Ἄλλως μὲν γὰρ ἴσως ἔνα υἱὸν ἀπώλεσεν, ἢ δεύτερον, ἢ τρίτον, ἐλεεινῶς δὲ τοσούτους, καὶ τοσαύτας, καὶ ὁ πολύπαις, ἐξαίφνης ἄπαις ἐγένετο· καὶ οὐδὲ κατὰ μικρὸν αὐτῷ τὰ σπλάγχνα ἀνηλίσκετο, ἀλλ᾽ ἀθρόον ἅπας ὁ καρπὸς ἀνηρπάζετο· καὶ οὐδὲ τῷ κοινῷ τῆς φύσεως νόμῳ, οὐδὲ εἰς γῆρας ἐλθόντες, ἀλλὰ καὶ ἀώρῳ καὶ βιαίῳ θανάτῳ, καὶ πάντες ὁμοῦ, καὶ οὐδὲ παρόντος, οὐδὲ παρακαθημένου, ἵνα κἂν ἐσχάτων ἀκούσας ῥημάτων, ἔχῃ τινὰ παραμυθίαν τῆς οὕτω πικρᾶς τελευτῆς. Ἀλλὰ παρ᾽ ἐλπίδα πᾶσαν, καὶ μηδὲν τῶν γινομένων εἰδότος, ἀθρόον ἅπαντες κατεχώννυντο, καὶ ἡ οἰκία τάφος αὐτοῖς ἐγένετο καὶ παγίς. Οὐκ ἄωρος δὲ θάνατος μόνον, ἀλλὰ καὶ πολλὰ, μετὰ τούτου, ἦν λυποῦντα, οἷον τὸ, ἐν ἀκμῇ πάντας εἶναι, τὸ, ἐναρέτους πάντας, τὸ, φιλικοὺς, τὸ, πάντας ὁμοῦ, τὸ, τῆς φύσεως ἑκατέρας, τὸ, μηδὲ ἕνα ὑπολειφθῆναι, τὸ, μὴ τῷ κοινῷ νόμῳ τῆς φύσεως, τὸ, μετὰ τοσαύτην ζημίαν, τὸ, μηδὲν ἑαυτῷ συνειδότα πονηρὸν, μηδὲ ἐκείνοις, ταῦτα παθεῖν.