ΚΕΦ. ΜΒʹ. «Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.» Ταῦτα ἀπολογία ὑπὲρ τῶν προτέρων ἁπάντων· οὐδὲ γὰρ ἀπαλλαγεὶς τοῦ πειρασμοῦ ταῦτά φησιν, ἀλλ᾽ ἔτι ἐν τοῖς δεινοῖς ὢν παλινῳδίαν ᾖσεν. Οὐδὲν, φησὶν, ἐμαυτὸν τίθεμαι, ἀπολογίαν ὑπὲρ τῶν προτέρων ποιοῦμαι, καὶ τούτων ἀνάξιος ἤμην ἐγώ. Τί οὖν ὁ Θεός; Ἐπειδὴ ἑαυτὸν κατεδίκασε, τότε ἐδικαίωσεν αὐτόν. Θεώρει δὲ τοὺς ἁγίους ἄνδρας, πῶς ὅτε μειζόνων ἀξιοῦνται, πλείονα κτῶνται ταπεινοφροσύνην· οὕτω καὶ Ἀβραὰμ, ὅτε εἶδε τὸν Κύριον, εἶπεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. «Νῦν δὲ λάβετε ἑπτὰ μόσχους, καὶ ἑπτὰ κριοὺς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰὼβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν.» Οὐκ ἂν τοῦτο προσέταξεν, εἰ νόμος ἦν· ἀλλ᾽ αὐτὸς ἱερεὺς γίνεται, ἐκείνων προσαγόντων τὰς θυσίας· καὶ ὅρα, προσήνεγκεν ὑπὲρ τῶν παίδων, προσφέρει ὑπὲρ τῶν φίλων. Ὁρᾷς πῶς τὸ ἀμνησίκακον αὐτοῦ δεικνὺς, μάρτυρας αὐτοὺς ποιεῖ γενέσθαι τῆς ἀρετῆς τοῦ ἀνδρός· καὶ δείκνυσι τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ διὰ τῆς ὑπερβολῆς τῆς κατὰ τὴν προσφοράν· οὐ γὰρ ἂν τοσούτων ἐδέησεν ἱερείων, μὴ μεγάλων ὄντων τῶν ὀφειλόντων λυθῆναι ἁμαρτημάτων. Ἐμφαίνει δὲ, ὅτι οὐδὲ θυσία ἱκανὴ ἦν· Εἰ μὴ γὰρ, φησὶ, δι᾽ αὐτὸν, οὐκ ἂν εἴασα τὴν ἁμαρτίαν ὑμῖν διὰ τοῦτο δείκνυσιν, ὅτι καὶ αὐτοὺς ἔλυσεν. «Ἔδωκε δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν.»