Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Δεύτερος κύκλος διαλόγων: Οι λόγοι του Ελιφάζ και του Βαλδάδ με τις αποκρίσεις του Ιώβ

Οι δεύτεροι επικριτικοί λόγοι του Ελιφάζ και του Βαλδάδ για την τιμωρία των ασεβών. Ο Ιώβ τους αποκαλεί κακούς παρηγορητές, περιγράφει την κοινωνική του απομόνωση και εκφράζει την ελπίδα της αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 8 από 14

εἰ δέ τι μέλλοι χρηστὸν αὐτῷ συμβαίνειν μετὰ τὴν τελευτήν, τοῦτο δὴ οὔτε οἶδεν οὔτε εἴσεται, ἀλλ᾽ ὅτι μόνον αἱ σάρκες αὐτοῦ ἤλγησαν καὶ ἡ ψυχὴ αὐτοῦ ἐπ᾽ αὐτῷ ἐπένθησεν.» 15,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 15,2a 〈τίνα ἄρα σοφὸς ἀπόκρισιν δώσει συνέσεως πνεύματος;〉 2b 〈ἐμπλήσει δὲ πόνον γαστρὸς〉 15,3a 〈ἐλέγχων με ἐν ῥήμασι κενοῖς,〉 3b 〈ἐν λόγοις οἷς οὐδὲν ὄφελος.〉 τὸ πάντων δεινότατον τοῦτό ἐστιν, ὅτι ἐν προσχήματι λόγων εὐσεβῶν καὶ τάξει παραμυθίας ὥπλισεν αὐτοὺς ὁ διάβολος τιτρώσκειν αὐτόν. καὶ ὅρα, πῶς καταφορικῶς κέχρηνται τῷ λόγῳ εἰς ἄνοιαν αὐτὸν σκώπτοντες. ἐπειδὴ γὰρ εἶπεν, ὅτι καὶ ἐμοὶ καρδία ἐστι καὶ οὐ μεθ᾽ ὑμῶν τελευτήσει σοφία καὶ ἐγὼ ἐπίσταμαι καί γε νεώτερος ὑμῶν οὐκ εἰμὶ ἀσυνετώτερος ὑμῶν, ἀπὸ τούτων εὐθέως αὐτὸν βάλλει τῶν ῥημάτων καί φησιν· τίνα ἄρα σοφὸς λόγον δώσει συνέσεως πνεύματος; «ἰδού», φησίν, «ὁ σοφὸς καὶ λέγων πάντα εἰδέναι οἷα ἀποκρίνεται.» ἐνέπλησε δὲ πόνον γαστρός. τουτέστιν· «πρὸς παραμυθίαν αὐτῷ τὰ ῥήματα εἴρηται καὶ πάθους γέμει. οὐδὲν ὑγιὲς ἔχει», φησίν, «ἡ δικαιολογία αὕτη· ἀδιάκριτα πάντα», φησίν, «καὶ τολμηρά, καὶ σὺ σαυτῷ περιπαρῆναι δυνήσῃ.» ὁρᾷς, πῶς ἐστι φιλότιμος καὶ πρὸς τί ἵσταται;

ἐπειδὴ γὰρ εἶπεν· οὐ μεθ᾽ ὑμῶν τελευτήσει σοφία, τοῦτο βούλεται ἀντιστρέψαι καὶ δεῖξαι, ὅτι οὐδὲν πλέον οἶδεν αὐτῶν. 15,4a 〈ὅτι καὶ σύ,〉 φησίν, 〈ἀπεποιήσω φόβον,〉 4b 〈συνετελέσω ῥήματα τοιαῦτα ἐναντίον κυρίου,〉 15,5a 〈ὅτι ἔνοχος εἶ ῥήμασι στόματός σου〉 5b 〈καὶ οὐ διέκρινας ῥήματα δυναστῶν.〉 15,6a 〈ἐλέγξαι σε τὸ σὸν στόμα καὶ μὴ ἐγώ,〉 6b 〈τὰ δὲ χείλη σου καταμαρτυρήσει σου.〉 15,7a 〈τί γάρ;〉 φησίν, 〈μὴ πρῶτος ἄνθρωπος ἐγεννήθης,〉 7b 〈ἢ πρὸ θινῶν ἐπάγης;〉 15,8a 〈ἢ σύνταγμα κυρίου ἀκήκοας,〉 8b 〈ἢ εἰς σὲ ἀφίκετο σοφία;〉 15,9a 〈τί γὰρ οἶδας, ὃ οὐκ οἴδαμεν;〉 9b 〈ἢ τί συνίεις, ὃ οὐχὶ καὶ ἡμεῖς;〉 15,10a 〈καί γε πρεσβύτης καί γε παλαιὸς ἐν ἡμῖν〉 10b 〈βαρύτερος τοῦ πατρός σου ἡμέραις.〉 15,11a 〈ὀλίγα ὧν ἡμάρτηκας μεμαστίγωσαι,〉 11b 〈μεγάλως ὑπερβαλλόντως λελάληκας.〉 μονονουχὶ λέγων· «μὴ γὰρ δὴ πρὸ πάντων αὐτὸς εἶ, ἵνα ἀπὸ τοῦ χρόνου τοῦ μακροῦ μάθῃς. ἢ παρὰ τοῦ θεοῦ τι ἀκήκοας; οὐδὲν ἡμῶν πλεονάζεις κατὰ τὸ εἰδέναι, ἐπειδὴ εἶπες, ὅτι ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται· οὐκοῦν ἑάλως. οὐ γὰρ δὴ σὺ μακροῦ χρόνου εἶ οὐδὲ πρὸ τοῦ κόσμου γέγονας.» ἀλλ᾽ ἐκεῖνος εἶπεν, ἐπειδὴ οὗτοι μέγα ἐφρόνουν. ὀλίγα, φησίν, ὧν ἡμάρτηκας μεμαστίγωσαι. ἐπειδὴ ἐκεῖνος εἶπεν· τίνες εἰσὶν αἱ ἀνομίαι μου, δίδαξόν με, οὗτος ἐξ ἄλλης ὑπερβολῆς φησιν· «οὐδὲ τὸ πολλοστὸν μέρος ἀπέτισας.» εἶτα πάλιν ἁπλῶς μάχεται.

μὴ γὰρ εἶπεν, ὅτι «ἄμεμπτός εἰμι παρὰ τῷ θεῷ»;

καὶ μὴν λέγει, ὅτι «τὰς ἀνομίας μου κατέγραψας», ὅτι «τὰς ἁμαρτίας μου ἐν μνήμῃ ἔλαβες». 15,12a 〈τί ἐτόλμησεν,〉 φησίν, 〈ἡ καρδία σου,〉 12b 〈ἢ τί ὑπήνεγκαν οἱ ὀφθαλμοί σου,〉 15,13a 〈ὅτι θυμὸν ἔρρηξας ἔναντι κυρίου,〉 13b 〈ἐξήγαγες δὲ ἐκ στόματος ῥήματα τοιαῦτα;〉 15,14a 〈τίς γὰρ ὢν βροτὸς ἔσται ἄμεμπτος〉 14b 〈ἢ ὡς ἐσόμενος δίκαιος γεννητὸς γυναικός;〉 15,15a 〈εἰ κατὰ ἁγίων οὐ πιστεύει, μέμψις.〉 15b 〈οὐρανὸς δὲ οὐ καθαρὸς ἐναντίον αὐτοῦ, ἄστρα δὲ οὐκ ἄμεμπτα.〉 εἶτά φησιν· 15,16a 〈ἔα δὲ ἐβδελυγμένος καὶ ἀκάθαρτος〉 16b 〈ἀνὴρ πίνων ἀδικίας ἴσα ποτῷ.〉 ὁρᾷς, πῶς αὐτὸν ἔπληττεν, πῶς κατὰ φύσιν δείκνυσι τὴν κακίαν οὖσαν; 15,17a 〈ἀναγγελῶ οὖν σοι, σὺ δὲ ἄκουέ μου·〉 17b 〈ἃ δὴ ἑώρακα, ἀναγγελῶ σοι,〉 15,18a 〈ἃ σοφοὶ ἀναγγελοῦσι〉 18b 〈καὶ οὐκ ἔκρυψαν πατέρας αὐτῶν.〉 15,19a 〈αὐτοῖς μόνοις ἐδόθη ἡ γῆ,〉 19b 〈καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾽ αὐτούς.〉 15,20a 〈πᾶς ὁ βίος ἀσεβῶν ἐν φροντίδι,〉 20b 〈ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάστῃ,〉 15,21a 〈ὁ δὲ φόβος αὐτοῦ ἐν ὠσὶν αὐτοῦ.〉 21b 〈ὅταν δοκῇ ἤδη εἰρηνεῦσαι,〉 21c 〈τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ.〉 15,22a 〈μὴ πιστευέτω ἀποστραφῆναι ἀπὸ σκότους·〉 22b 〈ἐντέταλται γὰρ ἤδη εἰς χεῖρας σιδήρου,〉 22c 〈καταπίπτει δὲ εἰς ἐξάλειψιν〉 15,23a 〈καὶ κατατέτακται εἰς σῖτα γυψίν.〉 23b 〈οἶδεν δὲ ἐν ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα.〉 ἐπειδὴ εἶπεν· ἐν μακρῷ χρόνῳ σοφία εὑρίσκεται, «ἃ εἶπον», φησίν, «οἱ πατέρες αὐτῶν καὶ οὐκ ἔκρυψαν παρ᾽ ἑαυτοῖς.»

καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ᾽ αὐτούς. τουτέστιν· οἱ σοφοὶ καὶ εἰρήνης ἀπολαύοντες ἐκγόνοις παραδιδόντες οὐδὲ πόλεμον ὑπέμειναν οὐδὲ μάχην εἶδον οὐδὲ ἀνάστατοι γεγόνασιν, ἀλλ᾽ ἔστησαν γενναίως καὶ ἀνδρείως καὶ περιεγένοντο καὶ ἐκράτησαν ἰσχύος καὶ δυνάμεως μεγέθους πολλῆς ἀπολαύοντες εἰρήνης. πᾶς ὁ βίος ἀσεβῶν, φησίν, ἐν φροντίδι. καὶ ὅταν κατειρηνεύσωσιν, τὸ συνειδὸς αὐτῶν τοιοῦτον. ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάσταις. τοῖς ἀδίκοις, φησίν· οἱ γὰρ τύραννοι ὀλιγοχρόνιοι. ὅταν δοκῇ εἰρηνεύειν, τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. ὥστε μαθεῖν, ὅτι ἄνωθεν ὁ πόλεμος, οὐδὲ ἔσται αὐτῷ μεταβολὴ τῶν δεινῶν. καὶ κατατέτακται εἰς σῖτα γυψίν, ἐντέταλται εἰς χεῖρας σιδήρου. ὅρα, καὶ ὁ θάνατος ἐλεεινός, οὐ κατὰ τὸν κοινὸν νόμον τῆς φύσεως, ἀλλὰ βίᾳ καὶ πολέμῳ καὶ μάχῃ, καὶ μετὰ θάνατον οὐδὲ ταφὴ οὐδὲ κηδεία, καὶ οὐ μόνον τὸ ἄταφον, ἀλλὰ καὶ σῖτα γυψίν, φησίν. οἶδε δὲ ἐν ἑαυτῷ, ὅτι μένει αὐτὸν πτῶμα.

τοῦτο χαλεπώτερον τὸ συνειδός, ὅταν αὐτῷ τοιαῦτα μαντεύηται καὶ προλέγῃ. 15,23c 〈ἡμέρα σκοτεινὴ στροβήσει αὐτόν,〉 15,24a 〈ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει.〉 24b 〈ὥσπερ στρατηγός,〉 φησίν, 〈πρωτοστάτης πεπτωκώς,〉 15,25a 〈ὅτι ἦρκεν χεῖρας ἔναντι κυρίου,〉 25b 〈ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν,〉 15,26a 〈ἔδραμεν δὲ ἔναντι αὐτοῦ ὕβρει〉 26b 〈ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ,〉 15,27a 〈ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ.〉 καθάπερ ἐκεῖνος λαμπρός ἐστι καὶ περιφανής, εἰς δὲ ἐπικίνδυνον τόπον στὰς εὐθέως ἀπολεῖται, ὥσπερ ἐκεῖνος ἑτέρων ἄρχων πρὸ τῶν ἄλλων πεσεῖται, οὕτω καὶ οὗτος. ὅρα παράδειγμα οἷον ἔδωκεν· «τί αὐτὸν ὠφελεῖ», φησίν, «ἡ στρατηγία καὶ ἡ ἀρχή, ὅτι ἦρκε χεῖρας ἔναντι κυρίου;» εἶτα λέγει ἀράς τινας τὰς πάντως ἀποβησομένας τοῖς ἀσεβέσιν.

εἰπὼν γάρ· 15,27b 〈καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ, αἶνος δὲ αὐτοῦ ὕβρις.〉 15,28a 〈αὐλισθείη δὲ πόλεις ἐρήμους〉 28b 〈καὶ εἰσέλθοι εἰς οἴκους ἀοικήτους.〉 28c 〈ἃ δὴ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται.〉 15,29a 〈οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ τὰ ὑπάρχοντα αὐτοῦ,〉 29b 〈οὐδὲ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν,〉 15,30a 〈οὐδὲ μὴ ἐκφύγῃ σκότος.〉 30b 〈τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος〉 30c 〈καὶ ἐκπέσοι αὐτοῦ τὸ ἄνθος.〉 15,31a 〈μὴ πιστευέτω, ὅτι ὑπομενεῖ·〉 31b 〈κενὰ γὰρ αὐτῷ ἀποβήσεται.〉 τότε ἐπήγαγεν· 15,32a 〈ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται,〉 32b 〈καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ·〉 15,33a 〈τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας,〉 33b 〈καὶ ἐκπέσοι ὥσπερ ἄνθος ἐλαίας.〉 15,34a 〈μαρτύριον γὰρ ἀσεβοῦς θάνατος,〉 34b 〈πῦρ δὲ κατακαύσει οἴκους δωροδεκτῶν,〉 15,35a 〈καὶ ἐν γαστρὶ λήψονται ὀδύνας.〉 35b 〈ἀποβήσεται δὲ αὐτῷ κενά,〉 35c 〈ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει πόνον.〉 πανταχοῦ τὸ ἄωρον καὶ ἀτέλεστον παρίστησιν. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, τουτέστιν· ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτω δεῖ παθεῖν πάντας.

καὶ πάλιν μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστιν· δῆλος, καταφανής, οὐδενὶ ἄγνωστος. 16,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 16,2a 〈ἀκήκοα τοιαῦτα πολλά,〉 2b 〈παρακλήτορες κακῶν πάντες.〉 ἐπειδὴ ὥσπερ τι ἐξαίρετον τοῦτό φησιν καὶ ὥσπερ διήγημα παλαιὸν διηγεῖται καὶ ἄνωθεν κατάγει τὴν ἱστορίαν, «μὴ γὰρ ἄδηλα ταῦτα», φησίν. «πλὴν ἐπειδὴ ἁπλῶς φθέγγεσθε καὶ τὰ ἐπερχόμενα λαλεῖτε καὶ οὐ μετρεῖτε τὰ παρ᾽ ὑμῶν ῥήματα, οὐδὲ ἐμοὶ νεμεσήσετε τὰ κατὰ ψυχὴν λέγοντι. 16,3a 〈τί γάρ; μὴ τάξις ἐστίν,〉 φησίν, 〈ἐν ῥήμασι πνεύματος;〉 3b 〈ἢ τί παρενοχλήσει σοι, ὅτι ἀποκρίνῃ;〉 16,4a 〈καὶ ἐγὼ δὲ καθ᾽ ὑμᾶς λαλήσω,〉 4b 〈εἴ γε ὑπέκειτο ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς ψυχῆς.〉 4c 〈εἶτα ἐναλοῦμαι ὑμῖν λόγοις,〉 4d 〈κινήσω δὲ καθ᾽ ὑμῶν κεφαλήν.〉 16,5a 〈εἴη δὲ ἰσχὺς ἐν τῷ στόματί μου〉 5b 〈καὶ κίνησιν χειλέων οὐ φείσομαι.〉 »ἐβουλόμην«, φησίν, »ἐν τοῖς ἐμοῖς εἶναι τὰ ὑμέτερα καὶ ὑμᾶς ἀντ᾽ ἐμοῦ εἶναι· καὶ εἶχον ἂν καὶ κινεῖν κεφαλὴν καὶ ταῦτα ποιεῖν ἅπερ ὑμεῖς. τότε ἔγνωτε μὴ φιλοσοφεῖν ἐν ἀλλοτρίοις κακοῖς. πλὴν καὶ νῦν ἐρῶ· καὶ γὰρ φέρει μοι τὸ πρᾶγμα παραμυθίαν.

ἂν γὰρ εἴπω, παραμυθοῦμαι«, φησίν, »ἂν δὲ σιωπήσω, οὐδὲν ταύτῃ τὰ δεινὰ ἔσται μοι φαυλότερα καὶ ἐλάττω.» 16,6a 〈ἐὰν γὰρ λαλήσω, οὐκ ἀλγήσω τὸ τραῦμα·〉 6b 〈ἐὰν δὲ καὶ σιωπήσω, τί ἔλαττον τρωθήσομαι;〉 ἢ τοῦτό φησιν, ὅτι «εἰ ἤμην ἐν τοῖς ὑμετέροις καὶ τῶν δεινῶν ἐκτός, τότε ἂν ἔγνωτε. οὐ γὰρ ἤλγουν λαλῶν.» εἶτα πάλιν τὴν συμφορὰν ἀναγγέλλει· 16,7 〈νῦν δὲ κατάκοπόν με πεποίηκε, μωρόν, σεσηπότα·〉 16,8a 〈καὶ ἐπελάβου μου, εἰς μαρτύριον ἐγενήθη·〉 8b 〈καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου,〉 8c 〈κατὰ πρόσωπόν μου ἀνταπεκρίθη.〉 16,9a 〈ὀργῇ χρησάμενος κατέβαλέ με,〉 9b 〈ἔβρυξε δὲ ἐπ᾽ ἐμὲ τοὺς ὀδόντας αὐτοῦ,〉 9c 〈βέλη πειρατηρίων αὐτοῦ ἐπ᾽ ἐμοὶ ἔπεσεν.〉 16,10a 〈〈ἔπαισεν〉 ἀκίσιν ὀφθαλμούς μου καὶ ἐνήλατό μοι ἐν τόξῳ.〉 10b 〈ἕλκει ὀξεῖ ἔπαισέ με ἐπὶ τὰ γόνατα,〉 10c 〈ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ᾽ ἐμέ.〉 16,11a 〈παρέδωκε γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου,〉 11b 〈ἐπὶ δὲ ἀσεβεῖς ἔρριψέ με.〉 16,12a 〈εἰρηνεύοντα διεσκέδασέ με,〉 12b 〈λαβὼν δὲ τῆς κόμης διέτιλέ με,〉 12c 〈κατέστησέ με ὥσπερ σκοπόν.〉 16,13a 〈ἐκύκλωσάν με λόγχαις〉 13b 〈βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι,〉 13c 〈ἐξέχεαν εἰς γῆν τὴν ζωήν μου.〉 16,14a 〈κατέβαλόν με πτῶμα ἐπὶ πτώματι,〉 14b 〈ἔδραμον ἐπ᾽ ἐμὲ δυνατοί.〉 «οὐκ ἀρκεῖ», φησίν, «ὅτι κολάζομαι, ἀλλὰ καὶ δοκῶ ἀνόητος εἶναι», ἢ ὅτι· «ἐξέστην τῶν κατὰ φύσιν φρενῶν.»

εἶτα ἀνθρωπίνως αὐτὸν εἰσάγει πολεμοῦντα αὐτῷ μετὰ θυμοῦ· 16,15a 〈σάκκον,〉 φησίν, 〈ἔρραψαν ἐπὶ βύρσῃ μου,〉 15b 〈τὸ δὲ σθένος μου εἰς γῆν ἔσβεσαν.〉 τουτέστιν· «ἐμελάνωσέ με», ἢ ἀπὸ κακῶν ἢ ὅτι σάκκος περιεγένετο. 16,16a 〈ἡ γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ,〉 16b 〈ἐπὶ δὲ βλεφάρων μου σκιὰ θανάτου.〉 16,17a 〈ἄδικον γὰρ οὐδὲν ἦν ἐν χερσί μου,〉 17b 〈εὐχὴ δέ μου καθαρά.〉 16,18a 〈γῆ, μὴ καλύψῃς ἐφ᾽ αἵματι τῆς σαρκός μου.〉 τοῦτο γὰρ ἔθος τοῖς ἐν δεινοῖς οὖσι τὰ κακὰ αὐτῶν μὴ καλύπτεσθαι. «τοσοῦτον ἀπέχω», φησίν, «τοῦ συνειδέναι ἑαυτῷ, ὥστε βούλομαι πάντας ὁρᾶν, ἃ πάσχω.» 16,18b 〈μηδὲ εἴη τόπος τῆς κραυγῆς μου.〉 «μηδὲ τὴν κραυγήν μου καλύψῃς.» 16,19a 〈καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου,〉 19b 〈ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις.〉 16,20a 〈ἀφίκοιτο ἡ δέησίς μου πρὸς κύριον,〉 20b 〈ἐναντίον δὲ αὐτοῦ στάξαι μου ὁ ὀφθαλμός.〉 μονονουχὶ λέγων· «ἀκούσαι ταῦτα ὁ θεός», φησίν, «ἴδοι ταῦτα ὁ θεός.» 16,21a 〈εἴη δὲ ὁ ἔλεγχός μου ἔναντι κυρίου,〉 21b 〈καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ.〉 τουτέστιν· «δικάζομαι πρὸς αὐτόν.» πάλιν τὰ αὐτά· 16,22a 〈ἔτη δὲ ἀριθμητὰ ἥκασί μοι,〉 22b 〈ὁδῷ δέ, ᾗ οὐκ ἀναστραφήσομαι, πορεύσομαι.〉 17,1a 〈ὀλέκομαι πνεύματι φερόμενος.〉 1b 〈δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω·〉 17,2 〈λίσσομαι κάμνων, καὶ τί ποιήσω;〉 17,3a 〈ἔκλεψαν δέ μου ἀλλότριοι τὰ ὑπάρχοντα.〉 3b 〈τίς ἐστιν οὗτος;

τῇ χειρί μου συνδεθήτω,〉 17,4a 〈ὅτι καρδίαν αὐτῶν ἔκρυψαν ἀπὸ φρονήσεως.〉 4b 〈διὰ τοῦτο οὐ μὴ ὑψώσῃ αὐτούς,〉 17,5a 〈τῇ μερίδι ἀναγγελεῖ κακίας.〉 5b 〈ὀφθαλμοὶ δέ μοι ἐπὶ υἱοὺς ἐτάκησαν.〉 17,6a 〈ἔθου με θρύλημα ἐν ἔθνεσιν,〉 6b 〈καὶ ἀπέβην αὐτοῖς γέλως.〉 17,7a 〈πεπήρωνται ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου,〉 7b 〈καὶ πεπολιόρκημαι ὑπὸ πάντων μεγάλως.〉 17,8a 〈θαῦμα ἔσχεν ἀληθινοὺς ἐπ᾽ ἐμοί·〉 8b 〈δικαίῳ γὰρ παράνομος ἐπανέστη.〉 «οὐδὲ γὰρ τὸ κοινὸν τοῦτο τῶν δυσπραγούντων ἔχω εἰπεῖν, ὅτι ἐλεοῦμαι, ἀλλὰ τοὐναντίον γελῶμαι παρὰ τῶν ἀνοήτων, ἐκπλήττονται οἱ δίκαιοι ἐπ᾽ ἐμοί.» 17,9a 〈σχοίη δέ,〉 φησίν, 〈πιστὸς τὴν ἑαυτοῦ ὁδὸν〉 9b 〈καὶ ὁ καθαρὸς χερσὶν ἀναλάβοι θάρσος.〉 «πῶς», φησίν, «δύναται λοιπὸν πιστὸς ἔχεσθαι τῆς ἑαυτοῦ ὁδοῦ; πῶς δὲ καθαρὸς ἕξει θάρσος τούτων οὕτως ἐκβεβηκότων παρ᾽ ἐλπίδα; ἔστω τὰ ἐμὰ ἐν οὐδενί· πῶς ἄλλοι στήσονται ἐν τῇ ὁδῷ τῆς ἀρετῆς;

πλὴν ἀλλὰ πάλιν ὑμᾶς καλῶ εἰς κριτήριον.» 17,10a 〈οὐ μὴν δὲ ἀλλὰ πάντως ἐρείδετε καὶ δεῦτε δή· 10b 〈οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.〉 17,11a 〈αἱ ἡμέραι μου παρῆλθον ἐν βρώμῳ,〉 11b 〈ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου.〉 17,12a 〈νύκτα εἰς ἡμέραν ἔθηκα,〉 12b 〈φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.〉 17,13a 〈ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος,〉 13b 〈ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.〉 17,14a 〈θάνατον προσεκαλεσάμην πατέρα μου εἶναι,〉 14b 〈μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.〉 17,15a 〈ποῦ οὖν ἐστί μου ἡ ἐλπίς;〉 15b 〈ἢ τὰ ἀγαθά μου ὄψομαι ἔτι;〉 17,16a 〈ἢ μεθ᾽ ὑμῶν εἰς ᾅδην καταβήσεται;〉 16b 〈ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβήσομαι;〉 «λέγετέ μοι», φησίν, «“ὑπόμεινον”. ποῦ; εἰς τὸν ᾅδην; ἐκεῖνος γάρ με διαδέχεται λοιπόν. θάνατον γάρ», φησίν, «προσεκαλεσάμην πατέρα μου εἶναι», τουτέστιν· «ποθεινός μοι ὁ θάνατος, πάντως ἐκεῖ με δεῖ ἀπελθεῖν.» 18,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 18,2a 〈μέχρι τίνος οὐ παύσῃ;〉 2b 〈ἐπίσχες, ἵνα καὶ αὐτοὶ λαλήσωμεν.〉 18,3 〈διὰ τί δὲ ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου,〉 18,4a 〈κέχρησαι δὲ ὀργῇ;〉 ὅρα αὐτοὺς κρινομένους αὐτῷ, ὅρα βουλομένους ἐπιστομίζειν αὐτόν. τοῦτο οὐχὶ παραμυθουμένων ἐστίν, ἀλλὰ τοὐναντίον παροξυνόντων καὶ σκωπτόντων αὐτόν. ἐπίσχες, φησίν, ἵνα καὶ αὐτοὶ λαλήσωμεν. «διὰ τί γὰρ παρεγενόμεθα; οὐχ ἵνα καὶ αὐτοὶ λαλήσωμεν;»

διὰ τί δέ, φησίν, ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου; ὁρᾷς τὴν φιλοτιμίαν; αἰσχύνην ἡγοῦνται καὶ ἀλογίαν ἐσχάτην τὸ σιγᾶν. οὐκ ἔστι τοῦτο παραμυθουμένων. «πλειόνων πλέον ἀποίσῃ», φησίν, «αὐτὸς νικήσας ἡμᾶς καὶ περιγεγονώς.» ὅρα πάντας αὐτῷ μακρηγορίαν ἐγκαλοῦντας, ὅρα μεμφομένους καὶ αἰτιωμένους. 18,4b 〈τί γάρ;〉 φησίν, 〈ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἔσται ἡ ὑπ᾽ οὐρανὸν〉 4c 〈ἢ κατασκαφήσεται ἡ γῆ ἐκ θεμελίων;〉 ἐπειδὴ συνεχῶς τοῦτο ἐθρήνει, ὅτι «ἀποθανεῖν βούλομαι», ποία τοῦτο παραμυθία; πῶς δὲ ἄν τις αὐτὸν κατέβαλεν ἑτέρως; μὴ γὰρ δὴ τοῦτο ἔλεγεν, ὅτι ἀοίκητος ἔσται ἡ ὑπ᾽ οὐρανόν, ἢ ὡς μέγα τι τῷ κοινῷ τούτῳ βίῳ συντελῶν οὕτως ἐμνημόνευσε τῆς τελευτῆς; καὶ μὴν τοὐναντίον φησίν, ὅτι οὐδέν ἐστιν ἄνθρωπος οὐδὲ ἄξιος λόγου τινός. τίνος οὖν ἕνεκεν ταῦτα λέγεις; εἶτα καὶ αὐτὸς ἁπλῶς καὶ εἰκῇ κατηγορεῖ τῶν ἀσεβησάντων ἢ πρὸς τὴν παροῦσαν ὑπόθεσιν. οὐδὲ γὰρ ἔχουσιν ἐλέγξαι τι πεπραγμένον αὐτῷ πονηρόν. ὅρα δέ μοι τὴν πονηρίαν· λέγοντες γάρ, ὅτι μεγάλα κακὰ τοῖς ἀσεβέσι συμβαίνει, ταῦτα λέγουσι τὰ κακά, ἅπερ ὁ Ἰὼβ ὑπέμεινεν, καὶ τὸν λόγον πλέκουσι διὰ τῶν τούτου συμφορῶν ὥσπερ ἐνδείξασθαι βουλόμενοι, ὅτι αὐτὸν αἰνίττονται.

ὅρα γὰρ καὶ βλέπε καὶ ἐπὶ τῶν ἄλλων καὶ ἐπὶ τούτου. 18,5a 〈καὶ φῶς ἀσεβῶν,〉 φησίν, 〈σβεσθήσεται.〉 ἐπειδὴ ἐν εὐπραγίᾳ ἦν τὸ παλαιόν. 18,5b 〈καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ,〉 φησίν. 18,6a 〈τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ αὐτοῦ,〉 6b 〈ὁ δὲ λύχνος ἐπ᾽ αὐτῷ σβεσθήσεται.〉 18,7a 〈θηρεύσειαν αὐτοῦ τὰ ὑπάρχοντα ἐλάχιστοι.〉 καὶ τοῦτο αὐτῷ συνέβη. 18,7b 〈καὶ σφαλείη αὐτοῦ ἡ βουλή,〉 18,8a 〈ἐμβληθείη δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι.〉 τουτέστιν· κατέχεται καὶ διαφυγεῖν οὐ δύναται. 18,8b 〈καὶ ἐν δικτύῳ εἱλιχθείη.〉 18,9a 〈ἔλθοιεν δὲ ἐπ᾽ αὐτῷ παγίδες κυκλόθεν,〉 9b 〈καὶ κατισχύσουσιν ἐπ᾽ αὐτὸν διψῶντες.〉 18,10a 〈κέκρυπται δὲ ἐν τῇ γῇ σχοινίον αὐτοῦ〉 10b 〈καὶ ἡ σύλληψις αὐτοῦ ἐπὶ τρίβων κυκλόθεν,〉 18,11a 〈καὶ ὀλέσειαν αὐτὸν ὀδῦναι.〉 11b 〈πολλῶν δὲ περὶ πόδας ἔλθοι ἐν λιμῷ στενῷ,〉 18,12 〈καὶ πτῶμα αὐτῷ ἡτοίμασται ἐξαίσιον.〉 18,13a 〈βρωθείησαν δὲ αὐτοῦ κλῶνες ποδῶν,〉 13b 〈κατέδεται αὐτοῦ τὰ ὡραῖα θάνατος.〉 τοῦτο τούτῳ συνέβη. 18,14a 〈ἐκραγείη δὲ ἐκ διαίτης αὐτοῦ ἴασις.〉 καὶ τοῦτο τούτῳ συμβέβηκεν. 18,14b 〈σχοίη δὲ αὐτὸν ἀνάγκη καὶ αἰτία βασιλική.〉 βασιλική, τουτέστιν ἡ τοῦ θεοῦ, ἐμοὶ δοκεῖ.

εἰ δὲ ἀνθρωπίνην λέγει, ἀναμίγνυσι καὶ τὰ μὴ συμβάντα αὐτῷ, ἵνα μὴ δόξῃ δι᾽ αὐτὸν λέγειν. 18,15a 〈κατασκηνώσει ἐν τῇ σκηνῇ αὐτοῦ καὶ ἐν τῷ σώματι αὐτοῦ,〉 15b 〈κατασπαρήσεται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ.〉 18,16a 〈ὑποκάτωθεν αἱ ῥίζαι αὐτοῦ ξηρανθήσονται,〉 16b 〈καὶ ἐπάνωθεν ἐπιπεσεῖται θερισμὸς αὐτοῦ·〉 18,17a 〈τὸ μνημόσυνον αὐτοῦ ἀπόλοιτο ἐκ γῆς.〉 «ἀπὸ τῶν παίδων», φησίν, «οὐκ ἔσται ἐπίγνωστος», ὅπερ τούτῳ συνέβη. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου, φησίν, ἤγγισαν καὶ ἔστησαν. 18,17b 〈καὶ ὑπάρχει ὄνομα αὐτῷ ἐπὶ πρόσωπον ἐξωτέρῳ〉 18,18 〈καὶ ἀπώσειαν αὐτὸν ἐκ φωτὸς εἰς σκότος.〉 18,19a 〈οὐκ ἔσται ἐπίγνωστος τῷ λαῷ αὐτοῦ〉 19b 〈οὐδὲ σεσῳσμένος ἐν τῇ ὑπ᾽ οὐρανὸν ὁ οἶκος αὐτοῦ,〉 19c 〈ἀλλ᾽ ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι.〉 18,20a 〈ἐπ᾽ αὐτῷ δὲ ἐστέναξαν ἔσχατοι,〉 20b 〈πρώτους δὲ ἔσχε θαῦμα.〉 τουτέστιν· καὶ οἱ τυχόντες καὶ οἱ ἀπερριμμένοι. 18,21a 〈οὗτοί εἰσιν οἶκοι ἀδίκων,〉 21b 〈οὗτος δὲ τόπος τῶν μὴ εἰδότων τὸν κύριον.〉 19,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 19,2a 〈ἕως τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου〉 2b 〈καὶ καθαιρεῖτέ με λόγοις;〉 ὅρα οὐ μόνον οὐδὲν εἰσφέροντας ἀπὸ τῆς παραμυθίας, ἀλλὰ καὶ τοὐναντίον ποιοῦντας, συμπράττοντας τῷ διαβόλῳ καὶ συμμαχοῦντας καὶ καθαιροῦντας αὐτοῦ τὴν ἰσχύν. οὐκ ἤρκεσε τὰ παρελθόντα;

ὅρα πάντας τοὺς τρεῖς ὡς ἐξ ἑνὸς στόματος τὰ αὐτὰ φθεγγομένους. 19,3a 〈γνῶτε μόνον,〉 φησίν, 〈ὅτι ὁ κύριος ἐποίησέ μοι οὕτως.〉 «τοῦτο γοῦν ὑμᾶς», φησίν, «ἐντρεπέτω, τὸ ἀξίωμα τοῦ κολάζοντος.» τοῖς γὰρ τοιούτοις ἐπεμβαίνειν οὐ χρὴ τοῖς ὑπὸ θεοῦ τιμωρουμένοις, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι, μάλιστα μὲν οὖν μηδενὶ ἐπιχαίρειν ἀπολλυμένῳ· οὐκ ἀθῳωθήσεται γάρ. τίς οὐκ ἂν ᾐδέσθη τὴν συμφοράν, εἰ {μὴ} τὸ ἀξίωμα. 19,3b 〈καὶ καταλαλεῖτέ μου,〉 φησίν, 〈οὐκ αἰσχυνόμενοί με καὶ ἐπίκεισθέ μοι.〉 19,4a 〈ναὶ δὴ ἐπ᾽ ἀληθείας ἐπλανήθην,〉 4b 〈καὶ ἐν ἐμοὶ αὐλίζεται πλάνος〉 4c 〈λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει.〉 4d 〈τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ.〉 τοῦτο κατὰ συνδρομὴν εἶπεν· καὶ πανταχοῦ αὐτὸ ποιεῖ πολλὰ διδοὺς κατὰ συνδρομήν. οὐκ ἀφίησιν ἐν τῷ αὐτῷ κεῖσθαι τὸν λόγον, ἀλλὰ καὶ ἐπαγωνίζεται πάλιν. «θῶμεν», γάρ φησιν, «ὅτι πολλὴν ἄνοιαν καὶ φλυαρίαν καταγινώσκετε τῶν ἐμῶν ῥημάτων καὶ ἀκαιρίαν· ἀλλ᾽ ὑμᾶς οὐκ ἐχρῆν ἐπεμβαίνειν, εἰ καὶ τοῦτο οὕτως εἶχεν, ἀλλ᾽ αἰδεῖσθαι τὴν συμφοράν, ἀλλὰ φοβεῖσθαι τὸν πλήξαντα, ἀλλὰ συγγνώμην ἀπονεῖμαι τῷ μεγέθει τῶν δεινῶν.» 19,5a 〈ἔα δέ, ὅτι ἐπ᾽ ἐμοὶ μεγαλύνεσθε,〉 φησίν, 5b 〈ἐνάλλεσθε δέ μοι ὀνείδει.〉 19,6a 〈γνῶτε, ὅτι κύριός ἐστιν ὁ ταράξας με.〉 καὶ τί τοῦτο; ὅτι αἰδεῖσθαι χρὴ καὶ φοβεῖσθαι. ἐμοὶ δοκεῖ αἰνίττεσθαι ἐνταῦθα, ὅτι οὐδὲ δι᾽ ἁμαρτήματα τοσοῦτον ἔπασχεν.

μὴ γάρ, εἴ τινα ὁ θεὸς πλήττει, οὗτος δι᾽ ἁμαρτήματα πάντως πάσχει, ὥσπερ οὐδὲ οὗτος, ἀλλ᾽ ὑπὲρ δοκιμῆς καὶ πλειόνων στεφάνων. 19,6b 〈ὀχύρωμα δὲ αὐτοῦ,〉 φησίν, 〈ἐπ᾽ ἐμὲ ὕψωσεν.〉 19,7a 〈ἰδοὺ λαλῶ ἐν εἴδει καὶ οὐ λαλήσω.〉 τουτέστιν· φανερῶς ἐν εἴδει ἢ ὡς πρός τινα διαλεγόμενος. 19,7b 〈κακράξομαι, καὶ οὐδαμοῦ κρίμα.〉 τοῦτο τὸ μέγα τῆς συμφορᾶς κεφάλαιον· «οὐδεὶς ἀκούει», φησίν, «οὐδεὶς δικάζει, οὐδεὶς ἀντιλέγει,»—τοῦτον ἐλεῆσαι οὐ χρή;— «οὐδένα βλέπω, πανταχοῦ περικεκύκλωμαι, κράζω, καὶ οὐδεὶς ἀκούει.» 19,8a 〈κύκλῳ,〉 φησίν, 〈περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ,〉 8b 〈ἐπὶ δὲ ἀτραπούς μου σκότος ἔθετο.〉 ἤτοι τὰς τῆς διανοίας ἤτοι τὰς τῆς ὁδοῦ, τουτέστιν· «ἐσκότωσέ με· οὐκ ἔχω, ποῦ ἀπελθεῖν, οὐδὲ βλέπω, οὐδὲ δύναμαι.» 19,9a 〈τὴν δόξαν ἀπ᾽ ἐμοῦ ἐξέδυσε〉 9b 〈καὶ ἀφεῖλε τὸν στέφανον ἀπὸ κεφαλῆς μου,〉 19,10a 〈διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην.〉 «ἀλλ᾽ ἔδησέ με πάντοθεν», φησίν, «οὐκ αὐτὸν ὁρῶ, οὐκ ἄλλον τινά.» 19,10b 〈ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.〉 19,11a 〈δεινῶς μοι ὀργῇ ἐχρήσατο,〉 11b 〈ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.〉 19,12a 〈ὁμοθυμαδὸν δὲ τὰ πειρατήρια αὐτοῦ ἦλθον ἐπ᾽ ἐμέ, ταῖς ὁδοῖς μου〉 12b 〈ἐκύκλωσάν με ἐγκάθετοι.〉 οἱ ἐπιβουλεύσαντες καὶ λαβόντες τὰ θρέμματα. πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. οἱ περιλειφθέντες αὐτῷ τῶν οἰκείων χαλεπωτέραν εἰργάζοντο τὴν συμφορὰν τῶν ἀπελθόντων.

ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἐποίουν λοιπόν, οὗτοι δὲ καὶ ὠνείδιζον καὶ παρήκουον καὶ κατ᾽ αὐτοῦ ἐλάλουν. 19,13a 〈ἀπ᾽ ἐμοῦ δέ,〉 φησίν, 〈ἀπέστησαν ἀδελφοί,〉 13b 〈ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ.〉 13c 〈οἱ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν,〉 19,14a 〈καὶ οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου.〉 14b 〈οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.〉 19,15a 〈γείτονες, οἰκεῖοι, θεράποντες, θεράπαιναι εἰς ἀλλότριον ἐλογίσαντό με,〉 15b 〈ἀλλογενὴς ἐγενόμην ἐναντίον αὐτῶν.〉 19,16a 〈θεράποντας δέ μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσάν μου·〉 16b 〈στόμα δέ μου ἐδεῖτο αὐτῶν.〉 19,17a 〈καὶ ἱκέτευον τὴν γυναῖκά μου,〉 17b 〈καὶ προσεκαλούμην κολακεύων υἱοὺς παλλακίδων μου,〉 19,18a 〈οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπείποντο.〉 18b 〈ὅταν ἀναστῶ, κατ᾽ ἐμοῦ λαλοῦσιν·〉 19,19a 〈ἐβδελύξαντο δέ με οἱ ἰδόντες με,〉 19b 〈καὶ οὓς ἠγάπων, ἐπανέστησάν μοι.〉 19,20a 〈ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου,〉 20b 〈τὰ δὲ ὀστᾶ μου ἐν ὀδύναις ἔχεται.〉 19,21a 〈ἐγγίσατέ μοι, ἐλεήσατε, ὦ φίλοι, ἐλεήσατέ με·〉 21b 〈χεὶρ γὰρ κυρίου ἐστὶν ἡ ἁψαμένη μου.〉 19,22a 〈διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος,〉 22b 〈ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;〉 19,23a 〈τίς δὲ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου;〉 ἤτοι τὰ τῆς συμφορᾶς ἤτοι τὰ τοῦ βίου, τὰ ἐν ταῖς ἀρεταῖς, ἃ ἐμαρτύρει αὐτῷ, ὅτι οὐκ ἦν πονηρός. γίνεται δὲ τοῦτο ἐκ τοῦ σφόδρα συνειδέναι ἑαυτῷ. «

οὕτω γὰρ θαρρῶ», φησίν, «οὐδένα ἠδικηκώς, ὥστε ἐβουλόμην καὶ μετὰ ταῦτα γραφῆναι τὰ τῆς συμφορᾶς, ἐπειδὴ φέρει τινὰ καὶ τοῦτο παραμυθίαν.» 19,23b 〈τεθῆναι δὲ αὐτὰ ἐν βίβλῳ εἰς τὸν αἰῶνα,〉 19,24a 〈ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ〉 24b 〈ἢ ἐν πέτραις ἐγγλυφῆναι;〉 ἰδού, ἐγράφη οὐκ ἐν γραφείῳ σιδηρῷ, ἀλλὰ πολλῷ μᾶλλον οὗ ᾔτησεν. ἐκεῖνα μὲν γάρ, εἰ καὶ ἐγένετο, χρόνος ἀνάλωσεν, ταῦτα δὲ μειζόνως ἐγράφη. 19,25 〈οἶδα γάρ,〉 φησίν, 〈ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ τῆς γῆς.〉 τουτέστιν· «ὁ μέλλων με παραπέμπειν τῇ γῇ θεός.» καὶ τί τοῦτο; εἰ ἀθάνατός ἐστιν ὁ θεός, διὰ τί βούλει τὰ ῥήματά σου γραφῆναι καὶ μένειν διὰ παντὸς εἰς μνήμην ἀθάνατον; ὅρα, οἷον πάθος τοῖς ἐν δυσπραγίαις ἐστίν· οὐ τοὺς παρόντας μόνον καὶ ὁρῶντας, ἀλλὰ καὶ τοὺς ὕστερον ἐσομένους βούλονται μάρτυρας εἶναι τῶν οἰκείων συμφορῶν, ὥστε πάντοθεν οἷον θηρᾶσθαί τινα συμπάθειαν. ὃ δή μοι δοκεῖ καὶ ὁ πλούσιος τότε πεπονθέναι τοὺς ὑπὲρ γῆς βουλόμενος τὰ οἰκεῖα διδάξαι κακὰ καὶ ἐν τίσιν ἐστὶν ὁ τρυφῶν πρὸ τούτου. 19,26a 〈ἀναστήσει δέ μου τὸ σῶμα τὸ ἀναντλοῦν ταῦτα·〉 26b 〈παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη.〉 ἆρα ᾔδει περὶ ἀναστάσεως; ἐμοὶ δοκεῖ καὶ περὶ ἀναστάσεως σωμάτων, εἰ μή τις λέγοι ἀνάστασιν εἶναι τὴν ἀπαλλαγὴν τῶν κατεχόντων αὐτὸν δεινῶν. ὥστε «βούλομαι», φησίν, «καὶ μετὰ τὴν ἀπαλλαγὴν τὰ δεινὰ ἀθάνατα εἶναι.»

μεγίστη αὕτη παίδευσις καὶ φιλοσοφία τοῦ θεοῦ τὰς τιμωρίας ἀεὶ πρὸ ὀφθαλμῶν ἔχειν καὶ τὰς παρελθούσας. τοῦτο γοῦν καὶ αὐτὸς ἐμηχανήσατο ἐπὶ τῶν λεπίδων τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ τῶν Σοδομιτῶν, τοῦτο καὶ ἐπὶ τοῦ ὄφεως τοῦ χαλκοῦ, τοῦτο καὶ ἐπὶ τῶν τόπων τῶν λαμβανόντων προσηγορίαν ἀπὸ τῶν τιμωριῶν, ὡς τὸ Ἐμεκαχώρ. 〈...〉 φησὶ καὶ κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν. παρὰ γὰρ κυρίου ταῦτά μοι, φησίν, συνετελέσθη, καλῶς ὡς αἰτίαν εὔλογον λέγων τῆς μεταβολῆς· αὐτός, φησίν, ἔπληξεν, αὐτὸς ἰάσεται. 19,27a 〈ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι,〉 27b 〈ἃ οἱ ὀφθαλμοί μου ἑωράκασι καὶ οὐκ ἄλλος.〉 27c 〈πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.〉 «οὐ γάρ ἐστιν», φησίν, «ἀνθρωπίνη ἡ ἐπήρεια. καὶ γὰρ τὰ συμβάντα περὶ τὰ θρέμματα ἐκ τῶν περὶ τὸ σῶμά μοι συμβάντων οἶδα θεοῦ πληγῆς ὄντα.» διὰ τοῦτό φησιν· ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι· «ἱκανὸν ἔχω διδάσκαλον τοῦ θεήλατον εἶναι τὴν πληγὴν τὰ συμβάντα μοι ταῦτα.» οἷον ὡς ὅταν λέγῃ· βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου, οὐκ ἔστι ταῦτα νόσου φυσικῆς· πάλαι ἂν ἀπηγόρευσε τὸ σῶμα. ἵνα μὴ νομίσωσιν, ὅτι ἀπὸ συνειδότος ταῦτα λέγει πονηροῦ, 19,27d 〈ἐφύλαξα,〉 φησίν, 〈ἐντολήν σου.〉 «εἰ δὲ οὐ πείθεσθε», φησίν, «ἀλλ᾽ ἀντερεῖτε, φοβήθητε τὸ τοῦ μέλλοντος ἄδηλον· πάντως γὰρ τὸν ἐν πονηρίᾳ ἀπολέσθαι δεῖ.