Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Εισαγωγή: Ο βίος, οι αρετές και η ευημερία του Ιώβ

Σχολιασμός του βιβλικού προοιμίου. Εξετάζεται η εποχή, η καταγωγή, ο πλούτος, η οικογενειακή ζωή και οι θυσίες του Ιώβ, προβάλλοντας τον άμεμπτο και θεοσεβή χαρακτήρα του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 14

〈ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΙΩΒ〉 Ἄξιον πρῶτον ἐπιζητῆσαι, πότε οὗτος ὁ ἀνὴρ γέγονεν. τινὲς μὲν οὖν αὐτόν φασι πρὸ τοῦ Μωσέως εἶναι καὶ πέμπτον ἀπὸ Ἀβραάμ, τινὲς δὲ ἐν τῷ νόμῳ. ἀλλὰ μηδέπω ἀποφαινώμεθα, ἕως ἂν ἀπ᾽ αὐτῆς τῆς ἱστορίας μάθωμεν, εἴτε ἐν τούτῳ εἴτε ἐν ἐκείνῳ τῷ χρόνῳ ἦν. οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ γνῶναι τοῦ ἀνδρὸς τὴν ἀρετήν· οὐ γάρ ἐστιν ἴσον ἀπολαύσαντα τῶν Μωσαϊκῶν τοιοῦτον εἶναι, οὕτως ἐνάρετον καὶ θαυμαστόν, καὶ πρὸ ταύτης τῆς παραινέσεως τοσαύτην ἐπιδείκνυσθαι τὴν ἰσχύν. ὅτι μὲν γὰρ μέγας ἦν ὁ ἀνήρ, καὶ αὐτὰ τὰ πράγματα δηλοῖ, δηλοῖ δὲ καὶ ὁ θεὸς λέγων· ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν οὐ μὴ ἐξέλωνται. τίνος δὲ ἕνεκεν αὐτοῦ Μωσῆς οὐχὶ μέμνηται; ποία γὰρ ἦν ἀνάγκη μνησθῆναι ἢ τίνος ἕνεκεν; σὺ δέ μοι θέα, πῶς οὐδὲν αὐτὸν ὁ πρόγονος παρέβλαψεν ὁ Ἠσαῦ. οὐκ ἦν ἀπὸ τοῦ Ἀβραάμ; μᾶλλον δέ, οὐκ ἦν ἀπὸ τοῦ Ἰακώβ, ἀλλὰ καὶ χώραν ξένην εἶχεν· ὁρᾷς, ὅτι πᾶσι διδασκάλους ἔπεμψεν ὁ θεός; σὺ δέ μοι βλέπε, πῶς ἄνωθεν ἡ γνῶσις τοῦ θεοῦ πανταχοῦ δήλη ἦν. ὁρᾷς γὰρ καὶ τοὺς φίλους αὐτοῦ ἔννοιαν ἔχοντας περὶ θεοῦ· τίς αὐτοὺς ἐδίδαξεν; τίς κατήγγειλεν;

καὶ γὰρ ἐμοὶ δοκεῖ πρὸ τοῦ νόμου εἶναι, καὶ δῆλον αὐτόθεν, ὥστε εἰκότως ἄν τις εἴποι, ὅτι πρῶτον τοῦτο τὸ βιβλίον διδάσκαλός τις καὶ κῆρυξ ἦν τῆς τοῦ θεοῦ γνώσεως, ἀλλὰ διὰ βίου μὲν καὶ ὑπομονῆς δῆλον. ἔδει δὲ καὶ σημεῖα γενέσθαι ἐπ᾽ αὐτοῦ, ὥστε καὶ ταύτῃ ἀπηρτισμένον εἶναι τὸν διδάσκαλον. καθάπερ γὰρ ἐπὶ τοῦ Ἀβραὰμ πολλὰ γέγονε σημεῖα, οὕτω καὶ ἐνταῦθα. καὶ ὅρα, πῶς ἔρχονται βασιλεῖς αὐτοὶ μάρτυρες τῶν δεινῶν ἐσόμενοι. ἐπειδὴ γὰρ μετὰ τὴν τῶν δεινῶν ἐπαγωγὴν ἤμελλεν ἄπιστος εἶναι ἡ πρὸς τὸ βέλτιον αὐτοῦ μεταβολή, διὰ τοῦτο πολὺν χρόνον ποιεῖ καὶ πολλοὺς γενέσθαι θεατάς, καὶ ἔξω αὐτὸν καθίζει πᾶσιν ἐσόμενον θέατρον τοῖς βουλομένοις ὁρᾶν, ἵνα, ὅταν αὐτὸν μέλλῃ πρὸς τὸ βέλτιον μετατιθέναι, μηδεὶς ἀπιστῇ, ὅτι οὗτος ἐκεῖνος ἦν. καθάπερ γὰρ τὸν Λάζαρον τεσσάρων ἡμερῶν ἀφῆκε γενέσθαι νεκρόν, ἵνα μὴ ἀπιστηθῇ ἡ ἀνάστασις, οὕτω καὶ τοῦτον πολὺν χρόνον εἴασεν, ἅμα μὲν τὴν ὑπομονὴν αὐτοῦ δεικνύς, ἅμα δὲ καὶ τὸ θαῦμα πιστούμενος τῆς μεταβολῆς. οἱ γὰρ οὕτως αὐτὸν ἑωρακότες, οἱ διακωμῳδοῦντες, οὗτοι μετὰ ταῦτα μεταβληθέντα ἰδόντες οὐκέτι ἔμελλον ἀπιστεῖν, ὅτι οὗτος ἐκεῖνος ἦν. καὶ καθάπερ τότε ἐκεῖνοι οἱ εἰπόντες ἐπὶ τοῦ Λαζάρου, ὅτι ἤδη ὄζει διὰ τῶν πραγμάτων ἐδιδάσκοντο τὴν ἀλήθειαν, οὕτω δὴ καὶ νῦν ἐγίνετο. ὁρᾷς, πῶς πανταχοῦ προνοεῖ τῶν ἀνθρώπων ὁ θεός;

ὅτε ἦσαν ἐν Αἰγύπτῳ 〈οἱ〉 Ἰουδαῖοι καὶ ἔρημος ἦν αὕτη ἡ χώρα τῶν διορθούντων, εἶχον τὰ κατὰ τὸν 〈Ἰώβ.〉 ὅρα γὰρ αὐτὸν ἐν πλούτῳ καὶ πενίᾳ ἀμφοτέρων παράδειγμα ὄντα, οὔτε ἐκεῖθεν φυσηθέντα οὔτε ἐντεῦθεν ταπεινωθέντα, καὶ πρὸ νόμου ὡς μετὰ νόμον τὴν ἀρετὴν μεταδιώξαντα. δικαίῳ, γάρ φησιν, νόμος οὐ κεῖται. ὅρα τῆς φύσεως τοὺς λογισμοὺς λάμποντας· πόθεν οὗτος ἐπέγνω τὸν θεόν; πόθεν οὕτως ἐθεράπευσεν; πόθεν ἔφυγε πλάνην; πόθεν τὴν πολιτείαν τὴν εὐαγγελικὴν ἐπεδείξατο, πόθεν τὴν ὑπομονὴν τὴν τοσαύτην; οὐδὲν ἔμαθε παρ᾽ οὐδενός. πόθεν ἐγένετο τοιοῦτος; τίς ἐδίδαξεν; τίς ἐπαίδευσεν; ὁρᾷς, ὅτι οὐδενὸς καινοῦ καὶ ξένου διδάσκαλος ἦλθεν ὁ Χριστός; 1,1a 〈Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.〉 ὅρα πρῶτον ἐγκώμιον· ἄνθρωπος ἦν. οὐ γὰρ δὴ μικρὸν ἐγκώμιον τοῦτο, τὸ ἄνθρωπον εἶναι. ἐν χώρᾳ, φησίν, τῇ Αὐσίτιδι. καὶ τοῦτο μέγα ἐγκώμιον. τὸ γὰρ ἐν Ἀραβίᾳ εἶναι, ἔνθα πάντες ἦσαν διεφθαρμένοι, ἔνθα οὐδὲν ὑπόδειγμα ἦν εὐνομίας, τοῦτο ἦν τὸ θαυμαστόν. 1,1b 〈καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος—〉 πάλιν· ἄνθρωπος. 1,1b 〈ἄμεμπτος, δίκαιος, ἀληθινός, θεοσεβής,〉 1c 〈ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος〉. ἓν ἕκαστον τούτων ἱκανὸν παραστῆσαι τὴν ὥραν αὐτοῦ τῆς ψυχῆς· ἀλλ᾽ ὥσπερ τις ἐραστὴς μετὰ πολλῆς τῆς ἀκριβείας τὸ κάλλος διηγεῖται τοῦ ἐρωμένου, οὕτω καὶ ἐνταῦθα. ἄμεμπτος, φησίν· τοῦτο ὁλόκληρος ἀρετή.

δίκαιος· καὶ τοῦτο. ἀληθινός· καὶ τοῦτο. θεοσεβής· καὶ τοῦτο. ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος· καὶ τοῦτο. ἀπὸ παντός, φησίν, καὶ οὐχ ἁπλῶς· τοῦ μέν, τοῦ δὲ οὔ. ποῦ εἰσιν οἱ λέγοντες, ὅτι πρὸς τὸ κακὸν ἡ φύσις ῥέπει μᾶλλον; ποῖος φόβος, ποῖα δικαστήρια, ποῖοι νόμοι τοῦτον τοιοῦτον ἐποίησαν; ἐπειδὴ γὰρ ἔλεγεν· οὐκ ἔστι δίκαιος, ὃς ποιήσει ἀγαθὸν καὶ οὐχ ἁμαρτήσεται, διὰ τοῦτό φησιν· ἄμεμπτος. οὐκ εἶπεν· ἀναμάρτητος, ἀλλ᾽ ἄμεμπτος. οὐ μόνον ἐκεῖνα οὐκ ἔπραττε τὰ ἁμαρτίαν ἔχοντα, ἀλλ᾽ οὐδὲ τὰ μέμψιν καὶ κατάγνωσιν· καὶ ἀκούσῃ αὐτοῦ ὕστερον λέγοντος. ὅταν γὰρ τὴν ἀρετὴν αὐτοῦ διηγῆται, τούτων ἀναμιμνῄσκου τῶν ῥημάτων. καὶ γὰρ καὶ τοῦτο τῆς συνέσεως αὐτοῦ· οὐ γὰρ διηγεῖται τὴν ἀρετήν, ἀλλ᾽ ἢ ὅτε εἰς ἀνάγκην καταστῇ, καθάπερ Παῦλος ἔλεγεν· γέγονα ἄφρων καυχώμενος, ὑμεῖς με ἠναγκάσατε. διὰ τί ἄμεμπτος, ἐπειδὴ δίκαιος. ἀληθινός· εἰσὶ γὰρ ἄνθρωποι ψευδεῖς. ἀληθινὸς οὐκ ἐν ῥήμασι μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν, τουτέστιν ἄνθρωπος ἀληθινός. τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. ὥσπερ γὰρ οἱ ἀνδριάντες ψευδεῖς ἄνθρωποί εἰσιν, οὕτω καὶ οὗτοι ψευδεῖς ἄνθρωποί εἰσιν. εἰ γὰρ τοῦτο πᾶς ἄνθρωπος, τὸ φοβεῖσθαι τὸν θεόν, ὁ μὴ φοβούμενος τὸν θεὸν οὐκ ἄνθρωπος, ἀλλὰ ψευδὴς ἄνθρωπος. πρὸς τὰ ἀληθινὰ πράγματα τὴν ἐπιθυμίαν εἶχεν. διὰ τοῦτο θεοσεβής, ἀληθινός φησιν.

εἶτα τὴν αἰτίαν λέγει πάντων τῶν ἀγαθῶν, ὅτι τὸν θεὸν ἔσεβεν· ἀπὸ γὰρ ἐκείνων ἐπέγνω τὸν θεόν. βίος γὰρ καλὸς τὸν θεὸν ἐπιγνῶναι ποιεῖ, ὡσπεροῦν καὶ φαῦλος τοὐναντίον. ἡ γὰρ τοῦ θεοῦ γνῶσις διὰ βίου εὑρίσκεται καὶ γίνεται βίου φυλακή, ὥστε οὐδαμόθεν ἑτέρωθεν ἑλληνισμός, ἀλλ᾽ ἢ ἀπὸ βίου ἀκαθάρτου. πᾶς γάρ, φησίν, ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. ἀπεχόμενος, φησίν, ἀπὸ παντὸς πονηροῦ πράγματος. οὐκ εἶπεν· οὐ ποιῶν, ἀλλὰ καί· μακρὰν ὢν παντὸς πράγματος πονηροῦ, καὶ οὐκ ἔχεις εἰπεῖν, ὅτι δι᾽ ἀσθένειαν. ἵνα γὰρ μή τις λέγῃ· «δίκαιος ἦν, εἰ δὲ μήτι», φησίν, καί· «ἀληθινὸς ἦν, εἰ δὲ μήτι». ἄκουε ἑτέρωθι λέγοντός τινος· ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ ὀμόσω τὸ ὄνομα κυρίου. ὁρᾷς, ὅτι τοῖς μὴ νήφουσιν ὁ πλοῦτος ψεύδους ὑπόθεσίς ἐστιν; ἀλλ᾽ οὗτος οὐ τοιοῦτος. πλούσιος μὲν γὰρ ἦν, ἵνα μάθῃς, ὅτι καὶ ῥοπὴν πρὸς κακίαν εἶχε τὸν πλοῦτον καὶ ὅτι οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ᾽ ἡ γνώμη. ὅρα αὐτὸν καὶ ἐν πενίᾳ, ἵνα μὴ νομίσῃς πάλιν, ὅτι ἡ πενία αἰτία ἀγνωμοσύνης. ὅρα αὐτὸν καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ καὶ ἐν ἑκατέροις τὸν ἀθλητὴν μέγαν. θεοσεβὴς γὰρ ἦν. πόθεν δὲ τοιοῦτος ἦν, οὐ λέγει, ἀλλ᾽ ὕστερον ἀκούσῃ αὐτοῦ λέγοντος, δῆλον δέ, ὅτι οἴκοθεν. 1,2 〈ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς〉. ὅρα, πῶς πρῶτον λέγει τὴν ἀρετήν, καὶ τότε λέγει τὰ παρὰ τοῦ θεοῦ.

ὅρα τὴν εὐπαιδίαν ἐξ ἑκατέρας τῆς φύσεως καὶ μεμετρημένην, ἀπὸ τοῦ ποθεινοτέρου γένους πλείων ὁ καρπός. λέγει πρῶτον, δι᾽ ἃ χρὴ μακαρίσαι τὸν ἄνθρωπον, τὴν ἀρετὴν αὐτοῦ τὴν πολλὴν καὶ τὴν ὥραν τὴν τῆς ψυχῆς. καὶ γὰρ ἀπὸ ἀρετῆς τὸ παλαιὸν ταῦτα ἐγίνετο, ἡ εὐπαιδία, λέγω, καὶ ἡ πολυπαιδία. οὐκ ἔσται, φησίν, ἐν σοὶ ἄγονος οὐδὲ στεῖρα. ὁ δὲ Ἀβραὰμ ἄγονος ἦν διὰ τοῦτο, ἵνα μάθῃς, ὅτι οὐ ταῦτα τῆς ἀρετῆς τὰ ἔπαθλα, ἀλλ᾽ ἕτερα. διά γε τοῦτο ταῦτα ὑπέσχετό σοι συγκαταβαίνων. 1,3a 〈καὶ ἦν τὰ κτήνη αὐτοῦ,〉 φησίν, 〈πρόβατα ἑπτακισχίλια,〉 3b 〈κάμηλοι τρισχίλιαι〉, 3c 〈ζεύγη βοῶν πεντακόσια,〉 3d 〈ὄνοι θήλειαι νομάδες πεντακόσιαι〉 3e 〈καὶ ὑπηρεσία πολλὴ σφόδρα,〉 3f 〈καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς.〉 ὅρα αὐτὸν πλοῦτον ἔχοντα τὸν ἀγροικικώτερον. οὐ δανείσματα καὶ τόκους εἶπεν, οὐ χρυσίον κατορωρυγμένον, οὐδὲν περιττόν, ἀλλὰ πάντα ἀναγκαῖα. τοιοῦτος ἦν τῶν παλαιῶν ὁ πλοῦτος. εἰ δέ που καὶ χρυσίον εἶχον, ὀλίγον σφόδρα καὶ εὐτελές. οὐκ εἶπεν, ὅτι οἰκίας χρυσορόφους εἶχεν. οὐκ ἦν ὁ πλοῦτος ἄκαρπος· ἀπὸ μὲν γὰρ προβάτων καὶ βοῶν δυνατὸν ἦν εὖ ποιεῖν τοῖς δεομένοις, ἀπὸ δὲ χρυσοῦ ὀρόφου οὐκέτι. μέγας οὗτος ὁ πλοῦτος· οὐδεὶς κωλύεται τοῦτον ἔχειν. καὶ ἔργα, φησίν, μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς. οἱ μὲν τὰ πνευματικά φασιν—ὄντως γὰρ μεγάλα ἔργα ταῦτα—, οἱ δὲ τὰς ἀμπέλους, τὰς ἐλαίας καὶ ἄλλα τοιαῦτα.

πλὴν ἐκεῖνο ἔργον μέγα ἐστὶ τὸ μένον, τὸ μὴ διαλυόμενον καὶ παυόμενον, τὸ μὴ καταπῖπτον. ὁρᾷς, ἐν ὅσῳ πλούτῳ δίκαιος καὶ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 1,3g 〈καὶ ἦν,〉 φησίν, 〈ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν.〉 ἀνατολικὸν αὐτὸν καλεῖ. πάντων, φησίν, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπρούς. τί αὐτὸν οὐκ ἂν ἐπῆρεν εἰς ὑπερηφανίαν ἡ κατὰ ψυχὴν ἀρετή, ἡ ἐν πᾶσιν εὐπραγία, τὸ μόνον εἶναι τοιοῦτον καὶ πλούσιον καὶ ἐνάρετον, τὸ προγόνων εἶναι θαυμαστῶν; ἀλλὰ ταῦτα ἐπὶ μὲν τῶν ἀσεβῶν ὅταν ἐκβαίνῃ, ἄκουσον, τί φησιν ὁ προφήτης· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. καὶ πάλιν αὐτὸς οὗτός φησιν· διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ ἐν πλούτῳ; αὐτὸς δὲ οὐχ οὕτως ἦν. οὐκ ἄρα ἡ τοῦ πλούτου φύσις τούτων αἰτία, ἀλλ᾽ ἡ γνώμη τῶν οὐ δεόντως αὐτῷ χρωμένων. ὁρᾷς ἐνταῦθα οὐ καπηλείαν, οὐκ ἐμπορίαν ἄδικον, οὐ πραγματείαν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, ἀλλὰ τὸν ἔννομον πλοῦτον, τὴν φυσικὴν εὐπορίαν, ἣν αὐτὸς ὁ θεὸς εἰργάζετο. οὐχ ὁρᾷς ἐνταῦθα ἵππους, οὐδὲν ἀλαζονικόν, οὐδὲν φιλότιμον, οὐδὲν μειρακιῶδες, ἀλλὰ πάντα χρήσιμα. ταῦτα καὶ ἐπὶ τοῦ 〈Ἀβραὰμ〉 ἔστιν εἰπεῖν. καὶ γὰρ καὶ ἐκείνῳ ὁ πλοῦτος ἐν τούτοις ἦν, πρὸς ἐργασίαν γῆς, πρὸς ἐπιμέλειαν τῶν ἀναγκαίων.

ὁ πλοῦτος ὁ θαυμαστός, οὗτός ἐστι ποθεινότερος καὶ ἡδίων καὶ χρησιμώτερος καὶ ἀσφαλέστερος καὶ δικαιότερος καὶ εὐσεβέστερος καὶ μᾶλλον ἀνθρώπῳ πρέπων καὶ ἀπονώτερος καὶ ζημίαν οὐ τοσαύτην ἔχων οὐδὲ μεταβολὰς δεχόμενος οὐδὲ τρεπόμενος. τινὲς τὸ τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν “τοῦ Ἀβραάμ” φασιν, ἐπειδὴ ἐκεῖθεν ἦν ὁ Ἀβραάμ. 1,4a 〈συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους〉 4b 〈ἐποίουν πότον καθ᾽ ἑκάστην ἡμέραν〉 4c 〈συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν〉 4d 〈ἐσθίειν καὶ πίνειν μετ᾽ αὐτῶν.〉 πολλὴ ἡ ὁμόνοια· τὸ μέγιστον τῶν ἀγαθῶν ἦσαν πεπαιδευμένοι, κοινῇ σιτεῖσθαι, κοινὴν τράπεζαν ἔχειν· οὐ μικρὸν γὰρ τοῦτο εἰς συμφωνίαν συντελεῖ. ὁρᾷς, ἀγαπητέ, εὐφροσύνην μετὰ ἀσφαλείας; ὁρᾷς τράπεζαν ἀδελφικήν; ὁρᾷς χορὸν συνδεδεμένον; τοῦτο γὰρ ἀπὸ πολλῆς φιλίας ἐγίνετο. συμπαραλαμβάνοντες ἅμα, φησίν, καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν ἐσθίειν καὶ πίνειν μετ᾽ αὐτῶν. μεγίστης γὰρ τοῦτο φιλίας τεκμήριον. διὰ τοῦτο καὶ Παῦλος ἐπέταττε λέγων· συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε. οὕτω σύνδεσμός ἐστι κοινωνία τραπέζης, ὡς καὶ λῃστῶν περιγενέσθαι κακίας.

λέγονται γὰρ ἁλῶν καὶ τραπέζης κοινωνήσαντες μεταβάλλεσθαι τὸν τρόπον πρὸς τοὺς κεκοινωνηκότας καὶ μὴ κεχρῆσθαι τῇ πονηρίᾳ κατὰ τῶν ὁμοτραπέζων· ὥστε εὗρέ τινα μέθοδον Ἰὼβ καὶ τὸ ἡδὺ καὶ τὸ ἀναγκαῖον ἔχουσαν ἐθίσας αὐτοὺς κοινῇ σιτεῖσθαι καθ᾽ ἑκάστην ἡμέραν. ὅρα καὶ τοῦ πότου τὸ σεμνόν· τῶν υἱῶν τοῦτο ἔργον ἦν, οὐ τῶν θυγατέρων. ἐκεῖνοι γάρ, φησίν, τοῦτο παρεσκεύαζον, καὶ τοῦτο οὐχ ἅπαξ, οὐ δίς, ἀλλὰ διὰ παντὸς ἐγίνετο. 1,5a 〈καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου,〉 5b 〈ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθέριζεν αὐτούς.〉 ποῦ ἀπέστελλεν; πῶς δὲ ἐκαθέριζεν; τίς δὲ τῆς καθάρσεως ὁ τρόπος; τίνος δὲ ἕνεκεν ἐκαθέριζεν; ἀκάθαρτον δὲ ἐν τῷ συμποσίῳ ἦν; τί ἐστι τὸ λεγόμενον; ἄκουε τῶν ἑξῆς καὶ μάνθανε, τί ἐστι τὸ ἐκαθέριζεν· οὐκ ἀπὸ σωματικοῦ τινος ῥύπου—οὔπω γὰρ οὗτος ἦν ὁ νόμος—, ἀλλ᾽ ἀπὸ διανοίας. ἵνα γὰρ μηδὲν ὑποπτεύσῃς πονηρόν, ἄκουσον, τί φησιν· 1,5b 〈καὶ ἀνιστάμενος τὸ πρωὶ〉 5c 〈προσέφερε θυσίας περὶ αὐτῶν κατὰ τὸν ἀριθμὸν αὐτῶν〉 5d 〈καὶ μόσχον ἕνα περὶ ἁμαρτίας ὑπὲρ τῶν ψυχῶν αὐτῶν.〉 5e 〈ἔλεγε γὰρ Ἰώβ· μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν.〉 τουτέστιν· ἐκαθέριζεν. ὑπὲρ τῶν ἀδήλων καὶ οὐχ ὡμολογημένων τὰς θυσίας προσέφερεν.

ὁ δὲ τῶν ἀδήλων καὶ τῶν κατὰ διάνοιαν τοσαύτην πρόνοιαν ποιούμενος οἷος ἦν ἐν τοῖς φανεροῖς, ἐννόησον· ὅρα δέ μοι, τὸ ἀποστολικὸν πῶς ἐπλήρου εὐθέως τὸ λέγον· οἱ πατέρες, ἐκτρέφετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. τοῦτο ἐπιμέλεια παίδων, τοῦτο προστασία γεγεννηκότων. ἐννόησον, οἵους αὐτοὺς ἀπειργάζετο. μάλιστα μὲν οὖν αὐτῶν τὴν ἀρετὴν ἐνέφηνεν εἰπὼν τὴν πολλὴν ὁμόνοιαν, ἔπειτα δὲ καὶ ἀπὸ τῆς προστασίας τοῦ πατρός. μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. οὐχ ὅτι τοιοῦτοί εἰσιν, ἀλλ᾽ ὅτι ἄνθρωποί εἰσιν. ἆρα αὐτὸς οὐδέποτε τοιοῦτον οὐδὲν ἐνενόησεν; μέγα ἄρα πρᾶγμα τὸ καὶ τὰ ἄδηλα δεδοικέναι. μήποτε, φησίν, οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς τὸν θεόν. λόγῳ γὰρ οὐκ ἂν ἐτόλμησαν εἰπεῖν τοιοῦτον ἔχοντες τὸν παιδευτὴν καὶ διδάσκαλον. ἀλλ᾽ ἐπειδὴ τῶν ἀδήλων οὐκ ἦν ἐξεταστής, ἐπενόησε καὶ ἐλογίσατο, ὡς μηδ᾽ ἐκεῖνα αὐτὸν διαφυγεῖν. «τὰ φανερὰ δυνήσομαι», φησίν, «διορθοῦν· τί δεῖ ποιῆσαί με περὶ τῶν ἀδήλων;» καὶ μὴν τῷ Μωσεῖ φησιν ὁ θεός· τὰ φανερὰ ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν, τὰ δὲ ἄδηλα κυρίῳ τῷ θεῷ. ἀλλ᾽ οὗτος οὐδὲ τὰ ἄδηλα ἀφῆκε τῷ θεῷ, ἀλλὰ καὶ ταῦτα αὐτὸς ἐβιάζετο διορθοῦν θεραπευτικῇ τινι μεθόδῳ· ὁμοῦ γὰρ τὸ αὐτὸ καὶ διδασκαλία τοῖς παισὶν ἐγίνετο, οὐχὶ ἁμαρτημάτων ἀναίρεσις μόνον.

οἱ γὰρ εἰδότες, ὅτι καὶ τῶν κατὰ διάνοιαν λογισμῶν καὶ ἁμαρτημάτων τιμωρία κεῖται παρὰ τῷ θεῷ—οὐ γὰρ ἂν ὁ πατὴρ θυσίαν προσήνεγκεν, εἰ μὴ ἁμαρτίαν ἀναλῦσαι ἔσπευδεν—, καὶ συνεχῶς ταῦτα παιδευόμενοι διὰ τῶν θυσιῶν ὀκνηρότεροι, εἰ καί τι τοιοῦτον συνέβαινεν, ἐγένοντο ἄν. ὁρᾷς οὐχὶ τὰς ἐν τοῖς πράγμασιν, ἀλλὰ καὶ τὰς ἐν τοῖς λογισμοῖς ἁμαρτίας αὐτὸν διορθοῦντα καὶ τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον διὰ τῶν ἔργων πληροῦντα; ἐκ γὰρ τῆς καρδίας, φησίν, ἐξέρχονται διαλογισμοὶ πονηροί, καὶ ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. ἐπεὶ οὖν ταῦτα κοινοῖ τὸν ἄνθρωπον, ἐκαθέριζεν αὐτούς. ὁρᾷς καθαρμὸν οὐχὶ Μωσαϊκὸν οὐδὲ νομικόν, ἀλλὰ ἀποστολικὸν τὴν διάνοιαν αὐτῶν ἀποσμήχοντα καθ᾽ ἑκάστην ἡμέραν; οὐχὶ παραινέσει καὶ συμβουλῇ μόνον, ἀλλὰ καὶ προστασίᾳ καὶ εὐχαῖς ταῖς πρὸς τὸν θεόν, οὐχ ὡς πατὴρ μόνον, ἀλλὰ καὶ ὡς ἱερεὺς αὐτῶν ἐκήδετο, καίτοι οὐδένα ἴσμεν ἱερέα τότε. ἀκουέτωσαν οἱ πατέρες, ὅσοι παῖδας ἔχουσιν, ὅσην ὑπὲρ αὐτῶν ποιεῖσθαι πρόνοιαν ὀφείλουσιν. ἐπειδὴ γὰρ πότος ἦν, ἐπειδὴ συμπόσιον ἦν, εἴωθε δὲ πολλάκις ἡ διάνοια παρατρέπεσθαι παρὰ τοὺς τοιούτους καιρούς,—διὰ τοῦτο καὶ Μωσῆς ἔλεγεν· φαγὼν καὶ πιὼν μνήσθητι κυρίου τοῦ θεοῦ σου. τουτέστιν· ἀπόκρημνος ὁ τόπος ἐστὶν ἐκεῖνος, ταχέως εἰς λήθην ἄγει.

τότε οὖν μάλιστα μέμνησο, ὅτε μάλιστα ἐκβαλεῖν σου τῆς διανοίας ἐπείγεται τὸν θησαυρὸν ὁ διάβολος. οὕτως οὖν καὶ οὗτος ᾔδει τὴν τρυφὴν καὶ τὴν διάχυσιν ἐργαζομένην τι τοιοῦτον—οὕτω καὶ οἱ Ἰσραὴλ παῖδες ἔφαγον καὶ ἀνέστησαν παίζειν—, διὰ τοῦτο πεπληρωμένου τοῦ πότου τὰς θυσίας προσέφερεν. τινές φασιν, ὅτι καὶ ἱερεῖς τὸ παλαιὸν ἦσαν, ὥσπερ ὁ Μελχισεδέκ, αὐτοχειροτόνητοι· τοῦτο οὖν ἐστι τὸ ἀπέστελλεν. εἰ δὲ προσφέρει θυσίας, οὐχὶ κατὰ νόμον, ἐπεὶ καὶ Ἀβραὰμ προσήνεγκε καὶ Νῶε καὶ Ἄβελ. ἀλλὰ τί; ἔδει ἐπιτιμῆσαι αὐτοῖς; ἀλλ᾽ οὐκ ᾔδει τὸ ἁμάρτημα. ἀλλὰ παραδραμεῖν; ἀλλὰ πολλάκις συνέβαινεν ἡμαρτηκέναι. ὅρα, πῶς καὶ ἐν τῇ θυσίᾳ ὁμόνοιαν αὐτοὺς ἐδίδασκεν ἕνα ὑπὲρ πάντων μόσχον προσφέρων ὡς ὑπὲρ μιᾶς ψυχῆς. ὅρα, πῶς φιλόστοργος, πῶς εὐσεβής, πῶς θεοσεβής, πῶς δίκαιος, πῶς ἀληθινός, πῶς ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. ἄμεμπτος· οὐ γὰρ ἔχεις ἐγκαλέσαι, ὅτι ἠμέλει τῶν παίδων. δίκαιος· ὅτι παρεῖχεν ὅσην ἔδει πρόνοιαν αὐτοῖς. θεοσεβής· ὅτι διὰ τὸν θεὸν τοῦτο ἐποίει. ἄρα τί ἂν εἴποιμεν; ὅτι τοὺς παῖδας ἐφίλει; ὅτι τὸν θεὸν ἐφίλει; ἀπὸ ποίου φίλτρου τοῦτο μᾶλλον ἔπραττεν; ἐμοὶ δοκεῖ τοῦ περὶ τὸν θεὸν καὶ τότε τοῦ περὶ τοὺς παῖδας. 1,5f 〈οὕτως ἐποίει,〉 φησίν, 〈πάσας τὰς ἡμέρας Ἰώβ.〉 ὁρᾷς τὴν εὐσέβειαν; οὐχὶ πρὸς ὡρισμένον ἡμερῶν ἀριθμόν, ἀλλὰ πάντα τὸν χρόνον.