Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ο δεύτερος κύκλος διαλόγων και η πίστη στην ανάσταση (Κεφάλαια ΙΕ΄-ΙΘ΄)

Η νέα επίθεση του Ελιφάζ, η εγκατάλειψη του Ιώβ από τους οικείους του και η διακήρυξη της πίστεως στην ανάσταση των σωμάτων ως τελικής δικαίωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 14

ΚΕΦΑΛ. ΙΕʹ. «Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· Πότερον σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεῦμα, καὶ ἐνέπλησε πόνον γαστρὸς, ἐλέγχων ἐν ῥήμασιν οἷς οὐ δεῖ, καὶ ἐν λόγοις οἷς οὐδὲν ὄφελος;» Ἐπειδὴ εἶπεν, ὅτι Κἀμοὶ καρδία καθ᾽ ὑμᾶς ἐστι· καί· Οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν· ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει. Ἰδοὺ γὰρ, φησὶν, ὁ σοφὸς, καὶ λέγων πάντα εἰδέναι, οἷα ἀποκρίνεται. Ἐνέπλησε δὲ πόνον γαστρὸς, τουτέστι, Πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται, καὶ πάθους γέμει. Ἐντρεπτικῶς δὲ ταῦτα λέγει πρὸς τὸν Ἰὼβ, δύο κατηγορῶν αὐτοῦ, ὅτι μάλιστα μὲν ὁ σοφὸς οὐκ ἐπιδεικτικῶς προφέρει τὴν σοφίαν· ἔπειτα δὲ καὶ Ἃ ἐλάλησας, ὡς ἐλέγχων ἡμᾶς, καὶ ὡς δῆθεν πάσχων ὑπὲρ τῆς ἀληθείας, καὶ τὴν τοῦ νοῦ γαστέρα πλησσόμενος (τοῦτο γὰρ δηλοῖ· Ἐνέπλησε πόνον γαστρὸς), ματαίως ἐφθέγξω καὶ ἀνωφελῶς, καὶ εἰς οὐδὲν δέον· ὧν οὐδέτερον ὁ σοφὸς ποιεῖ, ἀλλὰ τοὐναντίον ἅπαν, καὶ ἀπόκρισιν δίδωσι συνετήν· κἂν ὡς ζηλωτὴς περιαλγήσῃ τοῦ ἀληθοῦς, καὶ ἐξελέγχειν τινὰς βούληται, οὐ προφέρει λόγους ἀνηνύτους, καὶ οὓς οὐ δεῖ, ὥστε ἐκπλῆσαι πόνον γαστρὸς, οὐδὲ πικρῶς διαλέγεται, ὥστε ἐκπλῆσαι τὸν πόνον καὶ τὸν καύσωνα τῆς ἑαυτοῦ διανοίας, ὅπερ σὺ πεποίηκας. «Ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι.»

Ἐπειδὴ ὁ Ἰὼβ εἶπε· Τίνες εἰσὶν αἱ ἁμαρτίαι μου, δίδαξόν με· τούτου χάριν πλῆθος ἁμαρτιῶν αὐτῷ ὀνειδίζει ὁ Ἐλιφὰζ, καί φησιν· Ἴσθι ὡς πρὸς σύγκρισιν τῶν σῶν ἁμαρτημάτων, ἐλαφρῶς ἐτιμωρήθης, καὶ οὐκ ἀνταξίαν τῶν πλημμελημάτων δέδωκας τὴν δίκην. Εἶτα ἐπεὶ μηδὲν ἔχει δεικνύναι τοῦ Ἰὼβ ἁμάρτημα, ἐκ τῶν λόγων αὐτὸν πειρᾶται κρίνειν, λέγων· «Μαρτύριον γὰρ ἀσεβοῦς θάνατος.» Τουτέστιν, Ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτως δεῖ παθεῖν πάντας.

Καὶ θαυμαστὸν, φησὶν, οὐδέν· οἰκτρὸν γὰρ ἁπάντων τῶν ἀσεβῶν τὸ τέλος, τουτέστι, δεῖγμα τῆς τῶν ἀνθρώπων ἀσεβείας ὁ αὐτῶν θάνατος, τουτέστι, τὸ αἰσχρὸν τέλος δείξει τὰ κατ᾽ αὐτούς. Ὡς γὰρ τὴν εὐημερίαν σημεῖον δικαιοσύνης ἐτίθετο, οὕτω καὶ τὴν δυσπραγίαν, φαυλότητος γνώρισμα. Ἢ μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστι, δῆλος, καταφανὴς, οὐδενὶ ἄγνωστος. Εἰ δὲ βούλει, καὶ ὧδε νόησον, Ὅτι ἡ τῆς κακίας τελεσιουργία θάνατον ἀπεργάζεται, οὐ τὸν κοινὸν, ἀλλὰ τὸν τῆς κολάσεως.

ΚΕΦΑΛ. Ιϛʹ. «Νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρὸν, σεσηπότα.» Ὀλυμπ. καὶ Χρυσοστ. Οὐκ ἀρκεῖ, φησὶν, ὅτι κολάζομαι, ἀλλὰ καὶ ἀνόητος εἶναι δοκῶ· ἡ γὰρ τιμωρία κατέσκυλέ με, καὶ κατέκοψέ με, καὶ κατέσηψεν, ὡς μικροῦ δοκεῖν καὶ τῶν κατὰ φύσιν ἐκστῆναι φρενῶν. Ἢ τάχα κἀκεῖνο λέγει, ὅτι συνεχώρησεν ὁ Θεὸς τοὺς φίλους περὶ ἐμοῦ ὑπολαμβάνειν, ὅτι ἀνάλγητός εἰμι ἐν ταῖς συμφοραῖς· μωρὸν γὰρ ἐνταῦθα, ἀντὶ τοῦ, ἀναίσθητον, εἶπε· διὸ συνῆψε τούτῳ, τὸ, σεσηπότα, διὰ τὸ τὰ σεσημμένα τῶν μελῶν ἀφῃρῆσθαι τὴν αἴσθησιν. «Ἀφίκοιτό μου ἡ δέησις πρὸς Κύριον, ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός.» Μονονουχὶ λέγει· Ἀκούσοι ταῦτα ὁ Θεὸς, ἴδοι ταῦτα ὁ Θεὸς, ἐπινεύσας τέ μου ταῖς ἱκεσίαις, καὶ δακρύοντα κατελεήσας, ἀνάσχοιτό μοι δικάσαι πεπονθότι κακῶς. Ἀλλὰ καὶ τοῦτό σοι πρὸς ἔργον ἐξέβη, ἀοίδιμε· ἐθεώρει γάρ σου τὰ παλαίσματα ὁ μέγας ἀγωνοθέτης, καὶ ἐπήκουσέ σου τῆς ἱκεσίας, ἐπεῖδέ σου τὰ τίμια δάκρυα, διὸ καὶ τῶν ἀγώνων τὴν αἰτίαν ἐπληροφόρησε. Γίνεται δὲ τὸ στάζειν ἔναντι Κυρίου τὰ δάκρυα τοῖς μακαρίως κλαίουσιν.

ΚΕΦΑΛ. ΙΘʹ. «Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει· Ἕως τίνος ἔγκοπον ποιήσητε ψυχήν μου;» Ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ, καὶ συμμαχοῦντας, καὶ καθαιροῦντας τοῦ δικαίου τὴν ἰσχύν· ἐπάγει γάρ· «Καὶ καθαιρεῖτέ με λόγοις;» Ἀντὶ τοῦ, Καταβαλεῖν σπουδάζετε ταῖς ἀντιλογίαις τὰς ἐμὰς δικαιολογίας, καὶ πολεμίων δίκην ἀντὶ βελῶν τοὺς λόγους πέμπετε, ἄχρις οὗ τῆς ψυχῆς τὴν ἔνστασιν ἐκλύσαντες, ἄδικον ἀπενέγκησθε τὴν νίκην· οὐκ ἤρκεσε τὰ παρελθόντα, ἀλλὰ καὶ νῦν οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, τὰ αὐτὰ φθέγγεσθε. «Γείτονες οἰκίας, θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.» Πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. Οἱ περιλειφθέντες αὐτῷ οἰκείων, χαλεπωτέραν εἰργάσαντο τὴν συμφορὰν τῶν ἀπελθόντων· ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπὸν, οὗτοι δὲ καὶ ὠνείδιζον, καὶ παρήκουον, καὶ κατ᾽ αὐτοῦ ἐλάλουν, καὶ τὰ λοιπὰ ἔπραττον ἅπερ ἐπάγει· «Ἐβδελύξαντό με οἱ ἰδόντες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.» Φευκτὸς, φησὶν, ὑπὸ τῶν πρώην συνομιλούντων γέγονα, καὶ πολεμίους ἔσχον τοὺς πρώην ἀγαπῶντας· οἵ τε γὰρ συνόμιλοί μου προϊόντα βλέποντες, καὶ τῆς αὐτῶν δεόμενον παραμυθίας, ὥσπερ ἀποτρόπαιον ἔφυγον· οἵ τε ᾠκειωμένοι πρότερον, καὶ τῆς παρ᾽ ἐμοῦ ἐπικουρίας δεόμενοι, καὶ μέντοι καὶ εὐεργετηθέντες παρ᾽ ἐμοῦ, διέθεσάν μοι κακά.

Τοιοῦτόν τι καὶ Δαβὶδ ψάλλει· Ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. «Ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;» Ἰδοὺ γὰρ ἐγράφη, οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον ἢ ᾔτησεν· ἐκεῖνα μὲν γὰρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσε, ταῦτα δὲ μειζόνως ἐγράφη. «Ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.» Εἴθε, φησὶν, ἀναστήσαι ὁ Θεὸς τὸ δέρμα μου τὸ ὑπομεῖναν ταῦτα. Δόγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν, ὅτι τὸ σῶμα τὸ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς βασάνους, αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ συναπολαύσῃ· διὰ τοῦτο εἶπε, τὸ ἀναντλοῦν ταῦτα. Οὐ γὰρ δίκαιον, ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι. Ἄρα ᾔδει περὶ ἀναστάσεως, ἐμοὶ δοκεῖ, καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγει ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. Καλῶς δὲ αἰτίαν εὔλογον τίθησι τῆς μεταβολῆς. Αὐτὸς, φησὶν, ἔπληξεν, αὐτὸς καὶ ἰάσεται, καὶ ὁ τοῖς δεινοῖς περιβαλὼν, αὐτὸς καὶ καθαρὸν τῶν παθῶν ἀναδείξει καὶ τουτὶ τὸ δύστηνον σῶμα· ὀψὲ γοῦν ποτε τῆς πολυπαθείας ἀπαλλάξας, ἐκεχειρίαν τῶν ἐπικειμένων παράσχοι πόνων. Ὁ μέντοι Θεοδοτίων ἐκδοὺς, Ὁ ἀγχιστεύς μου ζῇ, καὶ ἔσχατον ἐπὶ χώματος ἀναστήσει, πείθει συνάπτειν τοὺς δύο στίχους, καὶ οὕτως ἀναγινώσκειν· Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς, ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.

Ὁ δὲ νοῦς οὗτος· Ἀθάνατός ἐστιν ὁ Θεὸς, οὗ γένος ἐσμέν· ἐμὲ δὲ εἰς γῆν ἀναλύσας διὰ θανάτου, πάλιν ἐκ γῆς ἐγερεῖ διὰ τῆς ἀναστάσεως· ἢ καὶ τῆς νόσου ἐκλύσας, τουτέστιν, ἐλευθερώσας, πάλιν ἀνακαινίσει τὸ δέρμα μου τὸ τοῖς ἰχῶρσι διαφθαρέν· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ, καὶ πάλιν ἀποκαθίστησιν, ἀποκτείνει καὶ ζωοποιεῖ.

Διὸ ἐπάγει·