βέλτιόν μοι», φησίν, «πρὸς τὸν θεὸν κρίνεσθαι ἢ πρὸς ὑμᾶς.» 13,4a 〈ὑμεῖς γάρ ἐστε ἰατροὶ ἄδικοι〉 4b 〈καὶ ἰαταὶ κακῶν πάντες.〉 13,5a 〈εἴη δὲ ὑμῖν κωφεῦσαι,〉 5b 〈καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν.〉 ὅταν γάρ τις τὰ μὴ λόγον ἔχοντα φθέγγηται, βέλτιον σιγᾶν, καὶ σιωπῶν μᾶλλον ἔσται σοφὸς ἢ λέγων. 13,6a 〈ἀκούσατε δὴ ἔλεγχον στόματός μου,〉 6b 〈κρίσει δὲ χειλέων μου προσέχετε.〉 13,7a 〈πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε,〉 7b 〈ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον, καλῶς γε λαλοῦντες;〉 ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐ νομίζετε τὸν θεὸν ἀκούειν», φησίν, «ἃ λέγετε, ὅτι μετὰ δόλου διαλέγεσθε, οὐχὶ προαιρέσει ἀγαθῇ, ἀλλὰ πλῆξαι βουλόμενοι μόνον καὶ τὴν δόξαν τρῶσαι τὴν ἐμήν. εἰ γὰρ καὶ τὰ ῥήματα ὀρθά, ἀλλ᾽ οὐ μετὰ διανοίας ὀρθῆς, οὐχ ὥστε διορθῶσαι, οὐχ ὥστε νουθετῆσαι, οὐχ ὥστε βελτίω ποιῆσαι— οὐ γὰρ ἀγνοοῦντα διδάσκετε—, ἀλλ᾽ ὥστε καταβάλλειν.» 13,8a 〈ἢ ὑποστέλλεσθε,〉 φησίν, 8b 〈αὐτοὶ ὑμεῖς κριταὶ γίνεσθαι,〉 13,9a 〈καλῶς γε λαλοῦντες. ἐὰν γὰρ ἐξιχνιάσῃ ὑμᾶς,〉 9b 〈εἰ καὶ τὰ πάντα ποιοῦντες προστεθήσεσθε ὁδῷ αὐτοῦ,〉 13,10a 〈οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς.〉 ἐὰν ἐξιχνιάσῃ ὑμᾶς, φησίν. «{νῦν} ὑμεῖς οἱ λαλοῦντες νῦν, εἰ ἐφ᾽ ὑμῶν τὸ πρᾶγμα ἐκρίνετο, οὐκ ἂν ταῦτα ἐφθέγξασθε.» τουτέστιν· «εἰ ὑμεῖς ἦτε ἐγὼ καὶ ἐξήταζεν ὑμῶν τὰ πράγματα ἀκριβῶς, οὐκ ἂν ἐγένεσθε κριταὶ καθάπερ νῦν.»