οἱ γὰρ εἰπόντες, ὅτι «ἔλπιζε ἐπὶ τὸν θεόν», οὗτοί φασιν, ὅτι οὐδὲ ἐλπίς ἐστιν. 8,21a 〈ἀληθινῶν δὲ στόμα,〉 φησίν, 〈ἐμπλήσει γέλωτος〉 21b 〈καὶ τὰ χείλη αὐτῶν ἀγαλλιάσεως.〉 8,22a 〈οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην,〉 22b 〈καὶ δίαιτα ἀσεβοῦς οὐκ ἔσται.〉 ὅπερ ἦν ἐπὶ τοῦ Ἰώβ. πόσων τραυμάτων οὐ χαλεπώτερον, πόσης νόσου, πόσης τηκεδόνος, ἀκούειν, ὅτι ἀσεβής ἐστιν, ὅτι μυρίων γέμων κακῶν, ὅτι, εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ταῦτα ἔπαθεν. καλή γε ἡ παράκλησις. 9,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 9,2a 〈ἐπ᾽ ἀληθείας οἶδα, ὅτι οὕτως ἐστίν.〉 πόσης φιλοσοφίας ταῦτα τὰ ῥήματα. «οἶδα», φησίν, «ὅτι οἱ μὲν ἀσεβεῖς ἀπόλλυνται, οἱ δὲ δίκαιοι οὐχί.» ὁρᾶς, πῶς οὐδαμοῦ καταγινώσκει τοῦ θεοῦ ἀδικίαν; ἐπ᾽ ἀληθείας οἶδα, φησίν, ὅτι οὕτως ἐστίν, καὶ μετὰ συνειδότος συντιθεμένου τοῖς λεγομένοις. 9,2b 〈πῶς γὰρ ἔσται βροτὸς δίκαιος παρὰ θεῷ;〉 οὐχὶ πρὸς τοῦτο μόνον, ἀλλὰ καὶ πρὸς τὸν σκοπὸν αὐτοῦ 〈οὐκ〉 ἀπολογεῖται. ὁ μὲν γὰρ ἔλεγεν, ὅτι ὁ δίκαιος σῴζεται, ὁ δὲ ἁμαρτωλὸς ἀπολεῖται, οὗτος δέ φησιν· «οἶδα, ὅτι δι᾽ ἁμαρτίας ταῦτα πάσχω» — ὁρᾷς φιλοσοφίαν, πῶς οὐκ ἔστι γαῦρος;—«καί, ὅτι πολὺ τὸ μέσον ἐμοῦ καὶ τοῦ θεοῦ, ἐπίσταμαι.» 9,3a 〈ἐὰν γὰρ βούληται κριθῆναι μετ᾽ αὐτοῦ,〉 3b 〈οὐ μὴ ὑπακούσῃ αὐτῷ,〉 3c 〈ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων.〉 ὁρᾷς, πόση περιουσία δικαιοσύνης;