Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Οι λόγοι του Βαλδάδ και η ομολογία της θείας κρίσης (Κεφάλαια Η΄-Ι΄)

Η παρέμβαση του Βαλδάδ, η υπεράσπιση της θείας δικαιοσύνης και η ομολογία του Ιώβ για τα ανεξιχνίαστα έργα του δημιουργού και την ανθρώπινη αδυναμία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 14

ΚΕΦΑΛ. Ηʹ. «Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;» Χρυσοστόμου, Πολυχρονίου καὶ Ὀλυμπιοδώρου. Οὐχ ὁρᾷς, φησὶ, πόση δικαιοσύνη ἐν τῇ κτίσει, πόση εὐταξία; Μὴ ἐνδέχεται τὸν Θεὸν ἄκριτον τὴν κατά τινος ἐξενεγκεῖν ψῆφον; Μὴ ὁ τὰ πάντα ποιήσας εὐκόσμως καὶ ἁρμονίως, καὶ φιλανθρωπίᾳ τὴν ἀρχὴν παραγαγὼν, ἐπὶ σοῦ μόνου τὴν τοῦ δικαίου διετάραξεν ἰσότητα, καὶ σὲ παρὰ τὸ δίκαιον ἐκάκωσεν;

Ἠρέμα οὖν πλήττει τὸν ἅγιον, ὡς κατὰ τὸ δίκαιον, καὶ δι᾽ ἁμαρτίας ὑπομένοντα, τῆς αὐτῆς τῷ φθάσαντι διαλήψεως ὑπάρχων καὶ οὗτος, ὅτι δι᾽ ἁμαρτίας τὰ κακωτικὰ πάντως ἐπιπέμπεται. Ἔδει δὲ λογίζεσθαι, ὅτι τὰ τοιαῦτα οὐ μόνον φαύλοις, ἀλλὰ καὶ σπουδαίοις συμβαίνει, ἀδιάφορα γὰρ, καὶ ὅτι θαυμαστότερός ἐστιν ὁ δίκαιος, ὑπομένων θλίψεις καὶ πόνους.

Ἐπεὶ δὲ μὴ ἔχειν αὐτὸν ἐλέγξαι ἡμαρτηκότα, εἰς τοὺς υἱοὺς τρέπεται, καί φησιν· «Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν, σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος.» Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναι ἐν εὐδαιμονίᾳ· καὶ ὡς οὐ δυνατὸν εὐθηνίαν ἀδίκων κρατύνεσθαι· καὶ ὡς δι᾽ ἁμαρτίας αἱ τιμωρίαι.

ΚΕΦ. Θʹ. «Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Ἐπ᾽ ἀληθείας οἶδα ὅτι οὕτως ἐστίν.» Πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα, Οἶδα, φησὶν, ὅτι οἱ ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί. Ὁρᾷς πῶς οὐδαμῶς καταγινώσκει τοῦ Θεοῦ ἀδικίαν. «Ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.» Ταῦτα ἃ προείρηκα, φησὶν, οὐ μεγάλα, οὐκ ἀνεξιχνίαστα, καίπερ ὁρατὰ ὄντα; πόσῳ γε μᾶλλον τὰ ἀόρατα; Ὅρα δὲ, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. Καὶ τί, φησὶ, τὸ καθ᾽ ἕκαστον αὐτῶν λέγω; μεγάλα γάρ εἰσι, καὶ ἀκατάληπτα, καὶ ἀναρίθμητα τοῦ Θεοῦ ἔργα. «Πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διακενῆς.» Τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸν διάβολον ἔλεγε περὶ αὐτοῦ, Σὺ δὲ εἶπας, ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διακενῆς· τί οὖν θαυμάζεις, εἰ ὅπερ ὁ Θεὸς εἶπε, τοῦτο καὶ οὗτος λέγει, ὅτι διακενῆς, οὐχ ὅτι ἥμαρτεν, ἀλλ᾽ ὅτι οὐδὲν πλέον ἔσται ἀπὸ τῆς τιμωρίας αὐτοῦ, καὶ τοῦ κολάζεσθαι. «Ἐὰν γὰρ ἀπολούσωμαι χιόνι, καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή μου.

Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Ἔθος ἦν τοῖς παλαιοῖς, λουτροῖς ἀποκαθαίρειν τοὺς μολυσμούς· καὶ τοῦτο δὲ παλαιὸν ἔθος ἦν, ἔνθα ἐβούλοντο δεῖξαι, ὡς οὐκ ἐκοινώνησαν τῇδε τῇ ἁμαρτίᾳ, ἀπενίπτοντο τὰς χεῖρας, Ἀθῶός εἰμι ἀπὸ τοῦδε τοῦ πράγματος· ὡς καὶ ὁ Πιλάτος ἐπὶ τοῦ Σωτῆρος πεποίηκε· καὶ ὁ Δαβὶδ ἔψαλλε, Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Τοῦτο οὖν λέγει, ὅτι Ὅπως ἂν ὦ καθαρὸς, οἱ ἀκριβεῖς οὗτοι ἐλεγμοὶ, καὶ αἱ ἐπαχθεῖσαι τιμωρίαι, ἐκ τῆς προλήψεως, ἐῤῥυπωμένον με καὶ ἀκάθαρτον ἀποδεικνῦσιν· ὡς καὶ τὸν ἁπτόμενον τῶν ἱματίων μου, δοκεῖν μολυνέσθαι, διὰ πλῆθος ἁμαρτιῶν ἑκάστου ταῦτά με πάσχειν ὑπολαμβάνοντος. Ταῦτα δέ φησι διὰ τὸ τοὺς αὐτοῦ φίλους, εἰς ἀπόδειξιν τοῦ εἶναι αὐτὸν ἁμαρτωλὸν, τὰ συμβάντα αὐτῷ, προσφέρειν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας, Διατί οὖν οὐκ ἀπέθανον; τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. Ἂν τοῦ ἡλίου δὲ καθαρώτερος γένωμαι, ἔχω κηλίδα, οὐ τὴν τυχοῦσαν. Ἀλλὰ καὶ οἱ οὕτως ἐγγύτατοι, ὡς ἡ στολὴ τῷ σώματι, καὶ αὐτοὶ ἐμίσησάν με, οὐ διὰ τὴν τιμωρίαν, ἀλλ᾽ ὡς ἐναγῆ καὶ μιαρὸν, ὡς ἀκάθαρτον, οὕτως ἀπεστράφησάν με.

Βδελυκτὸν δέ μοι γέγονε καὶ τὸ σῶμα, τοῦτο γὰρ ἡ στολή. Δύναται δὲ καὶ οὕτω νοεῖσθαι τὸ Ἐβδελύξατό με ἡ στολή μου, ὅτι φεύγει με καὶ ἡ ἐσθὴς, οἱονεὶ μισήσασά με, ἀντὶ τοῦ, Οὐδὲ ἐνδύσασθαι δύναμαι, διὰ τὸ ἄγαν ἡλκῶσθαι.

ΚΕΦ. Ιʹ. »Ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.» Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι, ὡς καλῶς πράττων, ἀλλ᾽ ὅτι ὠφελεῖ με, φησὶν, αὕτη ἡ θλίψις; δέδοικα γὰρ μὴ καὶ βλάψῃ· εἰκὸς γάρ τινας λογίσασθαι, ἢ ὅτι οὐ προνοεῖς τῶν ἀνθρώπων οὓς ἔπλασας, ἢ ὅτι οἱ φαῦλοι μάλιστα παρὰ σοὶ εὐδοκιμοῦσι, καὶ ἀρέσκουσί σοι μάλιστα τὰ τούτων βουλεύματα. «Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Καὶ ἐγὼ οἶδα, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με, καὶ ἀγνοεῖν· ὅταν οὖν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται· ἀλλ᾽ εἰ καὶ μὴ ἠσέβησα τόγε εἰς ἐμὴν γνώμην, οἶδα ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ, Κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλὰ ἡ σὴ κρατείτω βουλὴ, ἡ κρεῖττον ἡμῶν τὰ καθ᾽ ἡμᾶς ἐπισταμένη. «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με.» Χρυσοστ. καὶ Ὀλυμπ. Ἔργον εἰμὶ, φησὶ, τῶν χειρῶν σου, κἂν ἁμαρτωλός. Ὁρᾷς ὡς καὶ ποιητὴν γινώσκει τὸν Θεὸν, καὶ παρακαλεῖ φειδὼ ποιήσασθαι τοῦ ἰδίου δημιουργήματος. «Μετὰ ταῦτα μεταβαλὼν, μὲ ἔπαισας. [Ἀκύλας δὲ καὶ Θεοδοτίων, Ἅμα κύκλῳ κατεπόντισας με.]»

Ἀκολούθως δὲ, καὶ τῆς δημιουργίας, καὶ τῆς προνοίας αὐτὸν ἐπιστάμενος ἀρχηγὸν καὶ κύριον, εἰς εὐχὴν τρέπει τὸν λόγον, ἱκετεύων μνησθῆναι τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου, καὶ ὅτι ἐξ ἀρχῆς τῇ ἀγαθότητι πεποίηκε, καὶ ὀργισθεὶς θανάτῳ ἐζημίωσε, καί φησι. «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἶσα τυρῷ; Δέρμα δὲ καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἔνειρας· ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾽ ἐμοὶ, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.» Τὸ σπέρμα ἐξ οὗ συνίσταται τὸ ζῶον, γάλα ἀμελχθὲν λέγει· καὶ ὥσπερ τὸ γάλα ἀμελχθὲν τυρὸς γίνεται, οὕτω καὶ τὸ σπέρμα ἀποστάξαν, καὶ συστραφὲν, φύσις γίνεται· κατάστασις δὲ αὕτη ἐστὶ πρώτη τοῦ ἐμβρύου. Τὸ γὰρ καταβληθὲν εἰς τὰς αὔλακας τῆς ὑστέρας σπέρμα, ὅταν συστραφῇ οἷα τυρὸς, καὶ παγῇ, γίνεται φύσις, ὅπερ λοιπὸν διαπλάττεται, ἢ, ὡς ἡ Γραφή φησιν, Ἐξεικονίζεται, καὶ δέχεται ὥσπερ χαρακτῆρα· καὶ συμπήγνυται μὲν ἡ ὑγρὰ φύσις, εἰς δὲ δέρμα, καὶ κρέας, ὀστέα τε καὶ νεῦρα μερίζεται τὸ καταβληθέν· ταῦτα μὲν τοιαῦτα καθ᾽ ἑαυτὰ, παρούσης μὲν ψυχῆς, ζωτικὸν ἔχει κίνημα, ἀναχωρησάσης δὲ, ἀργὰ καταλείπεται.

Οὐ μόνον δὲ, φησὶ, ζωὴν ἔθου παρ᾽ ἐμοὶ, ὅπερ τὸ τῆς δημιουργίας οἰκεῖον σημαίνει, ἀλλὰ καὶ ἔλεον ἐποίησας μετ᾽ ἐμοῦ, δι᾽ οὗ ἡ προνοητικὴ χάρις δηλοῦται, καὶ παρὰ πάντα τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς· τοῦτο γὰρ τὸ, Ἡ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα, τουτέστι, Καὶ μετὰ τὸ γενέσθαι, τῇ σῇ προνοίᾳ τὸ ζῇν κέκτημαι· καὶ ἁπλῶς, ὅλην τὴν ὁδὸν καὶ ἁρμονίαν τῆς συστάσεως τοῦ σώματος ἀπαγγέλλει, διά τε τῶν πρὸ τούτων, καὶ αὐτῶν προκειμένων.