Τοιοῦτόν τι καὶ Δαβὶδ ψάλλει· Ἔθεντο κατ᾽ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. «Ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ, ἢ ἐν πέτραις ἐγγλυφῆναι;» Ἰδοὺ γὰρ ἐγράφη, οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον ἢ ᾔτησεν· ἐκεῖνα μὲν γὰρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσε, ταῦτα δὲ μειζόνως ἐγράφη. «Ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.» Εἴθε, φησὶν, ἀναστήσαι ὁ Θεὸς τὸ δέρμα μου τὸ ὑπομεῖναν ταῦτα. Δόγμα δὲ ἐντεῦθεν διδασκόμεθα ἐκκλησιαστικὸν, ὅτι τὸ σῶμα τὸ τοὺς πειρασμοὺς ὑπομένον καὶ τὰς βασάνους, αὐτὸ συνανίσταται τῇ ψυχῇ, ἵνα καὶ συναπολαύσῃ· διὰ τοῦτο εἶπε, τὸ ἀναντλοῦν ταῦτα. Οὐ γὰρ δίκαιον, ἄλλο μὲν πάσχειν, ἄλλο δὲ ἀνίστασθαι. Ἄρα ᾔδει περὶ ἀναστάσεως, ἐμοὶ δοκεῖ, καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγει ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. Καλῶς δὲ αἰτίαν εὔλογον τίθησι τῆς μεταβολῆς. Αὐτὸς, φησὶν, ἔπληξεν, αὐτὸς καὶ ἰάσεται, καὶ ὁ τοῖς δεινοῖς περιβαλὼν, αὐτὸς καὶ καθαρὸν τῶν παθῶν ἀναδείξει καὶ τουτὶ τὸ δύστηνον σῶμα· ὀψὲ γοῦν ποτε τῆς πολυπαθείας ἀπαλλάξας, ἐκεχειρίαν τῶν ἐπικειμένων παράσχοι πόνων. Ὁ μέντοι Θεοδοτίων ἐκδοὺς, Ὁ ἀγχιστεύς μου ζῇ, καὶ ἔσχατον ἐπὶ χώματος ἀναστήσει, πείθει συνάπτειν τοὺς δύο στίχους, καὶ οὕτως ἀναγινώσκειν· Οἶδα γὰρ ὅτι ἀένναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς, ἀναστῆσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.