μὴ γάρ, εἴ τινα ὁ θεὸς πλήττει, οὗτος δι᾽ ἁμαρτήματα πάντως πάσχει, ὥσπερ οὐδὲ οὗτος, ἀλλ᾽ ὑπὲρ δοκιμῆς καὶ πλειόνων στεφάνων. 19,6b 〈ὀχύρωμα δὲ αὐτοῦ,〉 φησίν, 〈ἐπ᾽ ἐμὲ ὕψωσεν.〉 19,7a 〈ἰδοὺ λαλῶ ἐν εἴδει καὶ οὐ λαλήσω.〉 τουτέστιν· φανερῶς ἐν εἴδει ἢ ὡς πρός τινα διαλεγόμενος. 19,7b 〈κακράξομαι, καὶ οὐδαμοῦ κρίμα.〉 τοῦτο τὸ μέγα τῆς συμφορᾶς κεφάλαιον· «οὐδεὶς ἀκούει», φησίν, «οὐδεὶς δικάζει, οὐδεὶς ἀντιλέγει,»—τοῦτον ἐλεῆσαι οὐ χρή;— «οὐδένα βλέπω, πανταχοῦ περικεκύκλωμαι, κράζω, καὶ οὐδεὶς ἀκούει.» 19,8a 〈κύκλῳ,〉 φησίν, 〈περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ,〉 8b 〈ἐπὶ δὲ ἀτραπούς μου σκότος ἔθετο.〉 ἤτοι τὰς τῆς διανοίας ἤτοι τὰς τῆς ὁδοῦ, τουτέστιν· «ἐσκότωσέ με· οὐκ ἔχω, ποῦ ἀπελθεῖν, οὐδὲ βλέπω, οὐδὲ δύναμαι.» 19,9a 〈τὴν δόξαν ἀπ᾽ ἐμοῦ ἐξέδυσε〉 9b 〈καὶ ἀφεῖλε τὸν στέφανον ἀπὸ κεφαλῆς μου,〉 19,10a 〈διέσπασε δέ με κύκλῳ καὶ ᾠχόμην.〉 «ἀλλ᾽ ἔδησέ με πάντοθεν», φησίν, «οὐκ αὐτὸν ὁρῶ, οὐκ ἄλλον τινά.» 19,10b 〈ἐξέκοψε δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.〉 19,11a 〈δεινῶς μοι ὀργῇ ἐχρήσατο,〉 11b 〈ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.〉 19,12a 〈ὁμοθυμαδὸν δὲ τὰ πειρατήρια αὐτοῦ ἦλθον ἐπ᾽ ἐμέ, ταῖς ὁδοῖς μου〉 12b 〈ἐκύκλωσάν με ἐγκάθετοι.〉 οἱ ἐπιβουλεύσαντες καὶ λαβόντες τὰ θρέμματα. πολλὴ ἡ πεῖρα τοῦ διαβόλου. οἱ περιλειφθέντες αὐτῷ τῶν οἰκείων χαλεπωτέραν εἰργάζοντο τὴν συμφορὰν τῶν ἀπελθόντων.