Ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχὶ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός· ἐπάγει γοῦν· «Οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν, ἀνορύσσοντες ὥσπερ θησαυρούς· περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι.» Διὰ τοῦτο φησὶ, Καιρὸς τῷ παντὶ πράγματι. Καὶ πάλιν, Ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὑτοῦ, ἀνδρὶ ἀπερισπάστῳ, καὶ εὐοδουμένῳ ἐν πᾶσι, καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν! Καὶ αὖθις, Ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ, καὶ ἐλασσουμένῳ ἐν ἰσχύϊ, ἐσχατογήρῳ, καὶ περισπωμένῳ περὶ πάντων, καὶ ἀπειθοῦντι, καὶ ἀπολωλεκότι ὑπομονήν. Διὰ τοῦτο καὶ ὁ Ἰὼβ ἐν συμφοραῖς ὢν ἐπιθυμεῖ τοῦ θανάτου, καὶ ταῦτα λέγει, ἵν᾽ ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ, Εἶπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα, μὴ νομίζῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι᾽ εὐσέβειαν. Ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος ἑαυτῷ, καὶ μέγα τι νομίζων ἀγαθὸν, τὸν θάνατον, παρὸν αὐτὸν εὑρεῖν, οὐκ ἐτόλμησεν. «Θάνατος ἀνδρὶ ἀνάπαυμα· συνέκλεισε γὰρ ὁ Θεὸς κατ᾽ αὐτοῦ.» Ἀπόφασίς ἐστιν αὕτη· Εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ Θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὸν ἐποίησεν, ἵνα μὴ ἐπιτρέχωμεν τῷ θανάτῳ. «Φόβος γὰρ ὃν ἐφρόντισα, ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέ μοι.»