Ὅθεν μανθάνομεν ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν, ἀρχὴ σωτηρίας ἡμῖν, ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ ἐργασία. Σὺ δέ μοι θέα πῶς ἐν ὀλίγῳ τὸν ἔπαινον τοῦ ἀνδρὸς, ὁ τοῦ θείου Πνεύματος συνήγαγε νόμος, ἀληθινὸν μὲν εἰπὼν τὸν Ἰὼβ κατὰ τὴν δημιουργίαν, ὥσπερ πατρίδα ταύτην καὶ προγόνους ἀπογραφόμενος, ἄμεμπτον δὲ κατὰ τὴν πρᾶξιν, δίκαιον κατὰ τὴν εὐνομίαν, καὶ τὴν τῶν ὄντων αὐτῷ κοινωνίαν, καὶ ἔτι κατὰ τὸ ὀρθὰς τὰς ψήφους ἐπὶ τοῖς κρινομένοις ἐκφέρειν, καὶ τὸ κῦρος πάντων, θεοσεβῆ κατὰ τὴν πίστιν, καὶ τὸ πρὸς τὰ εἴδωλα μῖσος, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν τῶν πονηρῶν θερμοτάτην ἀπέχθειαν. Καὶ ἵνα συνελὼν εἴπω, οὐδὲν, φησὶ, πώποτε μέμψεως ἄξιον διεπράξατο, ἀλλὰ καὶ τὰ πρὸς ἀνθρώπους ἐφύλαττε δίκαια, καὶ τὰ περὶ τὴν θρησκείαν μετῄει καθαρῶς, πάντα κατὰ Θεὸν πράττων, καὶ γνησίως εὐσεβῶν τὸ Θεῖον. «Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς.» Πρῶτον εἶπε τὴν ἀρετὴν, καὶ τότε τὰ παρὰ Θεοῦ δεδομένα. Ἐξ ἀρετῆς γὰρ πάλαι ταῦτα ἐγένετο, εὐπαιδία, λέγω, καὶ πολυπαιδία· Οὐκ ἔσται γὰρ ἐν σοὶ, φησὶν, ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου. Ὁ δὲ Ἀβραὰμ διὰ τοῦτο ἄγονος ἦν, ἵνα μάθῃς ὅτι οὐ ταῦτα ὄντως ἀρετῆς ἔπαθλα, ἀλλ᾽ ἕτερα· διὰ δὲ τοῦτο ταῦτα ὑπέσχετο συγκαταβαίνων.