οὐδὲ μέχρι γυμνότητος ἦν ὁ κίνδυνος αὐτῇ, ἀλλὰ μετ᾽ ἐκεῖνο θάνατος προσεδοκᾶτο καὶ αὐτῆς καὶ τῶν παίδων.

Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέλεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι; ποίαν οἱ πένητες; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ᾽ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα.