Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰὼβ (ἐν ταῖς σειραῖς)

Ἰωάννης ὁ Χρυσόστομος

Ερμηνεία στο πρώτο κεφάλαιο: Η δικαιοσύνη και ο βίος του Ιώβ

Εξηγητική προσέγγιση του πρώτου κεφαλαίου, με ανάλυση της βιβλικής έννοιας της δικαιοσύνης, της ευσεβείας, του πλούτου και της αρμονικής οικογενειακής ζωής του Ιώβ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 14

ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ. «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ.» Τί βούλεται τὸ προοίμιον, καὶ τίνος ἕνεκεν ὁ συγγραφεὺς οὕτως ἤρξατο; Ἔμελλε βίον ἐνάρετον διηγεῖσθαι, καὶ πολὺ τὴν ἡμετέραν ὑπερνικῶντα κατάστασιν· ἵνα γοῦν μή τις εἰς τὴν ὑπερβολὴν τῶν ἀγώνων καὶ τῆς ὑπομονῆς ἀναβλέψας, νομίσῃ ξένην εἶναί τινα φύσιν, καὶ οὐκ ἀνθρωπίνην, προλαβὼν δεικνύει τὴν φύσιν, ἵνα σὺ θαυμάσῃς τὴν πρόθεσιν, ὅτι ἄνθρωπος ἦν, κατὰ φύσιν μὲν εἷς τῶν πολλῶν, κατ᾽ ἀρετὴν δὲ τῶν πολλῶν ὑψηλότερος. Εἶπε τὸ κοινὸν τῆς φύσεως, ἵνα δείξῃ τὸ ἰδιάζον τῆς προαιρέσεως, ὅτι τῆς αὐτῆς φύσεως ἅπασι κοινωνήσας, ὑπὲρ φύσιν, καὶ μεῖζον ἢ κατ᾽ ἄνθρωπον, ἐπολιτεύσατο.

Κηρύττει δὲ αὐτὸν καὶ ἀπὸ τῆς χώρας, ἵνα κἀντεῦθεν θαυμάσῃς, ὁποῖον ῥόδον ἐξ ἀκάνθης ἐβλάστησεν. Ὅρα δὲ πρῶτον ἐγκώμιον, ὅτι τοιοῦτον βλαστὸν ἤνεγκεν ἡ Αὐσῖτις χώρα. Τὸ γὰρ ἐν Ἀραβίᾳ οὕτως εἶναί τινα δόκιμον, ἔνθα πάντες διεφθαρμένοι, ἔνθα ὑπόδειγμα οὐδὲν ἦν εὐνομίας, τοῦτο ἦν θαυμαστόν. «Καὶ ὁ ἄνθρωπος ἐκεῖνος ἦν ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.» Οἱ μὲν ἔξωθεν σοφοὶ τὸν ἄνθρωπον ὁριζόμενοί φασιν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν, ἡ δὲ θεία Γραφὴ, τὸν τηρήσαντα τὸ κατ᾽ εἰκόνα, καὶ ἐκ τῆς ἀρετῆς γνωριζόμενον, τοῦτον εἶναι ἄνθρωπον ὁρίζεται, τὸν δὲ συγχέαντα καὶ διαφθείραντα τοὺς θεουδεὶς τύπους καὶ χαρακτῆρας οὐδὲ ἄνθρωπον καλεῖν βούλεται· εἰ γάρ τις ἔχει μὲν τὸν χαρακτῆρα τῆς φύσεως, ὑβρίζει δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούει παρὰ τοῦ Προφήτου· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Κἀνταῦθα τοίνυν τῇ συνήθῃ ἑαυτῆς ἡ Γραφὴ κεχρημένη, καὶ δεικνῦσα ὅτι τὸν ἄνθρωπον οὐδὲν οὕτω χαρακτηρίζει, ὡς τὸ ἄμεμπτον, τὸ δίκαιον, τὸ θεοσεβὲς, ἐντεῦθεν καὶ τὸν Ἰὼβ γνωριζόμενον ἀποφαίνει, καί φησιν, ὅτι ἦν ἄνθρωπος ἀληθινός. Οἱ γὰρ φαῦλοι, ψευδεῖς ἄνθρωποι, ὥσπερ οἱ ζωγραφούμενοι.

Ταῦτά τοι καὶ ὁ Ἐκκλησιαστὴς, πάσας ἐπὶ τέλει τὰς ἐντολὰς εἰς τὸν τοῦ Θεοῦ φόβον συγκεφαλαιούμενος, Πέρας, φησὶ, λόγου τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι τοῦτο πᾶς ἅνθρωπος. Ἕτερος δέ τις προφητεύων ἐν Ἱερουσαλὴμ, ἐπειδὴ οὐδένα ἑώρα τὸν ἀκούοντα, Ἦλθον, φησὶν, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Καὶ ἡμεῖς δὲ κατὰ τὴν κοινὴν συνήθειαν ἐπειδ᾽ ἂν ἐπί τινα πρᾶξιν τὸν οἰκέτην ἢ τὸν υἱὸν ἀποστέλλωμεν, εἰώθαμεν μὲν λέγειν πρὸς αὐτὸν, ὡς ἄνθρωπος ἅψαι τῆς πράξεως, τουτέστι τὴν ἀνθρωπίνην κατάστασιν τήρησον, ὡς νουνεχὴς, ὡς λόγον ἔχων, οὕτω διανόησαι, οὕτω πρᾶξον, ἐκ τῆς ἐνεργείας δεῖξον ὅτι ὄντως ἄνθρωπος εἶ.

Οὐ γὰρ ἐκ τοῦ σχήματος, ἀλλ᾽ ἐκ τῆς ἐνεργείας, ὅπερ ἐστὶν ἕκαστος γνωρίζεται· εἰ δὲ μὴ, ὁμωνύμως λέγεται, ὃ λέγεται. Μόνος δὲ ἀληθὴς ἐκεῖνός ἐστιν ἄνθρωπος ὁ τὴν εἰκόνα σώζων, ὁ τὸ θεόσδοτον κάλλος μὴ ἀφανίζων, οἷος ὁ Ἰὼβ, ἀληθινὸς, οὐκ ἐπίπλαστος, ἔργοις τὴν τοῦ ἀνθρώπου δεικνὺς ἀρετὴν, οὐ σχήματι προσποιούμενος, ἢ σκηνικῶς ταύτην ὑποκρινόμενος. Ὅπερ δὲ πρότερον ἀπῄτει τὸν Ἀβραὰμ ὁ Θεὸς λέγων· Σὺ δὲ εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος· τοῦτο καὶ νῦν ἡ Γραφὴ τῷ Ἰὼβ μαρτυρεῖ· Εἰποῦσα γὰρ ὅτι ἦν ἀληθινὸς, ἐπήγαγεν ὅτι καὶ ἄμεμπτος. Καί μοι τὴν λέξιν βασάνισον, ἵνα γνῷς τὴν πολλὴν τοῦ δικαίου ἀκρίβειαν· διὰ τί οὐκ εἶπεν ἀνέγκλητος, ἀλλὰ ἄμεμπτος; ὅτι τὸ μὲν ἔγκλημα ἐπὶ τῶν μεγίστων ἁμαρτημάτων τίθεται, ἡ δὲ μέμψις ἐπὶ μικρῶν τε καὶ ἐλαχίστων· οὐ μόνον οὖν, φησὶ, τῶν βαρυτάτων κακῶν ἀπείχετο, ἀλλὰ οὐδὲ τοῖς κουφωτάτοις ἁλῶναι ἠνείχετο, ἃ μέμψις μᾶλλόν ἐστιν, ἢ ἔγκλημα, καὶ κατάγνωσιν μόνον φέρει, οὐ κόλασιν. Ἀκύλας γε μὴν, καὶ Σύμμαχος, ἀντὶ τοῦ ἄμεμπτος, ὁ μὲν ἁπλοῦς ἐξέδωκεν, ὁ δὲ ἄμωμος· ὁ μὲν, τὸ ἀπόνηρον τοῦ δικαίου καὶ ἄπλαστον, ὁ δὲ, τὸ πρὸς ἀκρίβειαν ἠσκημένον εἰς ἀρετὴν αἰνισσόμενος.

Ἄμωμος γάρ ἐστιν, ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ὁ ἀπὸ πάσης κακίας ἀπταίστως τὸν βίον αὐτοῦ διεξάγων· εἶτα μετὰ τὸ ἄμεμπτος, προστίθησι ὅτι καὶ δίκαιος, συναγωγὴ δὲ καὶ ἕνωσις πάντων τῶν καλῶν καὶ ἀγαθῶν ἐστιν ἡ δικαιοσύνη. Εἰ γάρ τι τῶν δοκούντων ἐπαινετῶν εἶναι, καθ᾽ αὑτὸ δίχα τῆς λοιπῆς ἀρετῆς ἔν τινι γένοιτο, ἀτελὲς τοῦτο καὶ ἄχρηστον, μᾶλλον δὲ καὶ πολλάκις ἐναντίον καὶ ψεκτὸν εὑρίσκεται. Οἷον νοήμων καὶ συνετός τίς ἐστιν, εἰ μὴ δίκαια βουλεύοιτο, κακεντρεχὴς καὶ κακοήθης, οὐ φρόνιμος οὗτος.

Περὶ γὰρ τῶν τοιούτων εἴρηται, Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν· πάλιν ἀνδρεῖος ἕτερος πρὸς τοὺς ἀγῶνας ἐστὶ καὶ κινδύνους· εἰ μὴ δικαιοπραγεῖν βούλοιτο, ὠμός ἐστι καὶ βίαιος, ὡς οἱ λέγοντες· Ἔστω δὲ ἡμῖν ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης· τὸ γὰρ ἀσθενὲς ἄχρηστον ἐλέγχεται. Τῶν περὶ τὸ σῶμα [εἴ] τις ἡδονῶν κρατεῖ, ἀλλ᾽ οὐκ ἂν εἴη σώφρων, φιλάργυρος, ἐρασιχρήματος, ἄσωτος, οὐκ ἐλευθέριος, ὁ χρημάτων εἰς ἐπιθυμίαν ἀφειδής. Καθόλου, πᾶν μόριον δικαιοσύνης, ἀπὸ τοῦ λοιποῦ καθάπερ σώματος, ἀποτετμημένον, οὐδέν ἐστιν. Ἡ δὲ πάντων ἁρμονία καὶ σύνοδος τῶν ἀγαστῶν, εἷς ἂν καὶ νομίζοιτο εὐλόγως δικαιοσύνη· εἰ δέ τι τῶν θαυμαστῶν ἀπείη, σκάζει κατὰ τοῦτο καὶ ἠκρωτηρίασται, καὶ τὸ τῆς δικαιοσύνης ὄνομα ψεύδεται. Ὁ γὰρ δίκαιος πρῶτον ἐξ ἀνάγκης ἐστὶ σοφός· πῶς γὰρ ἂν τὰ δέοντα πράττοι, καὶ πᾶσιν εὐαρμόστως προσφέροιτο, μὴ τὴν ἑκάστου τάξιν καὶ δύναμιν συνιείς;

Εἶτα σωφρονῶν, ἀκολασία γὰρ ἀδικία· φιλόθεος, Οἱ γὰρ εὐσεβεῖς, φησὶν, δίκαια ἐβουλεύσαντο, ἤπιος, φιλάνθρωπος, εὐεργετικός· καὶ καθάπαξ ἡ πάντων τῶν κατὰ τὸν ὀρθὸν λόγον πρακτέων συμφωνία, τὸν δίκαιον συμπληροῖ· καὶ τοῦτ᾽ ἀκριβῶς ὁ Ἰεζεκιὴλ ἡμᾶς ἐσόφισε, δι᾽ οὗ φησιν ὁ Θεὸς, Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην.

Εἶτα διαγράφει τὸν δίκαιον, τὴν παντελῆ καὶ ὁλόκληρον ἀρετὴν ἐκ τῶν κατὰ μέρος συντιθείς· καὶ πρῶτον αὐτῷ τὴν εὐσέβειαν προσάπτει, λέγων· Ἀπὸ τῶν ὀρέων οὐ φάγεται· ἐν γὰρ τοῖς ὄρεσι τὰς εἰδωλολατρείας ἐπετέλουν. Εἶτα σωφροσύνην αὐτῷ προσεῖναι δεῖν λέγει· Καὶ τὴν γυναῖκα, φησὶν, τοῦ πλησίον οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ. Εἶτα καὶ τὸ πρᾶον αὐτῷ καὶ τὸ ἐπιεικὲς προσγράφει, Καὶ ἄνθρωπον, φησὶν, οὐ μὴ καταδυναστεύσῃ· πρὸς τοῦτο ἰδιοπραγεῖν αὐτὸν ἀποφαίνεται ἐν τῷ λέγειν· Καὶ ἅρπαγμα οὐχ ἁρπάσει· ἐλεήμονά τε καὶ κοινωνικὸν διατυποῖ λέγων· Τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, τὸ ἀργύριον αὐτοῦ οὐ δώσει ἐπὶ τόκῳ, καὶ πλεονασμὸν οὐ λήψεται· εὐσυνάλλακτόν τε καὶ εἰρηνικὸν ἀποφαίνει, ὡς καὶ διαιτᾷν ἄριστα τοῖς ἀμφισβητοῦσι δύνασθαι· Καὶ ἐξ ἀδικίας γὰρ, φησὶν, ἀποστρέψει τὴν χεῖρα αὐτοῦ καὶ κρῖμα δίκαιον ποιήσει ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ. Τοῦτο γὰρ τὸ ἐξαίρετον καὶ διαπρεπέστατον, τοῖς ἄλλοις ἅπασι συγκείμενον τοῖς τῆς δικαιοσύνης κατορθώμασιν, ἡ πολιτικὴ καὶ δικαστικὴ ἕξις, ἑκάστῳ πρόσφορον ἐπιφέρουσα, διὸ καὶ τῆς δίκης ἐστὶν ἐπώνυμος. Διεξελθὼν δὲ, πάντα τά τε πρακτέα, καὶ τὰ μὴ, τὸν κοινὸν κανόνα καὶ τύπον πᾶσιν ἐφήρμοσεν, εἰς ὃν ἀφορῶν τις, ἐν οὐδενὶ διαμαρτήσεται.

Ἐν τοῖς προστάγμασί μου, φησὶν, πεπόρευται, τὰ δικαιώματά μου πεφύλακται τοῦ ποιῆσαι αὐτά. Καὶ ταῦτα πάντα συνδεθέντα καὶ ἀνακραθέντα, καὶ ὥσπερ σῶμα ἓν πολυμερὲς καὶ παναρμόνιον κρατηθὲν, ὁ δίκαιος γίνεται. Καὶ διὰ τῶν τοσούτων ἀπαρτίσας αὐτὸν, καὶ ὥσπερ ὅρον αὐτῷ καὶ περιγραφὴν μίαν ἐκ τῶν τοσούτων συνθεὶς, εἰς ἓν πάντα κατέκλεισεν ὄνομα, καὶ λέγει· Δίκαιος οὗτος ζωῇ ζήσεται. Ἐπεὶ οὖν ἠκούσαμεν τίνα ἐστὶ τὰ τὸν δίκαιον χαρακτηρίζοντα, φέρε παρὰ ταῦτα καὶ τὰ κατὰ τὸν Ἰὼβ θεωρήσωμεν. Εὐσεβής ἐστιν ὁ δίκαιος, τί δὲ ὁ Ἰώβ; οὐχὶ ταῖς θυσίαις τὸν Θεὸν ἐφ᾽ ἑκάστης ἱλάσκετο; σώφρων, καὶ οὗτος, Διαθήκην, φησὶν, ἐθέμην τοῖς ὀφθαλμοῖς μου, τοῦ μὴ κατανοῆσαι εἰς παρθένον· πρᾶος καὶ ἐπιεικὴς, καὶ τί τούτου πραότερον; οὗ καὶ οἱ οἰκέται διὰ τὴν ἄγαν χρηστότητα οὕτως ἐξεκρέμαντο, ὡς μικρῷ καὶ καταπιεῖν αὐτὸν ἐπιθυμεῖν· ἔλεγον γάρ· Τίς ἂν δῷ ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; Ἐλεήμων καὶ κοινωνικὸς, καὶ τίς ἐνταῦθα τῷ Ἰὼβ ἐφάμιλλος; Οὐχ ἡ θύρα παντὶ ἐλθόντι ἀνέῳκται, καὶ οὐδεὶς ἐξῆλθε κόλπῳ κενῷ· διαιτήσει δικαίως τοῖς ἀμφισβητοῦσιν ὁ δίκαιος ἔξεστι κἀνταῦθα τῷ Ἰὼβ καυχήσασθαι, καὶ εἰπεῖν· Δίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα, καὶ συνέτριψα μύλας ὀδόντων· οὐκ ἀδικήσει οὐδένα ὁ δίκαιος, ὁ δὲ Ἰὼβ καὶ ἐπαρᾶται ἑαυτῷ, Εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός.

Ἐπειδὴ τοίνυν ὁ Ἰὼβ ἅπαν μόριον ἀρετῆς μεθ᾽ ὑπερβολῆς ἠκριβώσατο, διὰ τοῦτο ἄμεμπτός τε καὶ δίκαιος ὀνομάζεται.

Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος ἦν, οὐ μέρος ἀρετῆς ἐν αὑτῷ ἔχων, ἀλλὰ πᾶσαν ἀρετὴν ἀνθρωπίνην ὁλόκληρον καὶ καθολικὴν, οὐκ ἀπὸ τούτου μὲν ἀπεχόμενος τοῦ πονηροῦ, ἑτέρου δὲ ἀντεχόμενος· οὕτω καὶ ἡμεῖς δίκαιον στάθμιον τοῦτο λέγομεν, τὸ πανταχοῦ ἴσον, οὐκ ἐὰν χρυσὸν μὲν ἐξ ἴσης ἱστᾷν δύνηται, μόλυβδον δὲ ἐναντίως· ἀλλὰ τὸ ἐν πάσαις ὕλαις τὴν ἰσότητα παρεχόμενον, καὶ μέτρον πάλιν πανταχοῦ ἴσον. Οὕτω καὶ ὁ Ἰὼβ δίκαιος πανταχοῦ ἴσος ὤν· οὐδὲ γὰρ ἐπὶ χρήμασι τὴν ἰσότητα ταύτην ἐφύλαττε μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, οὐδαμοῦ τὸ μέτρον ὑπερβαίνων· οὐδὲ γὰρ ἔχοι τις ἂν εἰπεῖν ὅτι ἐν χρήμασι μὲν τὴν ἰσονομίαν ἔστεργεν, ἐν δὲ τῇ πρὸς τοὺς πλησίον ὁμιλίᾳ τὸ μέτρον ὑπερέβαινεν, ἀλλὰ ζῶν τις καὶ ὑπεροπτικὸς ὢν, ἀλλὰ καὶ τοῦτο ἐκ πολλῆς τῆς περιουσίας ἔφυγε λέγων· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντος ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με, ἢ οὐχ ὡς ἐγὼ ἐγενόμην, καὶ αὐτοὶ ἐγένοντο;

Ἄρα καὶ τοῦτο ἀδικία μεγίστη τὸν ἀλαζόνα εἶναι καὶ ὑπερήφανον· ὥσπερ γὰρ πλεονέκτην, τὰ τῶν ἄλλων βουλόμενον λαβεῖν καλοῦμεν, καὶ τοῖς οἰκείοις οὐκ ἀρκούμενον, οὕτω καὶ ἀλαζονικὸν λέγομεν, ὅταν πλέον ἀπαιτεῖ τῶν ὀφειλομένων ἀνθρώπῳ, παρὰ τοῦ πλησίον, ὅταν τις ἑαυτὸν μὲν ἐν πάσῃ καθιστᾷ τιμῇ, ἕτερον δὲ ἀτιμάσαι θέλῃ, τοῦτο δὲ οὐδαμόθεν ἄλλοθεν γίνεται ἢ ἐξ ἀδικίας· ὅτι γὰρ ἀδικία τοῦτο, μίαν οὐσίαν ἁπάντων ὁ Θεὸς ἐποίησεν, πάντα κοινὰ καὶ ἴσα δέδωκε πρὸς τὸν πλησίον· πῶς οὖν αὐτὸν ἐκβάλλεις καὶ ἀποστερεῖς τῆς τιμῆς, ἧς ἔδωκεν ὁ Θεός· οὐκ ἀφεὶς εἶναι κοινωνὸν, ἀλλὰ τὸ πᾶν σὸν ποιῶν, οὐκ ἐν χρήμασιν, ἀλλ᾽ ἐν δόξῃ ποιῶν αὐτὸν πένητα;

Μίαν οὐσίαν ἀμφοτέροις ὁ Θεὸς ἐχαρίσατο καὶ τὴν τῆς οὐσίας προεδρίαν· τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον, κοινὸν τοῦ γένους παντός· πῶς οὖν αὐτὸν τῆς πατρῴας ἐκβάλλεις οὐσίας, εἰς ἐσχάτην εὐτέλειαν κατάγων, καὶ τὸ κοινὸν ἰδιοποιούμενος; Ἀλλ᾽ οὐχ ὁ μακάριος Ἰὼβ τοιοῦτος, διὸ καὶ ἔλεγεν· Οὐκ ἐφαύλισα κρῖμα θεράποντος ἢ θεραπαίνης· διὰ τοῦτο καὶ ὁ συγγραφεὺς δίκαιον αὐτὸν λέγων, παρίστησιν, οὐ τὴν μερικὴν δικαιοσύνην, τὴν ἐν συναλλάγμασι καὶ δίκαις, ἀλλὰ τὴν καθόλου ἀρετὴν ἔχοντα, κατ᾽ ἐκεῖνον περὶ οὗ γέγραπται, Τῷ δικαίῳ νόμος οὐ κεῖται. Ἐπάγει δὲ ὅτι καὶ θεοσεβὴς, ἵνα δείξῃ ὅτι καὶ τὰ πρὸς ἀνθρώπους, καὶ τὰ πρὸς Θεὸν τέλειος ἦν· ἡ μὲν γὰρ δικαιοσύνη πρὸς ἀνθρώπους, ἡ δὲ θεοσέβεια πρὸς Θεόν. Ὅρα δὲ, ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταὶ, καὶ συγκροτοῦσιν ἀλλήλας· βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις, τοῦ βίου γίνεται φυλακή. Ὅθεν καὶ ὁ Ἰὼβ, ἐπειδὴ δίκαιος, διὰ τοῦτο καὶ θεοσεβής· καὶ ἐπειδὴ πρὸ ὀφθαλμῶν ἀεὶ τὸν Θεὸν εἶχε, διὰ τοῦτο καὶ τὸ δίκαιον δικαίως ἐδίωκε, δι᾽ αὐτὸ τὸ καλὸν, καὶ οὐ δι᾽ ἕτερόν τι· οὐκ ἔστι δὲ δίκαιον γενέσθαι μὴ πρότερον γενόμενον ἄμεμπτον.

Διὰ ταῦτα προηγεῖται μὲν ὁ ἀληθινὸς ἄνθρωπος, ὁ μὴ πλάσμα καὶ σκηνὴν τῆς εὐλαβείας περικείμενος, ἀλλ᾽ ἀληθείᾳ καὶ πράγματι τὴν ἀρετὴν μετερχόμενος, καὶ κατ᾽ αὐτὴν μορφαζόμενος· ἕπεται δὲ τούτῳ, ὁ ἄμεμπτος· ὁ γὰρ γνήσιος ἐργάτης τῆς ἀρετῆς, καὶ ἀπὸ τῶν μικρῶν δοκούντων φυλάττεται· ἐκείνῳ δὲ πάλιν ἀκολουθεῖ ὁ παρωνύμως ἀπὸ τῆς τελείας δικαιοσύνης ὀνομαζόμενος δίκαιος, ὁ κατὰ πᾶν εἶδος ἀρετῆς ἀπηρτισμένος· εἶτα ὁ θεοσεβὴς μετὰ τούτους λαμπρότερος ἐπεισέρχεται, ἔργοις ὁμοῦ ἀγαθοῖς καὶ δόγμασιν ὀρθοῖς διαπρέπων· τούτοις ἐπάγεται τὸ, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος, ὃ καὶ αὐτὸ οὐδεμίαν ὑπερβολὴν καταλείπει· οὐ γὰρ εἴρηται, ὅτι τοῦδε μὲν τοῦ φαύλου ἀπείχετο, τοῦ δὲ οὒ, ἢ πολλῶν μὲν ἐκράτει, ὑπὸ ὀλίγων δὲ ἐκρατεῖτο, ἀλλ᾽ οὐδεμιᾶς πονηρίας θιγγάνειν ἤθελε.

Οὐκ ἀρκεῖ μέντοι μόνον ἡ ἀποχὴ τῶν κακῶν, ἀλλὰ δεῖ προσεῖναι καὶ τὴν ἐργασίαν τῶν ἀγαθῶν· καὶ γὰρ ἡ ἀργία τῆς ἀρετῆς, κόλασιν οἶδε προξενεῖν, οὐχ ἡ ἐργασία τῆς πονηρίας μόνον. Ἐπεὶ κἀκεῖνοι, οἱ πεινῶντα μὴ θρέψαντες, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἰργάσαντο, διὰ τοῦτο τῇ ἀθανάτῳ παραδίδονται κολάσει.

Ὅθεν μανθάνομεν ὅτι οὐ τὸ ἀπέχεσθαι κακῶν, ἀρχὴ σωτηρίας ἡμῖν, ἐὰν μὴ προσῇ καὶ τῶν ἀγαθῶν ἡ κτῆσις, καὶ τῆς ἀρετῆς ἡ ἐργασία. Σὺ δέ μοι θέα πῶς ἐν ὀλίγῳ τὸν ἔπαινον τοῦ ἀνδρὸς, ὁ τοῦ θείου Πνεύματος συνήγαγε νόμος, ἀληθινὸν μὲν εἰπὼν τὸν Ἰὼβ κατὰ τὴν δημιουργίαν, ὥσπερ πατρίδα ταύτην καὶ προγόνους ἀπογραφόμενος, ἄμεμπτον δὲ κατὰ τὴν πρᾶξιν, δίκαιον κατὰ τὴν εὐνομίαν, καὶ τὴν τῶν ὄντων αὐτῷ κοινωνίαν, καὶ ἔτι κατὰ τὸ ὀρθὰς τὰς ψήφους ἐπὶ τοῖς κρινομένοις ἐκφέρειν, καὶ τὸ κῦρος πάντων, θεοσεβῆ κατὰ τὴν πίστιν, καὶ τὸ πρὸς τὰ εἴδωλα μῖσος, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος κατὰ τὴν τῶν πονηρῶν θερμοτάτην ἀπέχθειαν. Καὶ ἵνα συνελὼν εἴπω, οὐδὲν, φησὶ, πώποτε μέμψεως ἄξιον διεπράξατο, ἀλλὰ καὶ τὰ πρὸς ἀνθρώπους ἐφύλαττε δίκαια, καὶ τὰ περὶ τὴν θρησκείαν μετῄει καθαρῶς, πάντα κατὰ Θεὸν πράττων, καὶ γνησίως εὐσεβῶν τὸ Θεῖον. «Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς.» Πρῶτον εἶπε τὴν ἀρετὴν, καὶ τότε τὰ παρὰ Θεοῦ δεδομένα. Ἐξ ἀρετῆς γὰρ πάλαι ταῦτα ἐγένετο, εὐπαιδία, λέγω, καὶ πολυπαιδία· Οὐκ ἔσται γὰρ ἐν σοὶ, φησὶν, ἄγονος, οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου. Ὁ δὲ Ἀβραὰμ διὰ τοῦτο ἄγονος ἦν, ἵνα μάθῃς ὅτι οὐ ταῦτα ὄντως ἀρετῆς ἔπαθλα, ἀλλ᾽ ἕτερα· διὰ δὲ τοῦτο ταῦτα ὑπέσχετο συγκαταβαίνων.

Συνάγομεν δὲ, ὅτι οὐδὲν ὁ γάμος ἐμπόδιον πρὸς ἀρετήν· ἦ γὰρ ἂν καὶ τῷ Ἰὼβ ἐγένετο κώλυμα. Ἀλλὰ μὴν ὁ δεσμὸς οὗτος, τὸν δίκαιον τρέχειν ὀρθῶς οὐκ ἐκώλυσεν, ὥστε καὶ τοῦτο μάτην τινὲς προφασίζονται. «Καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, ὄνοι θήλειαι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς.» Ὅρα λοιπὸν πλοῦτον ἔχοντα τὸν ἀγροικότερον· οὐ γὰρ δανείσματα καὶ τόκους κατέλεξεν, οὐδὲ χρυσορόφους οἰκίας· ὅθεν οὐδὲν ἄπορον ἦν, ὥστε καὶ εὐποιεῖν δύνασθαι· ἀλλὰ καὶ πρόβατα, καὶ βόας, καὶ τὰ ἐξ ὡρῶν καὶ γεωργίας, ἐξ ὧν τοῖς δεομένοις ἐπήρκει.

Ὅπερ γὰρ ἔφην, οὐκ ἐκ τιμίας ὕλης μεγαλαυχούμενον, ἀλλὰ τοῖς τῇ χρείᾳ συμμετρουμένοις ἀρκούμενον, τοῦτον ἡμῖν ἡ Γραφὴ τὸν βασιλέα παρίστησιν. Οὐχ ἵππων μέμνηται, καὶ ἁρμάτων χρυσοκολλήτων, ἢ ἀργυρίου καὶ χρυσίου θησαυρῶν, καὶ λίθων τιμίων, καὶ ἑτέρων τῶν τὴν φιλόπλουτον νόσον ἀναφλεγόντων, ἀλλὰ τῶν ἥκιστα τὴν χρείαν ἐκβαινόντων.

Παῖδας γὰρ ἔχων, τοῖς χρήμασιν ἔμεινεν ἄτρωτος, εὐπορίαν τιθέμενος καὶ περιουσίαν, τῆς ἐπιθυμίας τὴν ἔνδειαν, καὶ φιλοτιμίαν, τὸ μὴ δεδουλῶσθαι τοῖς πάθεσιν. Ἐπειδὴ δὲ ὠβέλισται, τὸ, καὶ ὑπηρεσία πολλὴ σφόδρα, χρὴ εἰδέναι, ὅτι ὅσα ὠβέλισται, ἐν τῷ Ἑβραϊκῷ οὐ κεῖται, ὑπὸ δὲ τῶν Ἑβδομήκοντα μόνον πρὸς σαφήνειαν ἐτέθη. Τό γε μὴν τῇ τῶν ζώων ἐν διαφόρῳ γένει καταγραφῇ, πνευματικὴν θεωρίαν ἐπάγειν, ὀνειροκριτικὸν ἅμα καὶ περιττόν. «Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς, τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν.» Ὁ μέντοι Σύμμαχος, μέγιστος πάντων τῶν ἀνατολικῶν, ἐκδέδωκε. Πάντων, φησὶ, λαμπρότερος ἦν καὶ περιφανέστερος, καὶ προγόνους εἶχεν ἀριθμεῖν ἐπισήμους καὶ λαμπροὺς, ἀλλ᾽ οὐδὲν τούτων ἐπῆρεν αὐτὸν εἰς ὑπερηφανίαν. «Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποίουν πότον καθ᾽ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετ᾽ αὐτῶν.» Σύμφωνον δὲ ἔχοντες τὴν ἀρετὴν, καὶ ἐν τοῖς αἰσθητοῖς ἦσαν ἀστασίαστοι, πρὸς ἀλλήλους πορευόμενοι, καὶ οὐ πόῤῥω, οὐδὲ πρὸς ἄλλους ἐπιμιξίας ποιούμενοι· ἐποιοῦντο δὲ καὶ τὰς ἀδελφὰς, τοῦ σώφρονος μάρτυρας· οὐ γὰρ ἀλλοτρίας τινὰς ἐπὶ τὰς φιλοτησίας καὶ τὰ δεῖπνα ἐκάλουν, ἀλλὰ τὰς ἀδελφὰς συμπαρελάμβανον, ὅπερ σημεῖον ἐναργὲς σωφροσύνης καὶ κοσμιότητος.