Οὐ μόνον δὲ φερεπονίας καὶ ὑπομονῆς, ἀλλὰ καὶ τῆς ἄλλης ἀρετῆς, ὁ πολύτλας οὗτος τοῖς προσέχουσιν ὑπόδειγμα πρόκειται· ἀνδρείας μὲν καὶ καρτερίας, ἐν πειρασμοῖς· τοῦ δὲ μὴ ὑβρίζειν, ἀλλὰ πραεῖς εἶναι, καὶ μετρίους, καὶ κοινωνικοὺς μετὰ ἱλαρότητος, ἐν πλούτῳ καὶ δυναστείᾳ· σωφροσύνης δὲ, ἐν ἡδοναῖς· καὶ δικαιοσύνης, ἐν δίκαις καὶ συναλλάγμασι· καὶ ἐπὶ πᾶσιν, ὁμονοίας, καὶ τοῦ κεφαλαίου τῶν ἀρετῶν, τῆς ἀγάπης· πᾶσαν γὰρ ἀρετὴν μετὰ τῆς προσηκούσης ἀκριβείας κατώρθου. Ταύτην τὴν εἰκόνα τὴν ὑπογραφοῦσαν ἀναλαβὼν, ἔμπηξον τῷ συνειδότι τῷ σῷ· κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὴν κατάφευγε· κἂν ἐν πλούτῳ, τὸ φάρμακον ἐντεῦθεν λάμβανε, ὥστε μήτε πτωχείᾳ βαπτισθῆναι, μήτε πλούτῳ φυσηθῆναι· κἂν παῖδας ἀποβάλῃς, ἔχεις ἐντεῦθεν τὴν παράκλησιν· τὴν γὰρ ὑπερβολὴν ἐνταῦθα εὑρήσεις καὶ τῶν συμφορῶν καὶ τῆς καρτερίας· κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν σκωλήκων, καὶ οἴσεις ἅπαντα πράως· κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον εἰς μέσον ἄγε, καὶ περιέσῃ τοῦ πάθους· κἂν οἱ τυχόντες ἀποχρήσωνται, ἐννόησον ἅπερ ἔπασχε παρὰ τῶν οἰκετῶν, καὶ πολλὴν δέξῃ τὴν ἰατρείαν· κἂν πονηρᾷ τις ὑπολήψει σε περιβάλῃ, λόγισαι οἷα περὶ τούτου ἔλεγον, ὅτι οὐδέπω τῶν ἡμαρτημένων αὐτῷ δέδωκεν ἀξίαν δίκην, καὶ οἷα ὠνείδιζον, καὶ περιέσῃ τούτου τοῦ πάθους.