Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Οι ομιλίες του Ελιού και η υπεράσπιση της θείας δικαιοσύνης (Κεφάλαια ΛΒ΄-ΛΖ΄)

Η παρέμβαση του νεότερου Ελιού, η κριτική του προς τους πρεσβυτέρους και η ανάλυση της θείας δικαιοσύνης, των νυκτερινών φρουρών και της αγγελολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 14

ΚΕΦΑΛ. ΛΒʹ. «Ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ, ὁ Βουζίτης, εἶπε· Νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.» Ἑκατέρωθεν οὖν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς, ἀπό τε τῆς διαλέξεως. Ἵνα γὰρ μή τις εἴπῃ· Καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ᾽ ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ Θεοῦ; ἐπὶ τὴν ἡλικίαν κατέφυγε, καί φησιν, ὅτι Προσδοκῶν γενναῖόν τι καὶ θαυμαστὸν παρ᾽ ὑμῶν λέγεσθαι, ἡσύχαζον. Ὅρα πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις. «Καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων, ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν.» Ἢ οὖν τοῦτό φησιν, ὅτι Οὐδὲ τότε ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε, ἢ ὅτι ὕστερον ἐσιωπήσατε. Πάντως δὲ, φησὶν, οὐκ ἂν εἴποιτε, ὅτι Αὐτὸ τοῦτο σοφὸν ἐποιήσαμεν, ὅτι τῇ τοῦ Θεοῦ μερίδι προσετέθημεν, καὶ τοὺς ὑπὲρ αὐτοῦ λόγους ἀνεδεξάμεθα· οὐδὲν γὰρ ἧττον ἡμάρτετε, ὅτι τε τὸν Ἰὼβ ἐλέγξαι οὐκ ἠδυνήθητε, καὶ ὅτι ἠνέσχεσθε αὐτοῦ τοιαῦτα λαλοῦντος, ὥστε ἄσοφον ὑμῶν καὶ τοῦτο· καὶ οὐ δύνασθε εἰπεῖν, ὅτι παρὰ Θεοῦ χάριν καὶ σοφίαν εὕρατε, ἅτε συνηγοροῦντες αὐτῷ· νενίκησθε γὰρ ὑπὸ Ἰώβ. «Ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι· ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους· ὑπέμεινα· οὐ γὰρ ἐλάλησα, ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.»

Φασί τινες, μὴ εἶναι τοὺς δύο στίχους τούτους τοῦ Ἐλιοὺς, ἀλλὰ τοῦ συγγραφέως, διαμέσου παραθέντος τὴν τῶν φίλων ἀποσιώπησιν· ἐγὼ δέ φημι καὶ τούτους εἶναι τοῦ Ἐλιοὺς, σχῆμα δὲ ἐνταῦθά ἐστι λόγου, τὸ καλούμενον, κατὰ ἀποστροφήν· ὡς γὰρ πρὸς ἕτερον μεταξὺ διαλεγόμενος, περὶ αὐτῶν φησιν, ὅτι Διὰ τοῦτο λαλῶ, ἐπειδήπερ οὗτοι κατεπλάγησαν τοῦ Ἰὼβ τὰ ῥήματα, καὶ τοὺς ἑαυτῶν λόγους παλαιοὺς, καὶ σαπροὺς, καὶ ἀχρείους ἔδειξαν διὰ τῆς σιωπῆς· ὅθεν καὶ ἐπάγει· Ἐγὼ δὲ ὑπέμεινα, καὶ οὐκ ἐλάλησα, οἰόμενος αὐτοὺς δύνασθαι ἀντειπεῖν· ἐπεὶ δὲ ἔστησαν, καὶ περαιτέρω προελθεῖν οὐκ ἠδυνήθησαν, τοῖς τοῦ Ἰὼβ ἀνακοπέντες λόγοις, παρῆλθον διελέγξαι τὰ εἰρημένα. «Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος. [Ὁ δὲ Σύμμαχος, Ὥσπερ οἶνος νέος ἀδιάπνευστος.] Ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐῤῥηγώς.» Ἐνταῦθα δείκνυται, ὅτι πάλαι ὁ Ἐλιοὺς ὠδίνων εἰπεῖν, ὑπέμεινε, καὶ ἐκαρτέρει, καὶ διαῤῥαγῆναι εἶχεν, ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία· ὅπερ ἐστὶ μάλιστα σοφίας ἔργον, δύνασθαι ῥήματα κατασχεῖν.

ΚΕΦΑΛ. ΛΕʹ. «Ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται, βοήσονται ἀπὸ βραχίονος πολλῶν. Καὶ οὐκ εἶπε, Ποῦ ἐστιν ὁ Θεὸς, ὁ ποιήσας με, ὁ κατατάσσων φυλακὰς νυκτερινάς;» Χρυσοστ. καὶ Ὠριγ. Ἢ οὐχ ὁρᾷς, καθάπερ ἐν στρατοπέδῳ, πάντα διατεταγμένα, καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον, οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις; Καθευδόντων γοῦν τῶν ἀνθρώπων, οὐδεὶς ἐπιβουλεύει· ὅτε τὰ θηρία διαβαίνει, τότε οὗτοι καθεύδουσιν. Ὅρα δὲ ὅτι ἐγκώμια τοῦ Θεοῦ καὶ ὕμνους διεξέρχεται ὁ Ἰὼβ, λέγων περὶ αὐτοῦ, Ὁ κατατάσσων φυλακὰς νυκτερινάς.

Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; Ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί· τὸ φῶς τηρεῖταί σοι· νῦν γὰρ δι᾽ ἐσόπτρου βλέπεις, μέλλεις δέ ποτε βλέπειν τὸ φῶς· οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰὼν, καὶ χρεία τῶν φυλακῶν τεταγμένων εἰς νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυξὶν ἀπὸ τῶν λῃστῶν, ἀπὸ τῶν θηρίων, ἀπὸ τῶν πολεμίων. Τίνες οἱ φύλακες; Οἱ παρεμβάλλοντες ἄγγελοι. «Κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι, ὡς ἔστι καὶ νῦν.» Ὀλυμπ. καὶ Χρυσοστ. Ἀναλόγισαι, φησὶ, τοῦ Θεοῦ τὴν ἀξίαν, εἰ χωρήσοι τὸν ὕμνον ὁ λογισμός.

Τί οὖν πρὸς τοσοῦτον καὶ τηλικοῦτον ἐθέλεις κριθῆναι, ὅπουγε μηδὲ πρὸς ἀξίαν αὐτὸν ὑμνολογῆσαι οἷός τε εἶ; καὶ ταῦτα, ἐφ᾽ οἷς νῦν σε τιμωρεῖται. Εἰ γὰρ δικαστήριον, φησὶν, ἐκάθισε, καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας, οὐκ ἂν αὐτὸν ἐδόξασας κατ᾽ ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι· τὸ μὲν γὰρ, μὴ δύνασθαι κατ᾽ ἀξίαν τὸν Θεὸν ὑμνεῖν, οὐδὲν μέγα· τὸ δὲ, μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν, ἐν τοῖς πρὸς ἡμᾶς, μὴ δύνασθαι κατ᾽ ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.