Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Πρώτος κύκλος διαλόγων: Ο λόγος του Σωφάρ και η απάντηση του Ιώβ

Ο Σωφάρ ο Μιναίος ελέγχει τον Ιώβ καλώντας τον σε μετάνοια. Ο Ιώβ απαντά προβάλλοντας το ακατάληπτο της θείας σοφίας, την ανθρώπινη φθορά και τον αμετάκλητο χαρακτήρα του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 14

εἶτα πάλιν τὴν συμφορὰν διηγεῖται τὴν ἑαυτοῦ, ὡς μεγάλη καὶ παράδοξος, καὶ τὸ ὀλιγοχρόνιον τοῦ βίου καὶ τὸ μετὰ ταῦτα μὴ εἶναι ἐλπίδα· ταύτῃ γὰρ γίνεται μεγάλη. 11,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 11,2a 〈ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται;〉 ἰδοὺ καὶ οὗτος φλυαρίαν αὐτοῦ κατηγορεῖ. ἐκεῖνος μὲν γάρ φησιν· πνεῦμα πολυρῆμον τοῦ στόματός σου, οὗτος δέ· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσεται; 11,2b 〈καὶ ὁ εὔλαλος οἴεται δίκαιος εἶναι;〉 «μὴ γάρ, ἐπειδὴ φθέγξασθαι δύνασαι», φησίν, «ἤδη καὶ δίκαιος εἶ;» εἶτα τὴν φύσιν φησίν· 11,2c 〈εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος.〉 «ὅτι υἱὸς εἶ γυναικός», φησίν, «πῶς οὖν δίκαιος εἶ;» 11,3a 〈μὴ πολὺς ἐν ῥήμασι γίνου.〉 «μὴ πολλὰ φθέγγου», φησίν. 11,3b 〈ἢ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι;〉 ἢ τοῦτό φησιν· «μὴ γὰρ οὐκ ἔστιν ὁ ἀνταποκρινόμενός σοι;», τουτέστιν· «ἡμεῖς», ἢ «οὐκ ἔστιν ὁ εἰδὼς τὰ σὰ κακὰ εἰ μὴ ὁ θεός, ὃς εἰ ἠθέλησέ σε ἐλέγξαι, ἤδη ἂν ἀπώλου». ὅρα, πῶς οὐδαμοῦ τοῦ Ἰὼβ λέγοντος, ὅτι ἀδίκως πάσχει καὶ οὐκ ἔχει ἁμαρτήματα, τοῦτο ἐπιφέρουσιν αὐτῷ. 11,4a 〈μὴ γὰρ λέγε, ὅτι καθαρός εἰμι τοῖς ἔργοις〉 4b 〈καὶ ἄμεμπτος ἐναντίον αὐτοῦ.〉 πῶς; καὶ μὴν αὐτὸς εἶπεν· «ἐπ᾽ ἀληθείας οἶδα, ὅτι οὐκ ἔστι βροτὸς καθαρὸς ἐναντίον κυρίου».

ὁρᾷς, πῶς ἐναντία ἐγκαλοῦσιν; 11,5a 〈ἀλλὰ πῶς ἂν ὁ κύριος λαλήσαι πρὸς σέ;〉 5b 〈καὶ ἀνοίξει χείλη αὐτοῦ μετὰ σοῦ·〉 11,6a 〈εἶτα ἀναγγελεῖ σοι δύναμιν σοφίας,〉 6b 〈ὅτι διπλοῦς ἔσται τῷ κατὰ σέ.〉 〈6c 〈καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες.〉〉 «ἀλλ᾽ εἰ ἦν δυνατόν», φησίν, «τὸν θεὸν ἀποκρίνασθαί σοι, ὅτι διπλοῦς ἐστι τῷ κατὰ σέ, τότε ἂν ἔγνως, ὅτι δικαίως πάσχεις.» τὸ μὲν ἡμάρτηται, τὸ δὲ ὀρθῶς εἴρηται. τὸ μὲν γὰρ εἰπεῖν, ὅτι «εἰ ἦν δυνατὸν τὸν θεὸν ἀποκρίνασθαί σοι—καὶ γὰρ πολύ σου βελτίων ἐστι καὶ σοφός—, ἔδειξεν ἄν σοι, ὅτι καλῶς ταῦτα πάσχεις», καλῶς εἴρηται, τὸ δὲ καὶ τότε γνώσῃ, ὅτι ἄξιά σοι ἀπέβη παρὰ κυρίου ὧν ἥμαρτες, οὐκέτι καλῶς. ἐπειδὴ γὰρ εἶπεν· εἴθε ἦν ὁ διελέγχων καὶ ὁ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων, αὐτὸς τὸ ἐναντίον φησίν, ὅτι «εἰ ἦν, ἔδειξεν ἄν». ἀλλ᾽ ὁ Ἰὼβ οὐ τοῦτο εἶπεν, ὅτι «οὐκ ἀξίως πάσχω», ἀλλ᾽ ὅτι «ἀποκακῶ τῷ μέλλοντι» καὶ ὅτι «εὐτελής μου ἡ φύσις» καὶ ὅτι «ἔργον εἰμὶ τῶν χειρῶν αὐτοῦ». αὐτὸς δὲ ὡς εἰρηκότος, ὅτι «ἀδίκως πάσχω», οὕτω φησίν· ἀλλ᾽ οὐχ οὕτως εἶπεν, ἀλλ᾽ ὅτι «φοβοῦμαι, μὴ ἁμάρτω». εἶτά φησιν· 11,7a 〈μὴ ἴχνος κυρίου εὑρήσεις〉 7b 〈ἢ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντοκράτωρ;〉 τουτέστιν· «μὴ δύνασαι εἰδέναι αὐτοῦ τὴν σοφίαν καὶ τὴν ὁδόν;»

καὶ μὴν καὶ αὐτὸς προλαβὼν ταῦτα ὡμολόγησε καὶ πολλὰ περὶ τῆς δυνάμεως αὐτοῦ καὶ τῆς σοφίας διελέχθη καὶ τοῦ ἀκαταλήπτου καὶ τοῦ καθαροῦ, ὥστε ταῦτα περιττά. 11,8a 〈ὑψηλὸς ὁ οὐρανός, γῆ δὲ βαθεῖα, καὶ τί ποιήσεις;〉 ἢ τοῦτο λέγει· «τί τοιοῦτον ποιῆσαι δύνασαι;» ἢ ὅτι «ὥσπερ ταπεινὸς εἶ 〈σὺ ἐπὶ τῆς γῆς, οὕτως ὁ θεὸς ὑψηλὸς〉 ἐν οὐρανῷ, καὶ οὐδὲν δύνασαι ἐργάσασθαι, ἀλλ᾽ ὅσον ἀπέχει ὁ οὐρανὸς τῆς γῆς, τοσοῦτον καὶ σὺ τοῦ θεοῦ· αὐτὸς γὰρ οἶδε τὰ πάντα.» 11,8b 〈ἢ βαθύτερα,〉 φησίν, 〈τῶν ἐν ᾅδου τί οἶδας;〉 11,9a 〈ἢ μακρότερα μέτρων γῆς ἐπίστασαι〉 9b 〈ἢ εὖρος θαλάσσης;〉 11,10a 〈ἐὰν γὰρ καταστρέψῃ τὰ πάντα ἢ συναθροίσῃ,〉 10b 〈τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας;〉 11,11a 〈αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων,〉 11b 〈ἰδὼν δὲ ἄτοπον οὐ παρόψεται.〉 11,12a 〈ἄνθρωπος δέ,〉 φησίν, 〈ἄλλως νήχεται λόγοις,〉 12b 〈βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ.〉 καὶ καλῶς εἶπεν· ἴσα ὄνῳ ἐρημίτῃ, τῷ συνεχῶς ὀγκουμένῳ. «οὐδὲν διαφέρει», φησίν, «τὰ ῥήματα ἡμῶν τῆς ἀσήμου φωνῆς ἐκείνης τῆς εἰκῇ καὶ ἁπλῶς βοώσης· ἐπὶ πᾶσι πάντα μεμφόμεθα, πάντα ἐγκαλοῦμεν.» πάλιν παραινοῦσιν αὐτῷ ὥστε ἐπιμεληθῆναι βίου· καὶ μὴν οὐδέν ἐστι τοῦτο {φησί}. διὰ γὰρ τοῦτο ἔλεγεν· ἐὰν ὦ δίκαιος, οὐ μὴ ἀνακύψω. «τί τὸ ὄφελος;»

φησίν· «ἰδοὺ δίκαιός εἰμι, ἀλλὰ πρὸς αὐτὸν ἀκάθαρτος.» 11,13a 〈εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου,〉 φησίν, 13b 〈ὑπτίασας δὲ τὰς χεῖράς σου πρὸς αὐτόν·〉 11,14a 〈εἰ ἔστιν ἀνομία ἐν χερσί σου,〉 14b 〈πόρρω ποίησον αὐτὴν ἀπὸ σοῦ,〉 14c 〈ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.〉 11,15a 〈οὕτω γὰρ ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ὕδωρ καθαρόν,〉 15b 〈ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς·〉 11,16a 〈καὶ τῶν κόπων σου ἐπιλήσῃ〉 16b 〈ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ.〉 ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι «ἀδύνατος ἡ μεταβολή· ἐὰν ἀποπλύνωμαι χιόνι, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας», διὰ τοῦτό φησιν· οὕτως ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν.

τὰ μὲν οὖν ἄλλα καλῶς, τὸ δὲ λέγειν ἀεί, ὅτι δι᾽ ἁμαρτήματα ταῦτα γέγονεν, τοῦτο κακῶς, καὶ τὸ παραινεῖν μεταβάλλεσθαι πρὸς ἀρετήν—οὐ γὰρ ἦν ἐν κακίᾳ—, τοῦτο ἀγνοίας ἦν καὶ οὐκ εἰδότων οὐδέν. 11,17a 〈ἡ δὲ εὐχή σου,〉 φησίν, 〈ὥσπερ ἑωσφόρος,〉 17b 〈ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή.〉 11,18a 〈πεποιθώς τε ἔσῃ, ὅτι ἔσται σοι ἐλπίς,〉 18b 〈ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη.〉 11,19a 〈ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε·〉 19b 〈μεταβαλλόμενοι δὲ πολλοί σου δεηθήσονται,〉 11,20a 〈καὶ σωτηρία αὐτοὺς ἀπολείψει.〉 20b 〈ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται.〉 20c 〈ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται· παρ᾽ αὐτῷ γὰρ σοφία καὶ δύναμις.〉 12,1 ΥΠΟΛΑΒΩΝ ΔΕ, φησίν, ΙΩΒ ΛΕΓΕΙ· 12,2a 〈μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι,〉 2b 〈ἢ μεθ᾽ ὑμῶν τελευτήσει σοφία;〉 ἐπειδὴ τὰ φανερὰ καὶ δῆλα λέγουσιν, ὅρα, πῶς τὰ μὲν προοίμια αὐτοῦ ἐπιεικέστερα, τὰ δὲ τέλη οὐχ οὕτω. διὰ τοῦτο λέγει· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. «ὑμεῖς ἔχετε λαβεῖν τὴν σοφίαν», φησίν, «καὶ ἀπελθεῖν;»

παρατήρει, πῶς πανταχοῦ ἐν ἀρχῇ τῶν λόγων, ἐπειδὴ μέλλει μετὰ ταῦτα φορτικὰ φθέγγεσθαι, ἵνα μὴ αὐτοῦ καταψηφίσῃ, πῶς πανταχοῦ πρῶτον ἀφοσιοῦται πρὸς τὸν θεὸν καὶ λέγει, ὅτι μέγας ἐστὶ καὶ θαυμαστὸς καὶ οὐδὲν ἀδίκως ποιεῖ. 12,2a 〈μὴ ὑμεῖς ἐστε,〉 φησίν, 〈ἄνθρωποι μόνοι,〉 2b 〈ἢ μεθ᾽ ὑμῶν τελευτήσει σοφία;〉 12,3 〈καὶ ἐμοὶ μὲν καθ᾽ ὑμᾶς καρδία ἐστίν·〉 12,4 〈δίκαιος δὲ ἀνὴρ καὶ ἄμεμπτος ἐγένετο εἰς χλευασμόν.〉 12,5a 〈εἰς χρόνον γὰρ τακτὸν ἡτοίμασταί μοι πεσεῖν ὑπὸ ἄλλων〉 5b 〈οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων.〉 «μὴ γάρ, ἐπειδὴ συμφορᾷ περιέπεσον», φησίν, «καὶ τὸ φρονεῖν ἀπώλεσα;» δίκαιον ἑαυτὸν ἐνταῦθα λέγει οὐχὶ τὴν τελείαν ἀρετὴν ἑαυτῷ μαρτυρῶν, ἀλλὰ τὸ μηδένα ἠδικηκέναι, τὸ μηδένα τῶν ἄλλων ἔχειν ἐγκαλεῖν αὐτῷ. οἴκους τέ μου ἐκπορθεῖσθαι ὑπὸ ἀνόμων. «οὕτως ἔδει γενέσθαι, τοῦτο ἄνωθεν τετύπωτο. πλήν», φησίν, «μὴ νομίζετε μέχρις ἐμοῦ ταῦτα στήσεσθαι. εἰ γὰρ ἐγὼ μηδὲν ἠδικηκὼς τοιαῦτα πάσχω, πολλῷ μᾶλλον ὁ πονηρός.» 12,6a 〈οὐ μὴν δὲ,〉 φησίν, 〈ἀλλὰ μηδεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι.〉 6b 〈ὅσοι παροργίζουσι τὸν κύριον,〉 6c 〈πῶς οὐχὶ καὶ ἔτασις αὐτῶν ἔσται;〉 «δῆλον τοῦτο», φησίν, «καὶ ὡμολογημένον καὶ ἅπασι σαφές, ὅτι τὸν πονηρὸν παρὰ τῷ θεῷ πάντως ἐξετασθῆναι δεῖ.

τοῦτο δέ», φησίν, «οὐκ ἀνθρώποις δῆλον μόνον, ἀλλὰ καὶ ἀλόγοις καὶ αὐτῇ τῇ ἀναισθήτῳ γῇ·» 12,7a 〈ἀλλὰ δὴ ἐπερώτησον τετράποδα,〉 φησίν, 〈ἐάν σοι εἴπῃ,〉 7b 〈ἢ πετεινὰ οὐρανοῦ, ἐάν σοι ἀναγγείλῃ.〉 12,8a 〈ἐκδιήγησαι δὲ γῇ, ἐάν σοι φράσῃ,〉 8b 〈καὶ εἰ ἐξηγήσονταί σοι οἱ ἰχθύες τῆς θαλάσσης,〉 12,9a 〈ὅτι τίς οὐκ ἔγνω ἐν πᾶσι τούτοις,〉 9b 〈ὅτι χεὶρ κυρίου ἐποίησεν ταῦτα,〉 12,10a 〈ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων τῶν ζώντων〉 10b 〈καὶ πνεῦμα παντὸς ἀνθρώπου;〉 φησίν. «τί τοίνυν ὡς μέγα τι καὶ θαυμαστὸν εὑρηκότες οὕτω διάκεισθε; δεῖ γὰρ πάντως τὸν τοιοῦτον ἀπολέσθαι, καὶ οὐδεὶς ἀγνοεῖ, καὶ τοῦτο δὲ πάντες ἴσμεν, ὅτι ἐν χειρὶ αὐτοῦ ψυχὴ πάντων ἀνθρώπων.» ὁρᾷς, πῶς οὐχὶ τὸ δημιουργικὸν μόνον, ἀλλὰ καὶ τὸ προνοητικὸν αὐτῷ μαρτυρεῖ, ὅτι πάντα συνέχει καὶ διακρατεῖ, καὶ τὴν ζωὴν καὶ τὴν ψυχὴν τῶν ἀνθρώπων, ὥστε δύναται, ὅτε βούλεται, κολάσαι καὶ τιμωρήσασθαι. 12,11a 〈νοῦς μὲν γὰρ ῥήματα διακρίνει,〉 11b 〈λάρυγξ δὲ σῖτα γεύεται.〉 τουτέστιν· «εἰ τὰ ἄλογα οἶδε ταῦτα, πολλῷ μᾶλλον ἡμεῖς οἱ νοῦν ἔχοντες, οὐχὶ λάρυγγα μόνον ὥστε ἐσθίειν καθάπερ ἐκεῖνα.»

ἢ τοῦτο, ὅτι «οὐκ εἰμὶ ἀνόητος, οἶδα ταῦτα· καθάπερ γὰρ λάρυγγα ἡμῖν ἔδωκεν ὁ θεὸς ὥστε διακρίνειν τὰ σῖτα οὕτω καὶ νοῦν ὡς πρὸς τὰ ψηφίσματα καὶ τὸν χρόνον ὥστε εὑρίσκειν τὴν ἐπιστήμην·» 12,12a 〈ἐν πολλῷ,〉 γάρ φησιν, 〈χρόνῳ σοφία εὑρίσκεται,〉 12b 〈ἐν δὲ μακρῷ βίῳ ἐπιστήμη.〉 ἐνταῦθα κατὰ φύσιν εἶναι τὸ φρόνιμον τοῖς ἀνθρώποις σημαίνει ὥσπερ τὸ ἐσθίειν. καὶ ἀρχόμενος τοῦτό φησιν· μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι; «ἕως ἂν ὦ ἄνθρωπος», φησίν, «δύναμαι ταὐτὰ συνιδεῖν ἃ καὶ ὑμεῖς.» ἐν πολλῷ χρόνῳ, φησίν, σοφία εὑρίσκεται. ἐμοὶ δοκεῖ καθάπτεσθαι αὐτῶν. «μὴ γὰρ νομίζετε», φησίν, «τὸ πᾶν εὑρηκέναι. εἰ γὰρ καὶ νοῦν ἔχομεν διακρίνοντα, ἀλλ᾽ ὅμως καὶ χρόνου δεόμεθα πολλοῦ ὥστε εὑρεῖν.» 12,13a 〈παρ᾽ αὐτῷ σοφία,〉 φησίν, 〈καὶ δύναμις,〉 13b 〈παρ᾽ αὐτῷ βουλὴ καὶ σύνεσις.〉 «ἡ γὰρ πᾶσα σοφία», φησίν, «παρὰ τῷ θεῷ ἐστιν, ἀθρόως καὶ χωρὶς χρόνων ἐκεῖ ἐστιν· ταῦτα μὲν γὰρ κατὰ φύσιν ἐστίν, 〈τὸ διακρίνειν καὶ γεύεσθαι〉 τῷ νῷ καὶ τῷ λάρυγγι, τὸ δὲ εὑρεῖν σοφίαν χρόνου ἐστίν. μὴ γάρ, ἐπειδὴ ταῦτα ἴσμεν, τὸ πᾶν ἴσμεν; οἴδαμεν, ὅτι πονηροὶ κολάζονται, ἀλλ᾽ ἰδοὺ καὶ ἐγὼ δίκαιος ὢν κολάζομαι, ὥστε χρόνου δεῖ ὥστε μαθεῖν ταῦτα τοῦ πολλὰ παραδείγματα τοιαῦτα φέροντος.» ὁρᾷς, πόσον ἐστὶν ἡ τῶν γραφῶν ἐμπειρία;

ὅπερ ἔχουσιν οἱ γέροντες ἀπὸ τῆς πείρας τῶν πραγμάτων, τοῦτο σὺ μετὰ πολλῆς τῆς περιουσίας, ὁ νέος, ἀπὸ τῆς διηγήσεως τῶν πραγμάτων· πολλὰ ἔπαθον ἐκεῖνοι, πολλὰ εἶδον· καὶ σὺ πολλὰ ὄψει, ἐὰν θέλῃς τὰς γραφὰς ἐπιέναι μετὰ ἐπιστασίας πολλῆς. διὸ καί τις ἔλεγεν· πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι. καὶ πάλιν· διήγημα πρεσβυτέρων μὴ παρίδῃς· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. οὐ χρεία σοι χρόνου· ἂν γὰρ αὐτὸς θέλῃ δοῦναι, οὐδὲ χρόνου χρεία. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται τῆς κολαστικῆς καὶ τιμωρητικῆς· 12,14a 〈ἐὰν καταστρέψῃ,〉 φησίν, 〈τίς οἰκοδομήσει;〉 14b 〈ἐὰν δὲ καὶ ἀποκλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;〉 12,15a 〈ἐὰν κωλύσῃ τὸ ὕδωρ, ξηρανεῖ τὴν γῆν,〉 15b 〈ἐὰν δὲ καὶ ἐπαφῇ, ἀπώλεσε καταστρέψας αὐτήν.〉 12,16a 〈παρ᾽ αὐτῷ κράτος καὶ ἰσχύς,〉 16b 〈παρ᾽ αὐτῷ ἐπιστήμη καὶ σύνεσις.〉 εἶτα καὶ περὶ τῆς σοφίας· 12,17a 〈διάγων,〉 φησίν, 〈βουλευτὰς γῆς αἰχμαλώτους,〉 17b 〈κριτὰς δὲ γῆς ἐξέστησεν.〉 12,18a 〈καθιστάνων βασιλεῖς ἐπὶ θρόνων〉 18b 〈καὶ περιζωννύων αὐτοὺς ζώνην ὀσφύος αὐτῶν,〉 12,19a 〈ὁ ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους,〉 19b 〈δυνάστας δὲ γῆς κατέστρεψεν.〉 12,20a 〈διαλλάσσων χείλη πιστῶν,〉 20b 〈σύνεσιν δὲ πρεσβυτέρων ἔγνω·〉 12,21a 〈ἐκχέων ἀτιμίαν ἐπ᾽ ἄρχοντας,〉 21b 〈ταπεινοὺς δὲ ἰάσατο.〉 «οὐχὶ σοφίας καὶ ταῦτα», φησίν, «ἔργα τοῦ θεοῦ παράδοξα;

οἶδα ἐγὼ καὶ τὰ πλεῖστα αὐτῶν» {φησίν}. 12,22a 〈ὁ ἀποκαλύπτων,〉 φησίν, 〈βαθέα ἐκ σκότους,〉 22b 〈ἐξήγαγε δὲ εἰς φῶς σκιὰν θανάτου.〉 12,23a 〈πλανῶν ἔθνη καὶ ἀπολλύων αὐτά,〉 23b 〈καταστρωννύων ἔθνη καὶ καθοδηγῶν αὐτά,〉 12,24a 〈διαλλάσσων καρδίας ἀρχόντων γῆς,〉 24b 〈ἐπλάνησε δὲ αὐτοὺς ὁδῷ ᾗ οὐκ ᾔδεισαν.〉 12,25a 〈ψηλαφήσαισαν σκότος καὶ μὴ φῶς,〉 25b 〈ἐπλανήθησαν δὲ ὥσπερ ὁ μεθύων.〉 13,1a 〈ἰδοὺ ταῦτα ἑώρακέ μου ὁ ὀφθαλμὸς〉 1b 〈καὶ τὸ οὖς μου ἀκήκοεν,〉 13,2a 〈καὶ οἶδα, ὅσα καὶ ὑμεῖς ἐπίστασθε,〉 2b 〈καί γε νεώτερος ὑμῶν ὢν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν.〉 «τί γάρ; εἰ καὶ νεώτερός εἰμι», φησίν, «οἶδα ταῦτα σαφῶς.» 13,3a 〈οὐ μὴν δὲ ἀλλὰ πρὸς κύριον λαλήσω ἐγώ,〉 3b 〈ἐλέγξω δὲ ἐναντίον αὐτοῦ, ἐὰν βούληται.〉 ὁρᾷς; τοῦτό ἐστιν, ὅπερ εἶπεν· «μὴ νομίσητε», φησίν, «εἴ τι βαρὺ καὶ ἐπαχθὲς εἶπον, ὑπὸ ἀγνοίας με ταῦτα λέγειν· οἶδα μὲν γάρ, ἅπερ εἶπον. οὐ μὴν ἀποστήσομαι τοῦ λέγειν πρὸς τὸν θεόν. μὴ γὰρ πρὸς ἄνθρωπον λέγω· πρὸς τὸν θεὸν τὸν εἰδότα τὰ ἀπόρρητα τῆς διανοίας.

βέλτιόν μοι», φησίν, «πρὸς τὸν θεὸν κρίνεσθαι ἢ πρὸς ὑμᾶς.» 13,4a 〈ὑμεῖς γάρ ἐστε ἰατροὶ ἄδικοι〉 4b 〈καὶ ἰαταὶ κακῶν πάντες.〉 13,5a 〈εἴη δὲ ὑμῖν κωφεῦσαι,〉 5b 〈καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.〉 ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγηται, βέλτιον σιγᾶν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς ἢ λέγων. 13,6a 〈ἀκούσατε δὴ ἔλεγχον στόματός μου,〉 6b 〈κρίσει δὲ χειλέων μου προσέχετε.〉 13,7a 〈πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε,〉 7b 〈ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον, καλῶς γε λαλοῦντες;〉 ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐ νομίζετε τὸν θεὸν ἀκούειν», φησίν, «ἃ λέγετε, ὅτι μετὰ δόλου διαλέγεσθε, οὐχὶ προαιρέσει ἀγαθῇ, ἀλλὰ πλῆξαι βουλόμενοι μόνον καὶ τὴν δόξαν τρῶσαι τὴν ἐμήν. εἰ γὰρ καὶ τὰ ῥήματα ὀρθά, ἀλλ᾽ οὐ μετὰ διανοίας ὀρθῆς, οὐχ ὥστε διορθῶσαι, οὐχ ὥστε νουθετῆσαι, οὐχ ὥστε βελτίω ποιῆσαι— οὐ γὰρ ἀγνοοῦντα διδάσκετε—, ἀλλ᾽ ὥστε καταβάλλειν.» 13,8a 〈ἢ ὑποστέλλεσθε,〉 φησίν, 8b 〈αὐτοὶ ὑμεῖς κριταὶ γίνεσθαι,〉 13,9a 〈καλῶς γε λαλοῦντες. ἐὰν γὰρ ἐξιχνιάσῃ ὑμᾶς,〉 9b 〈εἰ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε ὁδῷ αὐτοῦ,〉 13,10a 〈οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς.〉 ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, φησίν. «{νῦν} ὑμεῖς οἱ λαλοῦντες νῦν, εἰ ἐφ᾽ ὑμῶν τὸ πρᾶγμα ἐκρίνετο, οὐκ ἂν ταῦτα ἐφθέγξασθε.» τουτέστιν· «εἰ ὑμεῖς ἦτε ἐγὼ καὶ ἐξήταζεν ὑμῶν τὰ πράγματα ἀκριβῶς, οὐκ ἂν ἐγένεσθε κριταὶ καθάπερ νῦν.»

ἢ πάλιν ἄλλως· «ἰδοὺ λέγω καὶ ταῦτα· οὐ δύνασθε γενέσθαι κριταὶ τοῖς ἐμοῖς ῥήμασιν ὑμεῖς οἱ ταῦτα λαλοῦντες. κἂν γάρ», φησίν, «πλείονα τούτων εἴπητε καὶ πάντα ποιήσητε ὥστε ὑπὲρ τοῦ μέρους αὐτοῦ εἰπεῖν, οὐδὲν ἧττον ἐλέγξει ὑμᾶς καὶ ἀπαιτήσει λόγον καὶ εὐθύνας.» 13,10b 〈εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάζετε,〉 13,11a 〈πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς;〉 11b 〈φόβος δὲ κυρίου ἐπιπεσεῖται ὑμῖν,〉 13,12a 〈καὶ ἀποβήσεται ὑμῶν τὸ γαυρίαμα ἴσα σποδῷ,〉 12b 〈τὸ δὲ σῶμα πήλινον.〉 13,13 〈κωφεύσατε,〉 φησίν, 〈ἵνα λαλήσω,〉—τουτέστιν· «σιωπήσατε»—〈καὶ ἀναπαύσομαι,〉 φησίν, 〈θυμοῦ μου.〉 ὁρᾷς, ὅτι οὐχὶ δικαιοῦντος ἁπλῶς ἑαυτὸν ἦν τὰ ῥήματα, ἀλλὰ παραμυθία τις τῆς ὀδύνης; 13,13 〈καὶ ἀναπαύσομαι,〉 φησίν, 〈θυμοῦ μου〉 13,14a 〈ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσί μου.〉 «ὥσπερ», φησίν, «οἱ κατεσθίοντες ἑαυτοὺς παραμυθίαν ἔχουσί τινα, ὥσπερ οἱ τὰς σάρκας τὰς ἑαυτῶν καταδάκνοντες ἐν ταῖς ὀδύναις ἔχουσί τινα παραμυθίαν, οὕτω καὶ ἐγὼ ταῦτα φθεγγόμενος.» 13,14b 〈ψυχὴν δέ μου,〉 φησίν, 〈θήσομαι ἐν χερσί μου,〉 13, 15a 〈ἐάν με χειρώσηται ὁ δυνάστης, ἐπεὶ καὶ ἦρκται.〉 ἆρα οὐκ ἐκείνους ἐλεοῦμεν μᾶλλον ἢ εὐθύνας ἀπαιτοῦμεν; ἢ ἀνθρωποβόρους εἶναί φαμεν; οὐδαμῶς, ἀλλὰ δακρύομεν καὶ θρηνοῦμεν. τοῦτο παρὰ πάντα τήρει τὸν λόγον. ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, τουτέστιν· «ἀνελῶ ἐμαυτόν.

ὥσπερ οἱ ἀναιροῦντες 〈ἑαυτοὺς〉 οὕτω καὶ ἐγὼ παραμυθοῦμαι, τοῦτό μοι παραμύθιόν ἐστιν. ἐὰν μή με ἀνέλῃ ὁ θεός, αὕτη μού ἐστιν ἡ παραμυθία, τὸ φθέγγεσθαι.» 13,15b 〈οὐ μὴν δέ,〉 φησίν, 〈ἀλλὰ λαλήσω καὶ ἐλέγξω ὑμᾶς ἐναντίον αὐτοῦ,〉 13,16a 〈καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν·〉 16b 〈οὐ γὰρ εἰσελεύσεται ἐναντίον αὐτοῦ δόλος.〉 τουτέστιν· «τοῦτό μοι ἔσται παραμυθία.» οὐ γὰρ ἐναντίον αὐτοῦ εἰσελεύσεται δόλος. «ὁρᾶτε, ὅτι οὐχὶ καθάπερ ὑμεῖς ἑτέρᾳ διανοίᾳ φθέγγομαι; οἶδα, ὅτι οὐδέν ἐστιν ὕπουλον παρ᾽ αὐτῷ.» 13,17a 〈ἀκούσατέ μου τὰ ῥήματα,〉 17b 〈ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων.〉 13,18a 〈ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου.〉 «βούλομαι», φησίν, «κριθῆναι, οὐ παραιτοῦμαι τὸ δικαστήριον.» 13,18b 〈οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι.〉 13,19a 〈τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι,〉 19b 〈ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω;〉 13,20a 〈δυεῖν δέ μοι χρεία,〉 20b 〈τότε ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι·〉 13,21a 〈τὴν χεῖρά σου ἀπόσχου ἀπ᾽ ἐμοῦ,〉 21b 〈καὶ ὁ φόβος σου μή με καταπλησσέτω.〉 13,22a 〈εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι,〉 22b 〈λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀπόκρισιν.〉 πάλιν τὸ αὐτό φησιν· «μή με φοβήσῃς, μή μοι τὸ ἀξίωμα τοῦ θεοῦ παραγάγῃς, καὶ κρίνομαι.

ἥμαρτον κἀγώ, λέγω, ἀλλὰ πολλῷ μείζονα ἀπολαμβάνω», φησίν. 13,23a 〈πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, καὶ αἱ ἀνομίαι μου〉 23b 〈τίνες εἰσίν, δίδαξόν με.〉 «τί τοῦτο, 〈ὅ〉 μοι εἴργασται;» φησίν. 13,24a 〈διὰ τί με ἀποκρύπτῃ,〉 24b 〈ἥγησαι δέ με ὥσπερ ὑπεναντίον σου;〉 13,25a 〈ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ〉 25b 〈ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος;〉 «τίνος ἕνεκεν», φησίν, «οὐ ποιεῖς δῆλα τὰ πράγματα; τίνος ἕνεκεν οὐ λέγεις· “διὰ τόδε σε κολάζω”;» οὐ μικρὸν εἰς παραμυθίαν τοῖς τιμωρουμένοις τὸ μαθεῖν τὴν αἰτίαν τῆς κολάσεως. διὰ τοῦτο οὗτος μέν φησιν· «δίδαξόν με τὰς ἁμαρτίας μου.» ὁ δὲ θεὸς οὐχ ἕξει διδάξαι, ἀλλὰ τί φησιν; ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἥγησαι δέ με, φησίν, ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου. τουτέστιν· «οὐδένα μου ποιῇ λόγον, καταφρονεῖς μου, διαπτύεις. ἐν τῷ παρόντι αὐτὰς δίδασκε.» 13,25b 〈ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος εὐλαβηθήσῃ;

ἀντίκεισαι δέ μοι,〉 13,26a 〈ὅτι κατέγραψας κατ᾽ ἐμοῦ κακὰ〉 26b 〈καὶ περιέθηκάς μοι νεότητος ἁμαρτίας.〉 ὁρᾷς, πῶς οἶδεν ἑαυτὸν ἁμαρτωλὸν καὶ ἀπὸ τῆς ἡλικίας βούλεται τυχεῖν συγγνώμης ἢ καὶ ἀπὸ τῆς ἡλικίας δεῖξαι ἑαυτὸν ἁμαρτωλόν; 13,27a 〈ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι〉 27b 〈καὶ ἐφύλαξάς μου πάντα τὰ ἔργα·〉 27c 〈εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου,〉 13,28a 〈οἳ παλαιοῦνται ἴσα ἀσκῷ〉 28b 〈ἢ ὥσπερ ἱμάτιον σητόβρωτον.〉 ἔθου, φησίν, τὸν πόδα μου ἐν κωλύματι. τουτέστιν· “ἔδησας”. εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου. τουτέστιν· «ὅλον με ἐπῆλθες καὶ ἐξήτασας καὶ ἀπὸ τῶν ποδῶν ἕως κεφαλῆς ἔπληξας οὐδὲ ἓν ἐν ἐμοὶ μέρος ἐγκατέλιπες ὑγιές.» πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. παλαιοῦνται, φησίν, ἴσα ἀσκῷ. τίνος ἕνεκεν ἀσκὸν παρήγαγεν; ὅτι κενός ἐστιν ὁ ἀσκὸς πνεῦμα μόνον ἔχων· οὕτως ἐστὶ καὶ τὸ σῶμα τὸ ἡμέτερον. τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι «ἀσκός ἐσμεν πεφυσημένος». μή μοι τὸν ὄγκον ἴδῃς μηδὲ τὸ δέρμα διαταθέν, ἀλλ᾽ ἐννόησον τὰ ἔνδον καὶ ὄψει πολλὴν τὴν κενότητα. εἶτα καὶ ἐφ᾽ ἕτερον ἔρχεται παράδειγμα· ἢ ὥσπερ ἱμάτιον, φησίν, σητόβρωτον. 14,1a 〈βροτὸς γὰρ γεννητὸς γυναικὸς〉 〈1b 〈ὀλιγόβιος καὶ πλήρης ὀργῆς〉〉.

εἶτα καὶ ἀπὸ τῆς γεννήσεως ὀργῆς πλήρης, τουτέστιν· ἀθυμίας, οὐχὶ λύπης. 14,2a 〈ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν,〉 2b 〈ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ.〉 14,3a 〈οὐχὶ καὶ τούτου λόγον ἐποιήσω〉 3b 〈καὶ τοῦτον ἐποίησας ἐν κρίματι εἰσελθεῖν ἐπὶ σοῦ;〉 ὁρᾷς, πῶς οὐκ ἀπὸ τοῦ δίκαιος εἶναι, ἀλλ᾽ ἀπὸ τῆς εὐτελείας τῆς φύσεως βούλεται ἀπαλλαγῆναι; «τοῦτον ἔδει ἐξετασθῆναι», φησίν, «τοῦτον ἔδει εὐθύνας ἀπαιτηθῆναι, τὸν σήμερον ὄντα καὶ αὔριον οὐκέτι;» 14,4 〈τίς γὰρ ἔσται καθαρὸς ἀπὸ ῥύπου; οὐδείς,〉 14,5a 〈ἐὰν καὶ μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς,〉 5b 〈ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ᾽ αὐτῷ.〉 5c 〈εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ.〉 14,6a 〈ἀπόστα ἀπ᾽ ἐμοῦ, ἵνα ἡσυχάσω〉 6b 〈καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός.〉 ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα; «ὅτι οὐδὲ δυνατόν», φησίν, «εἶναι καθαρόν, οὐ μόνον διὰ τὸ εὐτελὲς οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ᾽ ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι, ἀπόστα ἀπ᾽ ἐμοῦ», φησίν, «ἵνα ἡσυχάσω καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. τὸ ὀλιγοχρόνιον πάλιν καὶ ἐπίπονον καὶ ταλαίπωρον, καταπονούμενον καὶ ταλαιπωρούμενον, κέλευσον ἐν ἡσυχίᾳ εἶναι.»

εἶτα δείκνυσιν, ὅτι πάντων ἀθλιώτερος ὁ ἄνθρωπος καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης· 14,7a 〈ἔστι γάρ,〉 φησίν, 〈δένδρων ἐλπίς·〉 7b 〈ἐὰν δὲ καὶ ἐκκοπῇ, πάλιν ἀνθήσει〉 7c 〈καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ.〉 14,8a 〈ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ,〉 8b 〈ἐν δὲ πέτραις τελευτήσῃ τὸ στέλεχος αὐτοῦ,〉 14,9a 〈ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει〉 9b 〈καὶ ποιήσει θερισμὸν ὥσπερ νεόφυτον.〉 14,10a 〈ἀνὴρ δὲ τελευτήσας ᾤχετο〉 10b 〈καὶ πεσὼν βροτὸς οὐκέτι ἔσται.〉 εἶτά φησιν· 14,11a 〈χρόνῳ δὲ σπανίζεται θάλασσα,〉 11b 〈ποταμοὶ δὲ ἐρημωθέντες ξηρανθήσονται;〉 14,12a 〈ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ καὶ οὐ μὴ ἐξεγερθῇ,〉 12b 〈ἕως ἂν ὁ οὐρανὸς παλαιωθῇ,〉 12c 〈καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν.〉 τοῦτο λέγει, ὅτι οὐδὲ θάλασσα τοῦτο πάσχει τῷ χρόνῳ, ἀλλὰ ταῦτα μὲν ἀθάνατα, ὡς καί τινες τῶν ἔξωθεν εἰρήκασιν· «ἕως ἄν», φησίν, «ποταμοὶ ῥεύσωσι καὶ σκιαὶ τῶν δένδρων ὦσιν.» «οὐ θάλασσα, οὐ ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος ὑπομένει τοῦτο.

εἴθε γὰρ τοῦτο ἦν ὥστε ἀποθανεῖν ἡμᾶς καὶ πάλιν ἀναζῆν· ἀλλ᾽ οὐκ ἔστι τοῦτο.» 14,13a 〈εἰ γὰρ ὤφελον ἐν ᾅδῃ με,〉 φησίν, 〈φυλάξεις,〉 13b 〈καλύψεις δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή,〉 13c 〈καὶ τάξεις μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ.〉 14,14a 〈ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται〉 14b 〈συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ;〉 14c 〈ὑπομενῶ, ἕως πάλιν γένωμαι.〉 14,15a 〈εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι.〉 15b 〈τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ.〉 «οὐ τοίνυν ἔστιν», φησίν, «ὑπομεῖναι· εἰ γὰρ τοῦτο ἦν, ὑπέμεινα ἄν, ἕως πάλιν ἀναστῶ. εἰ γὰρ ὤφελον», φησίν, «ἐν ᾅδῃ με καλύψεις, καὶ ὑπέμενον, ἕως ἂν τοιοῦτος γένωμαι, καὶ καλέσαντός σου ὑπήκουον. ἀλλ᾽ οὐκ ἔστι ταῦτα. τί οὖν; εἰ καὶ μὴ ἔστιν ἓν τούτων, διὰ τὸ ἔργον εἶναι σὸν μὴ ἀπορρίψῃς με.» 14,16a 〈ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα,〉 16b 〈καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου.〉 14,17a 〈ἐσφράγισας δέ μου τὰ ἁμαρτήματα ἐν βαλαντίῳ〉 17b 〈καὶ ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην.〉 «ἀπὸ τούτου βούλομαι σωθῆναι», φησίν, «ἀπὸ τοῦ ἔργον εἶναι χειρῶν σου, ἀπὸ δὲ δικαιοσύνης οὐδαμῶς οὐδὲ ἀπὸ τοῦ δύνασθαί σε ἀπατᾶσθαι ἢ ἐπιλελῆσθαι τῶν πλημμελημάτων τῶν ἐμῶν. οὐ γὰρ δυνατὸν λαθεῖν σέ τι τῶν ἐμῶν κακῶν.»

εἶτά φησιν· 14,18a 〈καὶ πλὴν ὄρος πῖπτον πεσεῖται,〉 18b 〈καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς.〉 14,19a 〈λίθους ἐλέαναν ὕδατα〉 19b 〈καὶ κατέκλυσαν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς,〉 19c 〈καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας.〉 14, 20a 〈ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο,〉 20b 〈καὶ ἐπέστησας αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπεστάλη.〉 14,21a 〈πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν,〉 21b 〈ἐάν τε ὀλίγοι γένωνται, οὐκ ἐπίσταται.〉 14,22a 〈ἀλλ᾽ ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν,〉 22b 〈ἡ δὲ ψυχὴ αὐτοῦ ἐπ᾽ αὐτῷ ἐπένθησεν.〉 «κολάζεται», φησίν, «ἄνθρωπος, ὅτι καὶ πολλοὺς ἔχων υἱοὺς οὐκ οἶδεν. μετὰ γὰρ τὸ ἀποθανεῖν αὐτὸν πολλάκις καὶ τῆς εὐπραγίας, ἧς ζῶν ἀπήλαυσεν ἄν, ἀποστερεῖται. τί γὰρ ὄφελος παῖδας καταλιπεῖν, ὅταν αὐτὸς ἀπέλθῃ;» ὁρᾷς; πανταχοῦ τὸ ὀλιγοχρόνιον αἰτιᾶται καὶ τὸ μηκέτι ἔχειν ἀναστρέψαι μηδὲ ἐπανελθεῖν ἐνταῦθα. «θῶμεν», γάρ φησιν, «ὅτι καταλιμπάνει υἱούς, ἀλλ᾽ οὐκ αἰσθάνεται τῶν ἀγαθῶν. ἄν τε ὀλίγοι γένωνται ἄν τε πολλοὶ οἱ παῖδες, οὐκ οἶδεν. τί τοίνυν ἀθλιώτερον; ὅταν εὖ πράττων ἀγνοῇ; ὅταν μόνος ἀπέρχηται εἰδὼς τὰ οἰκεῖα κακά;