Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Πρώτος κύκλος διαλόγων: Ο λόγος του Βαλδάδ και η απάντηση του Ιώβ

Ο Βαλδάδ ο Σαυχίτης επιχειρηματολογεί περί της αναπόφευκτης καταστροφής των ασεβών. Ο Ιώβ αντιτείνει ότι κανείς θνητός δεν μπορεί να δικαιωθεί ενώπιον της παντοδυναμίας και της ανεξιχνίαστης κρίσης του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 14

τουτέστιν· «οὕτω ταχέως ἀπολοῦμαι· διὰ τί οὐκ ἐπελάθου ἀνθρώπου οὕτως εὐτελοῦς;» 8,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 8,2a 〈μέχρι τίνος λαλήσεις ταῦτα;〉 2,b 〈πνεῦμα πολυρῆμον τοῦ στόματός σου.〉 8,3a 〈μὴ ὁ κύριος ἀδικήσει κρίνων〉 3b 〈ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;〉 ἆρα ταῦτα εἶπεν, ὅτι «ἀδίκως πάσχω»; ὁρᾷς, πῶς οὐδαμοῦ τοῦ σκοποῦ καταστοχάζονται τοῦ δικαίου; οὐδαμοῦ γὰρ τοῦτο εἶπεν, ἀλλ᾽ ἐπὶ τὴν ἀσθένειαν τῆς φύσεως κατέφυγε λέγων· μὴ θάλασσά εἰμι ἢ δράκων; μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; τίς γάρ μού ἐστιν ὁ βίος; οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. ἔτι καὶ τὰ ἁμαρτήματα ὁμολογεῖ· «διὰ τί», φησίν, «οὐκ ἐποιήσω λήθην τῆς ἀνομίας μου, εἰ καὶ μὴ δι᾽ ἐμέ, ἀλλὰ διὰ σαυτόν; εἰ ἐγὼ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι;» ὥσπερ ἄν τις πένης καὶ οὐδὲν ἔχων καταφαγὼν ἅπαντα λέγοι τῷ δεδανεικότι· «τί δύναμαί σοι ποιῆσαι; μὴ γὰρ ἐγὼ δύναμαι ἀποδοῦναι λοιπόν.» εἶτα καὶ φλυαρίαν αὐτοῦ καταγινώσκει οὐκ εἰδώς, ὅτι τοῖς ἐν περιωδυνίᾳ τυγχάνουσι φέρει τινὰ παραμυθίαν τὸ φθέγγεσθαι, ὡσπεροῦν καὶ αὐτός φησιν· λαλήσω δὲ ἐν ἀνάγκῃ ὢν τοῦ πνεύματός μου. † ἀλλ᾽ ὅμως † «καὶ ταῦτα», φησίν, «διὰ τοῦτο ἐφθεγξάμην, ἐπειδὴ ἡ ἀνάγκη ἀπῄτει, διὰ τοῦτο θάνατον ἐζήτησα.» ὁ δὲ μηδὲ τοῦτον ἐλθεῖν τολμῶν αἰτεῖν, εἰ μὴ ἡ ἀνάγκη ἀπῄτει, ὅρα πόσην εὐλάβειαν ἐπιδείκνυται, ὥστε {οὐκ} ἀπὸ σκοποῦ ὁ λόγος.

μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων; καὶ μὴν οὐ δικαιοσύνην ἑαυτῷ ἐμαρτύρησεν, ἀλλὰ τί; διὰ τί οὐκ ἐπελάθου τῆς ἀνομίας μου; καὶ λέγει, ὅτι ὁ βίος τοῦ ἀνθρώπου τοιοῦτος ἅπας ἐστὶν πειρατήριον ἐπὶ τῆς γῆς. μὴ ὁ κύριος, φησίν, ἀδικήσει κρίνων ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; ὅρα, τί φησιν· ὅτι ἕπεται τῷ δημιουργῷ τὸ δίκαιον. ἀλλ᾽ ὅμως, εἰ καὶ μηδὲν πρὸς τὸν Ἰὼβ τὰ λεγόμενα, ἴδωμεν, τί φησιν. «οὐχ ὁρᾷς, πόση δικαιοσύνη», φησίν, «ἐν τῇ κτίσει, πόση εὐταξία, πῶς ἔννομα πάντα καὶ τεταγμένα; ὁ τοίνυν ἐν τοῖς ἄλλοις ἅπασι τὴν δικαιοσύνην, τὴν εὐταξίαν διατηρῶν ἐπὶ σοῦ διαταράξαι εἶχεν; ἄλλως δὲ διὰ τί πάντα ἐποίησεν; οὐχὶ διὰ σὲ τὸν ἄνθρωπον; εἶτα ὁ τοσαῦτα διὰ σὲ ποιήσας οὐδὲ τοῦ δικαίου σοι μετεδίδου, ὁ φιλανθρωπίᾳ σε ποιήσας καὶ τοσαῦτα διὰ σέ; εἰ ἀγαθότητι τὸν κόσμον ἐποίησεν, καὶ δύναμιν αὑτῷ μαρτυρεῖ. πολλάκις δὲ τὸ δίκαιον ταράττομεν δι᾽ ἀδυναμίαν, ἀλλ᾽ οὗτος», φησίν, «πάντα ἐποίησεν. ὁ οὕτω σοφός, οὕτω δυνατὸς ἄδικος ἔμελλεν ἔσεσθαι;» 8,4a 〈εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ,〉 4b 〈ἀπέστειλεν ἐν χερσὶν αὐτῶν ἀνομίαν.〉 «τί θρηνεῖς τὰ παιδία;» φησίν. καὶ μὴν οὐδαμοῦ τῶν παίδων ἐμνημόνευσεν οὐδὲ τῶν χρημάτων. ὅρα καὶ ἐνταῦθα φιλοσοφίαν· καίτοι τίς οὐκ ἂν ἐθρήνησεν, ἀλλ᾽ οὐδαμοῦ ἐν τοῖς λόγοις ὁρᾷς αὐτὸν τοῦτο λέγοντα, ἀλλ᾽ οὐ φέροντα τὰς ὀδύνας.

οὗτοι δὲ τῆς συμφορᾶς ἀναμιμνῄσκουσι καὶ πικρῶς, οὐχ ὅτι ἐτελεύτησαν μόνον λέγοντες, ἀλλ᾽ ὅτι καὶ δι᾽ ἁμαρτίας. οὐ γὰρ ἤρκει ἑαυτῷ τοῦτο λέγειν μετὰ ταῦτα· «εἰκῇ καὶ περιττῶς αἱ θυσίαι αἱ τοσαῦται»; μήποτε, φησίν, ἐν τῇ διανοίᾳ αὐτῶν ἐνενόησάν τι κακὸν πρὸς τὸν θεόν. ὅρα, πῶς αὐτὸν ἔτηκεν τὸν οὕτω προνοοῦντα τῆς ἀρετῆς αὐτῶν τῆς κατὰ ψυχὴν ἡ τούτων τελευτή. πάλιν στοχασμός. δίκαιός ἐστιν ὁ θεός. μὴ γὰρ οὐκ ἔστι καὶ δίκαιον εἶναι καὶ μὴ ἁμαρτημάτων διδόναι τιμωρίαν, ἀλλὰ πειράζοντα καθάπερ ἐπὶ τούτου; μὴ γὰρ δι᾽ ἁμαρτήματα μόνον εἰσὶν αἱ τιμωρίαι; 8,5 〈σὺ δὲ,〉 φησίν, 〈ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος.〉 δείκνυσιν, ὅτι ἐκεῖνοι χαλεπώτερα τούτου ἥμαρτον. καὶ ὅρα, πῶς αὐτῷ παραινοῦσι καὶ νουθετοῦσιν αὐτόν, ὃ καὶ αὐτὸ βαρύ. 8,6a 〈εἰ καθαρὸς εἶ,〉 φησίν, 〈καὶ ἀληθινός, δεήσεως εἰσακούσεταί σου.〉 εἰ καθαρός ἐστιν, τίνος ἕνεκεν ταῦτα ἔπασχεν; οὔκουν ἴστε, ὅτι καὶ καθαρὸν ὄντα ταῦτα πάσχειν ἔστιν; οὐ πάντως δὲ τοῦ καθαροῦ καὶ ἀληθινοῦ τῆς δεήσεως εἰσακούσεται· ἔστι γὰρ ὅτε καὶ ἀσύμφορα αἰτεῖ. ἐπειδὴ γὰρ ἔλεγεν· ὀλίγος μου ὁ χρόνος, φησίν· 8,7a 〈ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα,〉 7b 〈τὰ δὲ ἔσχατά σου ἀμύθητα.〉 τουτέστιν· «δύναταί σε ἐν μείζονι ποιῆσαι εὐπραγίᾳ τῆς προτέρας.»

εἶτα τὰ φορτικὰ πάλιν· 8,8a 〈ἐπερώτησον γενεὰν πρώτην,〉 8b 〈ἐξιχνίασον δὲ κατὰ γένος πατέρων.〉 8,9a 〈χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν·〉 9b 〈σκιὰ γάρ ἐστιν ἡμῶν ὁ βίος ἐπὶ τῆς γῆς.〉 8,10a 〈ἦ οὐχ οὗτοί σε διδάξουσι ῥήματα καὶ ἀναγγελοῦσί σοι σύνεσιν σοφίας〉 10b 〈καὶ ἐκ καρδίας σε διδάξουσι ῥήματα;〉 8,11a 〈μὴ θάλλει πάπυρος ἄνευ ὕδατος,〉 11b 〈ἢ ὑψωθήσεται βούτομον ἄνευ ποτοῦ〉 8,12a 〈ἔτι ὂν ἐπὶ ῥίζης;

καὶ οὐ μὴ θερισθῇ〉 12b 〈πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη· ἐὰν δὲ μὴ πίῃ, ξηραίνεται.〉 ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ἐπειδὴ ἡμεῖς ὀλιγοχρόνιοί ἐσμεν, τοὺς γεγηρακότας ἐρωτήσωμεν, καὶ αὐτοὶ ἀπαγγελοῦσιν, ὅτι ὥσπερ ἀδύνατον ἄνευ νοτίδος χόρτον ἀνελθεῖν, οὕτως ἄνευ δικαιοσύνης διαμεῖναί τι· οὕτω», φησίν, «οὐδὲ οἱ ἀσεβεῖς διαμενοῦσιν.» 8,13a 〈οὕτω τοίνυν ἔσται,〉 φησίν, 〈τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ θεοῦ·〉 13b 〈ἐλπὶς γὰρ ἀσεβοῦς ὀλεῖται.〉 8,14a 〈ἀοίκητος δὲ ὁ οἶκος αὐτοῦ ἔσται, ὁ οἶκος καὶ ἡ ὁδὸς αὐτοῦ,〉 14b 〈ἡ δὲ σκηνὴ αὐτοῦ ἀράχνη ἀποβήσεται.〉 8,15a 〈ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ,〉 15b 〈ἐπιλαβομένου δὲ αὐτῆς οὐ μὴ ὑπομείνῃ.〉 8,16a 〈ὑγρὸς γάρ ἐστιν ἀπὸ ἡλίου,〉 16b 〈καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται.〉 8,17a 〈ἐπὶ συναγωγὴν λίθων κοιμᾶται,〉 17b 〈εἰς δὲ μέσον χαλίκων ζήσεται.〉 8,18a 〈ἐὰν δὲ συγκαταπίῃ, αὐτὸν ὁ τόπος ψεύσεται.〉 18b 〈οὐχ ἑώρακας τοιαῦτα,〉 8,19a 〈ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη;〉 19b 〈ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει·〉 8,20a 〈ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσεται τὸν ἄκακον,〉 20b 〈πᾶν δέ,〉 φησίν, 〈δῶρον ἀσεβοῦς οὐ δέξεται.〉 ὅρα καὶ ἐνταῦθα πῶς αὐτὸν ἔβαλεν, ἐπειδὴ ταῖς θυσίαις εἰκὸς αὐτὸν ἦν θαρρεῖν. σὺ δέ μοι θέα, πῶς ἐν τάξει παραινέσεως πλήττουσιν.

οἱ γὰρ εἰπόντες, ὅτι «ἔλπιζε ἐπὶ τὸν θεόν», οὗτοί φασιν, ὅτι οὐδὲ ἐλπίς ἐστιν. 8,21a 〈ἀληθινῶν δὲ στόμα,〉 φησίν, 〈ἐμπλήσει γέλωτος〉 21b 〈καὶ τὰ χείλη αὐτῶν ἀγαλλιάσεως.〉 8,22a 〈οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην,〉 22b 〈καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται.〉 ὅπερ ἦν ἐπὶ τοῦ Ἰώβ. πόσων τραυμάτων οὐ χαλεπώτερον, πόσης νόσου, πόσης τηκεδόνος, ἀκούειν, ὅτι ἀσεβής ἐστιν, ὅτι μυρίων γέμων κακῶν, ὅτι, εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ταῦτα ἔπαθεν. καλή γε ἡ παράκλησις. 9,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 9,2a 〈ἐπ᾽ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν.〉 πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα. «οἶδα», φησίν, «ὅτι οἱ μὲν ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί.» ὁρᾶς, πῶς οὐδαμοῦ καταγινώσκει τοῦ θεοῦ ἀδικίαν; ἐπ᾽ ἀληθείας οἶδα, φησίν, ὅτι οὕτως ἐστίν, καὶ μετὰ συνειδότος συντιθεμένου τοῖς λεγομένοις. 9,2b 〈πῶς γὰρ ἔσται βροτὸς δίκαιος παρὰ θεῷ;〉 οὐχὶ πρὸς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὸν σκοπὸν αὐτοῦ 〈οὐκ〉 ἀπολογεῖται. ὁ μὲν γὰρ ἔλεγεν, ὅτι ὁ δίκαιος σῴζεται, ὁ δὲ ἁμαρτωλὸς ἀπολεῖται, οὗτος δέ φησιν· «οἶδα, ὅτι δι᾽ ἁμαρτίας ταῦτα πάσχω» — ὁρᾷς φιλοσοφίαν, πῶς οὐκ ἔστι γαῦρος;—«καί, ὅτι πολὺ τὸ μέσον ἐμοῦ καὶ τοῦ θεοῦ, ἐπίσταμαι.» 9,3a 〈ἐὰν γὰρ βούληται κριθῆναι μετ᾽ αὐτοῦ,〉 3b 〈οὐ μὴ ὑπακούσῃ αὐτῷ,〉 3c 〈ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.〉 ὁρᾷς, πόση περιουσία δικαιοσύνης;

χιλίους ἐὰν εἴπῃ λόγους ὁ θεὸς καταδικάζων ἡμᾶς, πρὸς ἕνα ἀντιστῆναι οὐ δυνάμεθα, ἀλλὰ χιλίοις δικαιώμασιν ἡμῶν κρατεῖ. 9,4a 〈σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας.〉 καὶ δικαίως· σοφὸς γὰρ ὢν μυρία εὐεργετεῖ. εἰ δὲ ἀπιστεῖς, ἄνθρωπε, φέρε ἐπεξέλθωμεν τῷ λόγῳ· χιλίους λέγοντος λόγους ἕνα ἀντειπεῖν οὐ δυνάμεθα. ὅρα φιλοσοφίας ῥήματα. ἐπειδὴ γὰρ ἔλεγεν οὗτος· «ὁ δίκαιος ἐν ἀγαθοῖς ἔσται», «ποῖος δίκαιος;» φησίν· «ποῦ γὰρ πρὸς τὸν θεὸν δίκαιός τις εὑρεθήσεται;» {πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.} ὅπερ καὶ ὁ προφήτης ἔλεγεν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. καὶ πάλιν· ἁμαρτίας ἐὰν παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καὶ ὅρα, πῶς θαρρεῖ τῷ λόγῳ· ὃν βούλει, φησίν, ἄνθρωπον εἰς μέσον ἄγε, εἴτε ἐκ τῆς παλαιᾶς εἴτε ἐκ τῆς καινῆς, βούλει Παῦλον, οὗ ἴσον οὐδὲν ἂν γένοιτο, τὸ ἔσχατον τῆς ἀρετῆς μέρος, τοῦτον οὐκ ὄντα ἐποίησεν, γενομένῳ νόμον ἔδωκεν, δι᾽ αὐτὸν οὐρανὸν ἐποίησεν. μᾶλλον δὲ ἐπὶ τοῦ κοινοῦ αὐτὸ γυμνάσωμεν· ἐποίησε τὴν ἀνθρωπίνην φύσιν. τίνος ἕνεκεν; δι᾽ ἀγαθότητα μόνην. καὶ τὰ ἄλλα, τὰ λοιπά· τὸν κόσμον δι᾽ αὐτόν, τὰ ἄλλα ἅπαντα δι᾽ αὐτόν. ἐντολὴν ἔδωκεν, παρήκουσεν· πάλιν ἔδωκεν νόμον, πάλιν παρήκουσεν· πάλιν τὸν υἱὸν ἔπεμψεν, πάλιν παρήκουσεν· πάλιν μετάνοιαν ἔδωκεν, πάλιν παρήκουσεν· πάλιν γέενναν ἠπείλησεν, πάλιν παρήκουσεν. καὶ ἔτι ἐβούλετο σῶσαι αὐτόν.

βούλει Παῦλον αὐτὸν ἐξετάσωμεν; ἄκουε αὐτοῦ λέγοντος· ἀλλ᾽ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. εἶτα ἐμαρτύρησεν, μετὰ τοῦτο, μετὰ τὸ κληθῆναι, ὅσης ἀπολαύει σπουδῆς καὶ προνοίας. μᾶλλον δέ, τί λέγομεν ταῦτα; οὐ γὰρ δυνατὸν εἰπεῖν. εἶτα, ἵνα μὴ κατὰ μέρος ἐπεξίῃ τῷ εἰρημένῳ, ἀπὸ τοῦ καθόλου αὐτὸ πιστοῦται καί φησιν· 9,4b 〈τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;〉 οὕτως ἐστὶ κραταιός. εἶτα ἀπὸ τῆς πείρας πιστοῦται τὸν λόγον· «μέγας ἐστὶν ὁ θεός», φησίν, «οὐδέν ἐστιν ἄνθρωπος.» καὶ ὅρα, πῶς ὑψηλῶς· 9,5a 〈ὁ παλαιῶν,〉 φησίν, 〈ὄρη καὶ οὐκ οἴδασιν.〉 «〈παλαιοῖ〉 τὰ ὄρη ἀνεπαισθήτως», φησίν, ὥσπερ ὁ Δαυὶδ ἔλεγεν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ἐνταῦθα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, ὅτι πάντα δύναται, περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τιμωρητικῆς. ἐμαρτύρησεν αὐτῷ δικαιοσύνην, μαρτυρεῖ αὐτῷ καὶ δύναμιν· 9,5b 〈ὁ καταστρέφων αὐτὰ,〉 φησίν, 〈ἐν ὀργῇ,〉 9,6a 〈ὁ σείων τὴν ὑπ᾽ οὐρανὸν ἐκ θεμελίων,〉 6b 〈οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται.〉 9,7a 〈ὁ λέγων,〉 φησίν, 〈τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει,〉 7b 〈κατὰ δὲ ἄστρων κατασφραγίζει.〉 ὁρᾷς, πόσην αὐτῷ μαρτυρεῖ δύναμιν καὶ πρόνοιαν; οὐχ ὡς ἀκούοντος τοῦ ἡλίου, ἀλλὰ τὸ μεγαλεῖον τῆς ἐξουσίας ἐμφαίνων, {τουτέστι} καὶ ἐπὶ τῶν ἄστρων τὸ αὐτὸ ποιεῖ.

καὶ {τὸ αὐτὸ} δείκνυσι τὸν δημιουργὸν πάλιν· 9,8a 〈ὁ τανύσας τὸν οὐρανὸν μόνος.〉 ὅπερ φησὶν ὁ Ἠσαΐας. 9,8b 〈καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.〉 ἐνταῦθα καὶ προφητεία τίς ἐστιν. 9,9 〈ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ ταμιεῖα νότου,〉 9,10a 〈ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,〉 10b 〈ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.〉 ἃ οὐκ ἴσμεν ἡμεῖς. οὐκ εὔδηλον, ὅτι οὐδεὶς ἀντιστῆναι δυνήσεται τῷ τοιούτῳ, τῷ οὕτω σοφῷ καὶ δικαίῳ; ὅρα, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. εἶτα τὸ ἀόρατον αὐτοῦ· 9,11a 〈ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω,〉 11b 〈καὶ ἐὰν παρέλθῃ με, οὐδ᾽ ὅλως ἔγνων.〉 9,12a 〈ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει;〉 12b 〈ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;〉 9,13a 〈αὐτὸς γὰρ ἀπέστραπται ὀργήν.〉 καὶ δυνατός ἐστι καὶ οὐδένα τὸν ὅμοιον ἔχων. 9,13b 〈ὑπ᾽ αὐτοῦ δὲ ἐκάμφθη κήτη τὰ ὑπ᾽ οὐρανόν.〉 ὥστε μὴ ὑπερβαίνειν, φησίν, τοὺς ἰδίους τόπους, ὥστε μὴ εἶναι ὄρθια † ἅτε θάλασσαν βλέπων ἐν μέσῳ ὤν †. εἰκότως τῶν κητῶν μέμνηται καὶ ἀπὸ τούτων τὴν δύναμιν αὐτοῦ διηγεῖται. 9,4b 〈τίς σκληρός,〉 φησίν, 〈γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;〉 τουτέστιν· ἀντιστῆναι αὐτῷ καὶ βλασφημεῖν αὐτόν, ὥστε οἶδε τοῦτο καὶ οὐκ ἂν ταῦτα αὐτὸς ἔπαθεν, ὥστε, κἂν πρὸς βραχὺ συγχωρηθῇ, ἀλλ᾽ οὐχ ὑπομενεῖ.

εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ λέγει καὶ τοῦ ἀοράτου· 9,14a 〈ἐὰν δέ μου εἰσακούσῃ〉 14b 〈καὶ διακρίνῃ μου τὰ ῥήματα μετ᾽ αὐτοῦ,〉 9,15a 〈ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου.〉 15b 〈τοῦ κρίματος αὐτοῦ δεηθήσομαι.〉 ὃ λέγει, τοιοῦτόν ἐστιν· «ἐὰν τῶν ῥημάτων ἐξέτασιν ποιήσηται τῶν ἐμῶν ἀκούσας»—τοῦτο γάρ ἐστι διακρίνῃ· “βασανίσῃ καὶ εὐθύνας ἀπαιτήσῃ”—«οὐδὲ τοῦ ἀκούεσθαι εὑρίσκομαι ἄξιος ὤν, κἂν ὦ δίκαιος. ἐάν τε βασανίσῃ μου τὰ ῥήματα, κἂν ὦ δίκαιος, οὐκ ἄξιός εἰμι ἀκούεσθαι παρ᾽ αὐτοῦ.» 〈9,16a 〈ἐάν τε καλέσω καὶ εἰσακούσῃ,〉 16b 〈οὐ πιστεύω, ὅτι ἐπακήκοέ μου τῆς φωνῆς.〉〉 «ἐὰν δὲ ἐν φιλανθρωπίᾳ ζητήσω σωθῆναι, οὐκ οἶδα»—τουτέστιν· οὐ πιστεύω—, «ὅτι ἐπακήκοέ μου τῆς φωνῆς.» 9,17a 〈μὴ ἐν γνόφῳ με ἐκτρίψῃ.〉 μήποτε τὸ ἐν γνόφῳ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι πολλὴ ἡ ἐξουσία παρ᾽ αὐτῷ, καὶ ὅπερ ἂν πράξῃ, οὐδείς ἐστιν ὁ ἀντιπίπτων, ἀλλ᾽ οὐδὲ εἰδώς, ὅπως ἀπόλλυται. τοῦτ᾽ ἐστιν, ὃ λέγει· ἐπειδὴ ἔλεγον διὰ παντός· ὄρθριζε πρὸς κύριον καὶ ἐπακούσεταί σου, «πόθεν;» φησίν. «ἂν μὲν ὦ δίκαιος, οὐκ εἰσακούσεται, ἂν δὲ ἐξετάσῃ τὰ ῥήματά μου, οὐκ οἶδα, ὅτι δίκαιός εἰμι, ἄν τε {ὡς} ἐπικαλῶμαι, οὐκ οἶδα, εἰ ἀκήκοέ μου. ἀπὸ γὰρ τῶν παρόντων οὐκ οἶδα ταῦτα στοχάζεσθαι.» 9,17b 〈πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διὰ κενῆς.〉 σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς.

τί οὖν θαυμάζεις, εἰ, ὃ θεὸς εἶπεν, τοῦτο καὶ αὐτὸς λέγει; ἢ τὸ διὰ κενῆς οὐχ, ὅτι οὐχ ἥμαρτεν, ἀλλ᾽ ὅτι οὐδὲν ἔσται πλέον ἀπὸ τῆς τιμωρίας αὐτοῦ καὶ τοῦ κολάζεσθαι. 9,18a 〈οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι.〉 τουτέστιν· «πολλῶν πλήρης εἰμὶ δεινῶν.» 9,18b 〈ἐνέπλησε δέ με πικρίας.〉 9,19a 〈ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ,〉 19b 〈τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται;〉 οὐ τοῦτο λέγει, ὅτι ἁπλῶς ἰσχύι κρατεῖ, ἀλλ᾽ ὅτι δυνατός ἐστι ποιῆσαι, ὅσαπερ ἂν θέλῃ. 9,20a 〈ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει.〉 «πρὸς θεὸν κρίνομαι γάρ.» 9,20b 〈ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.〉 9,21a 〈εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ,〉 21b 〈πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή.〉 ὁρᾷς, πόσην λέγει περιουσίαν τῆς τοῦ θεοῦ δικαιοσύνης καὶ τῆς ἡμετέρας ἀσθενείας, οἳ μηδὲ τὰ ἁμαρτήματα συνιδεῖν δυνάμεθα; 9,22 〈διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,〉 9, 23a 〈καὶ φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀπολοῦνται,〉 23b 〈ἀλλὰ δίκαιοι καταγελῶνται·〉 9,24a 〈παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς.〉 τουτέστιν· παρὰ τῷ θεῷ πᾶς ἄδικός ἐστιν, ἀλλ᾽ ἔστι τις διαφορά· ὁ δυνάστης ἁλίσκεται παρ᾽ αὐτοῦ, ὁ φαῦλος καὶ πονηρὸς ἀπόλλυται, ὁ δίκαιος, ὅταν αὐτὸν ἐξετάσαι θελήσῃ, καταγελᾶται ὡς οὐ μόνον δεινὰ πάσχοντος, ἀλλὰ καὶ ἐλεγχομένου διὰ τῶν τιμωριῶν.

ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅταν ἑαυτὸν ὁ θεὸς κινήσῃ καὶ ἐπεξελθεῖν βουληθῇ, οὐ δικαιοσύνη προΐσταται, οὐ φαυλότης ἀνθίσταται, οὐ δυναστεία, οὐδὲν ἄλλο. παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πολλάκις οὕτω ποιεῖ· οὐχὶ τιμωρίᾳ, ἀλλὰ καὶ τῷ παραδιδόναι ἀσεβεῖ ποιεῖ καταγελάστους. 9,24b 〈πρόσωπα,〉 φησίν, 〈κριτῶν αὐτῆς συγκαλύπτει·〉 24c 〈εἰ δὲ μή, αὐτός ἐστιν.〉 9,25a 〈ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως.〉 ὁρᾷς; συνεχῶς ἐπὶ τὸ ὀλιγοχρόνιον καταφεύγει. εἶτα καὶ παραβάλλει, πῶς ὀλιγοχρόνιος 〈ἡ ἀνθρωπίνη ζωὴ〉 ὡς μηδὲ φαίνεσθαι. ἐν γὰρ τῷ παντὶ αἰῶνι τοιαύτη ἐστίν· πρὶν ἢ φανῆναι ἠφανίσθη. 9,25b 〈ἀπέδρα,〉 φησίν, 〈καὶ οὐκ εἶδον.〉 9,26a 〈εἰ καὶ ἔστι ναυσὶν ἴχνος ὁδοῦ〉 26b 〈ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν;〉 9,27a 〈ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν.〉 τουτέστιν· «καὶ τὰ τῆς μνήμης μοι διόλωλεν, οὐδὲ ὅτι φθέγγομαι οἶδα· τοσαύτη ὀδύνη ἐστὶν ἐν ἐμοί. μεταξὺ λαλῶν ἐπιλανθάνομαι, τοσοῦτός ἐστιν ὁ χειμών, τοσοῦτος ὁ πειρασμός.» σὺ δέ μοι, ὅταν ἀκούσῃς τολμηρόν τι λέγοντος, τὴν ὑπερβολὴν ὅρα τοῦ χειμῶνος καὶ τοῦ ναυαγίου. εἶτα θαυμάζεις, εἰ παρὰ ψυχῆς ἀθυμούσης οὕτως ἐλέχθη τι φορτικόν, καὶ σαυτὸν ἐκείνῳ παρεξετάζεις;

ἵνα γὰρ μηδεὶς ταῦτα καταγνῷ αὐτοῦ, διὰ τοῦτο καὶ ἐν προοιμίοις καὶ μετὰ τὸ τέλος ἡ τοῦ θεοῦ ψῆφος ἕστηκε προϊσταμένη καὶ οὐχὶ μόνον ἀπαλλάττουσα ἐγκλημάτων, ἀλλὰ καὶ τὸ τοῦ δικαίου περιτιθεῖσα ἀξίωμα. 9,28b 〈οἶδα,〉 φησίν, 〈ὅτι οὐκ ἀθῷόν με ἐάσει.〉 ἢ τοῦτό φησιν· «κἂν ἀπαλλαγῶ τῆς τιμωρίας, τὰ πάντων ἀνέῳξε κατ᾽ ἐμοῦ στόματα ἡ τιμωρία», ἢ ὅτι «οὐ στήσεται κολάζων με, ἀλλ᾽ ἔτι τιμωρήσεταί με.» 9,29 〈ἐπειδὴ δέ εἰμι ἀσεβής,〉 φησίν, 〈διὰ τί οὐκ ἀπέθανον;〉 ὁρᾷς, πῶς οὐκ ἀρνεῖται τὸ εἶναι ἁμαρτωλός; διὰ τί οὐκ ἀπέθανον; φησίν· οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ ζητοῦντος. «οὐκ οἶδα τὴν οἰκονομίαν», φησίν. 9,30a 〈ἐὰν γὰρ ἀπολούσωμαι χιόνι〉 30b 〈καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς,〉 9,31a 〈ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας,〉 31b 〈ἐβδελύξατο δέ με ἡ στολή μου.〉 τουτέστιν· «ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας· τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. ἂν τοῦ ἡλίου καθαρώτερος γένωμαι, ἔχω κηλῖδα», φησίν, «οὐ τὴν τυχοῦσαν.» ἐβδελύξατο δέ με ἡ στολή μου. «τί δεῖ λέγειν περὶ ἀνθρώπων, ὅπου γε καὶ αὐτὰ τὰ ἱμάτια μισεῖ με.» ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «καὶ ὁ ἐγγύτατος, καὶ οὗτος ἐμίσησέ με· οὐ διὰ τὴν τιμωρίαν ἀπεστράφη, ἀλλ᾽ ὡς ἐναγῆ καὶ μιαρόν, ὡς ἀκάθαρτον καὶ πάντων ἔσχατον, οὕτως ἀπεστράφησάν με.

τί ἀπὸ τούτου τὸ κέρδος τοιαύτην περὶ ἐμοῦ ψῆφον ἐνεγκεῖν;» 9,32a 〈οὐ γὰρ εἶ ἄνθρωπος κατ᾽ ἐμέ, ᾧ ἀντικρινοῦμαι,〉 φησίν. ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ ἄνθρωπος ἦν ὁ κολάζων, οὐ πάντως ἡ τιμωρία κατεψηφίσατο τοῦ κακῶς πάσχοντος, ἀλλ᾽ ἠδυνάμην κριθῆναι πρὸς αὐτὸν καὶ δεῖξαι ἀδικοῦντα. ἐπειδὴ δὲ θεὸς εἶ, ἀδύνατον τοῦτο γενέσθαι, ἀλλ᾽ ἀρκεῖ κολασθῆναι καὶ τὴν ἐσχάτην ψῆφον ἀπενεγκεῖν.» 9,32b 〈ἵνα ἔλθωμεν,〉 φησίν, 〈ὁμοθυμαδὸν εἰς κρίσιν.〉 9,33a 〈εἴθε ἦν ὁ μεσίτης ἡμῶν〉 33b 〈καὶ ὁ διελέγχων καὶ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων.〉 33c 〈δυεῖν δέ μοι χρεία·〉 9,34a 〈ἀπαλλαξάτω ἀπ᾽ ἐμοῦ τὴν ῥάβδον αὐτοῦ〉 34b 〈καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω.〉 9,35a 〈καὶ οὐ μὴ φοβηθῶ αὐτόν, ἀλλὰ λαλήσω.〉 35b 〈οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον.〉 10,1a 〈κάμνω δὲ τῇ ψυχῇ μου,〉 1b 〈στένων δὲ ἐπ᾽ ἐμαυτὸν ἐπαφήσω τὸν θυμόν μου, τὰ δὲ ῥήματά μου〉 1c 〈λαλήσω ἐν πικρίᾳ ψυχῆς συνεχόμενος.〉 καὶ μὴν αὐτὸς ἔλεγεν ἀνωτέρω, ὅτι οὐ μὴ ἀποκριθῇ αὐτῷ πρὸς ἕνα λόγον αὐτοῦ ἀπὸ χιλίων. πῶς οὖν ἐνταῦθα λέγει; ἐν πικρίᾳ ψυχῆς, φησίν, ὥστε οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τῆς πικρίας, ὅσον ἀπὸ λογισμῶν ἔστιν εἰπεῖν. τί ἐστιν εἰ ἦν ὁ κρίνων ἀνὰ μέσον ἡμῶν;

οὐχ ὥστε αὐτοῦ τὸν βίον ἐξετασθῆναι καὶ ὅτι ἀδίκως πάσχει δειχθῆναι—τοῦτο γὰρ οὐ λέγει· διὰ γὰρ τῶν ἔμπροσθεν πολλάκις εἶπεν, ὅτι δι᾽ ἀνομίας—, ἀλλ᾽ ὅτι «ἐπιμένουσα ἡ θλῖψις περιτρέπει με», φησίν, ὥσπερ ὅταν λέγῃ ὁ Ἠσαΐας· σὺ ὠργίσθης καὶ ἡμεῖς ἐπλανήθημεν, ἢ πάλιν ὅταν λέγῃ· διὰ τί ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου; «τοῦτο φοβοῦμαι», φησίν, «μὴ πέσω ἢ περιτραπῶ. ἐδεδίειν, μήποτε ἀναγκασθῶ βλάσφημόν τι εἰπεῖν ἢ καὶ ἑαυτὸν διαχρήσασθαι.» 10,2a 〈καὶ ἐρῶ,〉 φησίν, 〈πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε,〉 2b 〈καὶ διὰ τί με οὕτως ἔκρινας;〉 10,3a 〈ἢ καλόν σοί ἐστιν, ἐὰν ἀσεβήσω,〉 3b 〈ὅτι ἀπείπω ἔργα χειρῶν σου;〉 οὐκ εἶπεν· «τὸν δίκαιον, τὸν ἐνάρετον», ἀλλ᾽ ἔργα χειρῶν σου. 10,3c 〈βουλῇ δὲ ἀσεβῶν προσέσχες;〉 «εἰ γὰρ δι᾽ ἁμαρτήματα, πῶς ἐκείνοις προσέχεις;» 10,4a 〈ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς,〉 4b 〈ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέπεις;〉 10,5a 〈ἢ ὁ βίος σου ἀνθρώπινος〉 5b 〈ἢ τὰ ἔτη σου ἀνδρός;〉 «πῶς δὲ οὐ πάντων ἁμαρτημάτων ἀπαιτεῖς τιμωρίαν;»

τοῦτό ἐστι τὸ δικάσαι. 10,6a 〈ὅτι ἀνεζήτησας,〉 φησίν, 〈τὴν ἀνομίαν μου〉 6b 〈καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας.〉 ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι ὡς καθαρῶς πράττων, ἀλλ᾽ ὅτι «οὐδὲν ὠφελεῖ με», φησίν, «αὕτη ἡ θλῖψις, ἀλλὰ δέδοικα, μὴ βλάψῃ»; 10,6a 〈ὅτι ἀνεζήτησας,〉 φησίν, 〈τὴν ἀνομίαν μου〉 6b 〈καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας.〉 10,7a 〈οἶδα γάρ, ὅτι οὐκ ἠσέβησα·〉 7b 〈ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος;〉 «ἐγώ», φησίν, «οὐκ οἶδα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με καὶ ἀγνοεῖν.» ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; τουτέστιν· «ὅταν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται.» μὴ γὰρ ὀφείλει τοῦτο εἰπεῖν. εἶτα λέγει, ὅτι «ἔργα χειρῶν σού ἐσμεν, εἰ καὶ ἁμαρτωλοί»· 10,8a 〈αἱ χεῖρές σου,〉 φησίν, 〈ἔπλασάν με καὶ ἐποίησάν με·〉 8b 〈μετὰ δὲ ταῦτα μεταβαλών με ἔπαισας.〉 10,9a 〈μνήσθητι, ὅτι πηλόν με ἔπλασας,〉 9b 〈εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις.〉 «ὥστε διὰ τὸ εὐτελὲς τῆς φύσεως, καὶ ὅτι εὐτελής εἰμι κατὰ φύσιν καὶ ὅτι τέλος τοιοῦτον δέξεταί με, οὐκ ἤρκει μοι ἡ τιμωρία ἡ κατὰ ταῦτα;» 10,10a 〈οὐχ ὥσπερ γάλα με ἤμελξας,〉 10b 〈ἔπηξας δέ με ἴσα τυρῷ;〉 10,11a 〈δέρμα καὶ κρέας ἐνέδυσάς με,〉 11b 〈ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με,〉 10,12a 〈ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ᾽ ἐμοί.〉 τουτέστιν· «ὁ τοσαύτην φιλανθρωπίαν ἐπιδειξάμενος, τοσαύτην σοφίαν καὶ πρόνοιαν, περιορᾷς;»

διὰ γὰρ τοῦτο κατὰ μικρὸν λέγει τὴν σύστασιν τοῦ ἀνθρώπου, ἵνα δείξῃ, ὅτι «ἐκ τοῦ μὴ ὄντος ποιήσας {τοσαύτην πρόνοιαν καὶ σοφίαν} περιορᾷς;» δείκνυσιν, ὅτι οὐδὲν ἄνθρωπος. 10,12b 〈ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.〉 οὐκ ἤρκει ἡ φύσις αὑτῇ, ἀλλὰ δεῖ πολλῆς τῆς περὶ ἡμᾶς προνοίας. «παρὰ πάντα», φησίν, «τὸν βίον προνοίας ἀπήλαυσα τῆς σῆς.» 10,13a 〈ταῦτα ἔχων ἐν ἐμαυτῷ οἶδα, ὅτι πάντα δύνασαι·〉 13b 〈ἀδυνατεῖ δέ σοι οὐδέν.〉 ὁρᾷς, ὅτι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς, ὅτι ἤρκει ἡ κτίσις ἡμῶν καὶ ἤδη μοι δεῖξαι, τί ἐστιν ὁ θεός, καὶ τὴν δύναμιν αὐτοῦ, οὐχ ὁ οὐρανὸς μόνος;

τὸ γὰρ ἐκ τοῦ σπέρματος ποιῆσαι τοιοῦτον καὶ διακρατῆσαι καὶ μὴ ἀφεῖναι κινδύνοις περιπεσεῖν ἱκανὸν τοῦ θεοῦ δεῖξαι τὴν ἰσχύν, τὴν δύναμιν, καὶ ἁμαρτόντα τηρῆσαι καὶ μὴ κολάσαι, καὶ δίκαιον ὄντα κολάσαι καὶ τιμωρήσασθαι. 10,14a 〈ἐάν τε γὰρ ἁμάρτω,〉 φησίν, 〈φυλάξεις με,〉 14b 〈ἀπὸ δὲ ἀνομίας οὐκ ἀθῷόν με ἐάσεις.〉 ἵνα γὰρ μὴ τὴν φυλακὴν νομίσῃς σωτηρίαν, «κατάδικον ὄντα», φησίν, «δύνασαι φυλάξαι.» 10,15a 〈ἐάν τε γὰρ ἀσεβήσω, οἴμμοι,〉 15b 〈ἐάν τε ὦ δίκαιος, οὐ δυνήσομαι ἀνακύψαι.〉 15c 〈πλήρης γάρ εἰμι ἀτιμίας.〉 «οὐκ ἀρκεῖ μοι πρὸς σωτηρίαν ἡ δικαιοσύνη», φησίν. 10,16a 〈ἀγρεύομαι δὲ ὥσπερ λέων εἰς σφαγήν,〉 16b 〈καὶ πάλιν μεταβαλὼν δεινῶς με ὀλέκεις〉 10,17a 〈ἐπανακαινίζων ἐπ᾽ ἐμὲ τὴν αἰτίαν μου.〉 17b 〈ὀργῇ δὲ μεγάλῃ μοι ἐχρήσω〉 17c 〈καὶ ἐπήγαγες ἐπ᾽ ἐμὲ πειρατήρια.〉 10,18a 〈ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ εὐθὺς ἀπέθανον,〉 18b 〈ὀφθαλμὸς δέ με οὐκ εἶδεν,〉 10,19a 〈καὶ ὥσπερ οὐκ ὢν ἐγενόμην;〉 19b 〈διὰ τί δὲ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπῆλθον;〉 10,20a 〈ἢ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου;〉 20b 〈ἔασον δή με ἀναπαύσασθαι μικρὸν〉 10,21a 〈πρὸ τοῦ με πορευθῆναι εἰς γῆν, ὅθεν οὐκ ἀναστρέφω,〉 21b 〈εἰς γῆν σκοτεινὴν καὶ γνοφεράν,〉 10,22a 〈εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος〉 22b 〈οὐδὲ ὁρᾶν ζωὴν βροτῶν.〉 ἀγρεύομαι δὲ, φησίν, ὥσπερ λέων εἰς σφαγήν, τουτέστιν· «κατεχόμενος οὐκ οἶδα.»