Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰωάννην τὸν θεολόγον

Ἰωάννης ὁ Χρυσόστομος

Η οικουμενική διάδοση του ιωάννειου κηρύγματος

Η εξάπλωση της ορθόδοξης θεολογικής διδασκαλίας του Ιωάννη σε όλη την οικουμένη και η συνεπακόλουθη υποχώρηση των αιρέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Ἀληθῶς καὶ νῦν εἰπεῖν καιρὸς ἐκεῖνο τὸ προφητικὸν λόγιον, Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰωάννῃ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Θέασαί μοι γὰρ διὰ μιᾶς φωνῆς πῶς Τὴν οἰκουμένην πᾶσαν ἐκατόρθωσεν, ἥτις οὐ σαλευθήσεται· βλέπε μοι ἕνα ἄνθρωπον ἐν Ἐφέσῳ καθεζόμενον, καὶ τὸν κόσμον ὅλον θεολογίαν διδάξαντα· κατανόησον, πόσαι κατὰ ἀνατολὴν πολιτεῖαι, πόσαι χῶραι, πόσαι Ἐκκλησίαι, πόσαι πάλιν ἐπὶ δυσμὰς ἡλίου, καὶ τὴν μεγάλην Ῥώμην ὁμοίως, καὶ ἐπὶ τὰ πλευρὰ, καὶ ἐπὶ τὰ μέρη τοῦ νότου, τήν τε Καππαδόκων χώραν, καὶ τὰ ἐν μέσῳ πάντα, νήσους, ἐρήμους, καὶ τὰ ἄκρα τῆς γῆς. Ἐννόησον πάλιν τῶν Ἐκκλησιῶν τὰ πλήθη, τὸν κλῆρον, καὶ τὰ πλήθη τοῦ λαοῦ, ἀνδρῶν τε καὶ γυναικῶν, εἰ δύνασαι ἐξαριθμῆσαι τούτους. Ἀλλ᾽ εὐκοπώτερον ἄμμον θαλάσσης ἐξαριθμῆσαι ἢ τοσαῦτα πλήθη. Καὶ οὗτοι πάντες μαθηταὶ Ἰωάννου, παρ᾽ αὐτοῦ διδαχθέντες θεολογεῖν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ἐπὶ τῆς ἀγορᾶς τοῦτο ψάλλουσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ ὁδοιπόροι, καὶ πελάγιοι καὶ πλωτῆρες τοῦτο μελῳδοῦσιν, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ἐν ταῖς ἐρήμοις, καὶ ἐν τοῖς ὄρεσι καὶ ἰδιῶται καὶ σοφοὶ, καὶ μικροὶ καὶ μεγάλοι καὶ πᾶς ὅστις ἐννοεῖ, ταῦτα θεολογεῖ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος· καὶ λοιπὸν ἐν τῷ πληθυνθῆναι πανταχοῦ κράζοντας ἀπαύστως τὸ Ἦν καὶ ἦν ἐξέλιπον οἱ λέγοντες τὸ Οὐκ ἦν.

Οἱ θεολογοῦντες ἐπληθύνθησαν, καὶ οἱ ματαιολογοῦντες ἐξέλιπον· οἱ εὐσεβεῖς προέκοψαν, καὶ οἱ ἀσεβεῖς προσέκοψαν· οἱ πιστοὶ εὐφράνθησαν, καὶ οἱ ἄπιστοι ἐτάκησαν. Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. Τὰ μωρὰ τοῦ κόσμου ἐξηλέγχθησαν, καὶ οἱ σοφοὶ τοῦ κόσμου κατηργήθησαν.