Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Δεύτερος κύκλος διαλόγων: Ο λόγος του Σωφάρ και η απόκριση του Ιώβ

Ο Σωφάρ αναπτύσσει την ολοκληρωτική απώλεια των ασεβών. Ο Ιώβ αντικρούει τις θέσεις των φίλων του επισημαίνοντας την εγκόσμια μακροημέρευση και την παρατηρούμενη ευημερία πολλών αδίκων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 9 από 14

εἰ γὰρ ἐγὼ ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς ταὐτὰ φοβεῖσθαι ὀφείλετε καὶ δεδοικέναι. 19,28a 〈εἰ δὲ ἐρεῖτε· τί ἐροῦμεν ἐναντίον αὐτοῦ;〉 28b 〈καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ;〉 19,29a 〈εὐλαβήθητε δὲ καὶ ὑμεῖς ἀπὸ κρίματος.〉 29b 〈θυμὸς γὰρ ἐπ᾽ ἀνόμους ἐπελεύσεται,〉 29c 〈καὶ τότε γνώσονται, ὅτι οὐδαμοῦ αὐτῶν ἡ ἰσχὺς ἔσται.〉 20,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΣΩΦΑΡ Ο ΜΙΝΑΙΟΣ ΛΕΓΕΙ· 20,2a 〈οὐχ οὕτως ὑπελάμβανόν σε εἶναι καὶ ἀντερεῖν σε ταῦτα.〉 ὅρα πάλιν ἐπίπληξιν. 20,2b 〈καὶ οὐχὶ συνιέναι μᾶλλον ἢ ἐμέ.〉 τουτέστιν· »οὐκ ᾤμην ἀγνοεῖν σε ἅπερ ἔστι καὶ ἐπίσταμαι ἐγώ, ἅπερ οὕτω δῆλά ἐστι καὶ φυλάττει νόμον οἰκεῖον ὡς μὴ παραχαράττοντα.» 20,3a 〈παιδείαν ἐντροπῆς σου ἀκούσομαι,〉 3b 〈καὶ πνεῦμα ἐκ τῆς συνέσεώς σου ἀποκρίνεταί μοι.〉 20,4a 〈μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι,〉 4b 〈ἀφ᾽ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς;〉 «μὴ γάρ τι καινὸν γέγονεν», φησίν, «ἀφ᾽ οὗ ὁ κόσμος ἐγένετο;

καὶ γίνεται οὐδὲν παράδοξον, οὐδεμία καινοτομία οὐδὲ ἐναλλαγή.» 20,5a 〈εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον,〉 5b 〈καὶ ἡ χαρμονὴ δὲ παρανόμων ἀπώλεια.〉 εἰ δὲ ἡ εὐφροσύνη αὐτῶν πτῶμα ἐξαίσιον καὶ ἡ χαρμονὴ αὐτῶν ἀπώλεια, ποῦ τὴν ἀπώλειαν θήσομεν, εἰπέ μοι, ποῦ τὴν ὀδύνην καὶ τὴν ἀθυμίαν; 20,6a 〈ἐὰν ἀναβῇ εἰς οὐρανόν,〉 φησίν, 〈τὰ δῶρα αὐτοῦ,〉 6b 〈ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται,〉 20,7a 〈ὅταν δοκῇ ἤδη ἐστηρίχθαι,〉 7b 〈τότε εἰς τέλος ἀπολεῖται,〉 7c 〈οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν· ποῦ ἐστιν;〉 εἶτα δεικνύς, ὅτι ἄνωθεν ἡ πληγή, φησίν· 20,8a 〈ὥσπερ γὰρ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ,〉 8b 〈ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν.〉 20,9a 〈ὀφθαλμὸς γὰρ παρέβλεψε καὶ οὐ προσθήσει·〉 9b 〈καὶ οὐ προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ οὐκέτι.〉 20,10a 〈τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες,〉 10b 〈αἱ δὲ χεῖρες αὐτῶν ψηλαφήσειαν ὀδύνας.〉 ὅπερ καὶ ὁ Δαυὶδ ἔλεγεν· παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. τουτέστιν· ἀθρόως αὐτῶν ἡ ἀπώλεια γίνεται, ἵνα μὴ νομίσῃς παρὰ φυσικὴν ἀκολουθίαν τὴν συμφορὰν εἶναι, ἀλλὰ κατὰ θείαν τινὰ δύναμιν καὶ παράδοξον. καὶ μή μοι λέγε ἀνομίας μόνον, ἀλλὰ κἂν θυσίας προσενέγκωσιν, οὐδὲν ὄφελος. τοὺς υἱοὺς αὐτῶν, φησίν, ὀλέσαισαν ἥττονες.

καὶ ἀπὸ τούτου δῆλον, ὅτι θεήλατός ἐστιν ἡ πληγή, ὅτι οἱ χείρους κρατοῦσι τῶν μειζόνων καὶ περιγίνονται τῶν ἐχόντων ἰσχὺν οἱ ἀπερριμμένοι. 20,11a 〈ὀστᾶ αὐτοῦ,〉 φησίν, 〈ἐνεπλήσθη ἐκ νεότητος αὐτοῦ〉 11b 〈καὶ μετ᾽ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται.〉 20,12a 〈ἐγλυκάνθη ἐν στόματι αὐτοῦ κακία,〉 12b 〈κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ.〉 20,13a 〈οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν〉 13b 〈καὶ συνάξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ.〉 20,14a 〈καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ.〉 14b 〈χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ καὶ πόνος,〉 20,15a 〈πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται ἐκ κοιλίας αὐτοῦ.〉 «κἂν οὕτως αὐτόν», φησίν, «ἐν ἀσφαλείᾳ ἔχῃ ὥσπερ ἐν κοιλίᾳ, ταχέως αὐτὸν ἀποβαλεῖ μετ᾽ ὀδύνης.» τοῦτο γάρ ἐστιν· ἐξεμεθήσεται. τοῦτο συμβαίνει τοῖς πλουσίοις. εἶτα «καταρᾶται», φησίν, «ἀπὸ τῆς τοῦ πλούτου καυχήσεως.» 20,15b 〈ἐξ οἰκίας δὲ αὐτοῦ,〉 φησίν, 〈ἐξελκύσει αὐτὸν ἄγελος θανάτου.〉 20,16a 〈θυμὸν δὲ δρακόντων θηλάσει,〉 16b 〈καὶ ἀνέλοι αὐτὸν γλῶσσα ὄφεως.〉 20,17a 〈μὴ ἴδοι ἄμελξιν νομάδων〉 17b 〈μηδὲ νομὰς μέλιτος καὶ βουτύρου.〉 20,18a 〈εἰς κενὰ καὶ μάταια ἐκοπίασεν.

σχοίη δὲ πλοῦτον, ἐξ οὗ οὐ γεύσεται〉 18b 〈ὥσπερ στρίφνον ἀμάσητον ἀκατάποτον.〉 20,19a 〈πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν,〉 19b 〈δίαιταν δὲ αὐτῶν ἥρπασεν, καὶ οὐκ ἔστησεν.〉 20,20a 〈διὰ τοῦτο οὐκ ἔσται αὐτῷ σωτηρία ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ〉 20,21b 〈οὐδὲ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά.〉 20,20b 〈ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται,〉 20,21a 〈οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ.〉 20,22a 〈ὅταν δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται,〉 22b 〈πᾶσα δὲ ἀνάγκη ἐπ᾽ αὐτὸν ἐπελεύσεται〉 20,23a 〈καὶ πληρώσει γαστέρα αὐτοῦ.〉 23b 〈ἐπαποστείλαι ἐπ᾽ αὐτὸν θυμὸν ὀργῆς,〉 23c 〈ῥίψαι δὲ ἐπ᾽ αὐτὸν ὀδύνας·〉 20,24a 〈καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου,〉 24b 〈τρώσαι δὲ αὐτὸν τόξον χαλκοῦν〉 20,25a 〈καὶ διεξέλθοι διὰ σώματος αὐτοῦ βέλος.〉 25b 〈ἄστρα δὲ ἐν διαίταις αὐτοῦ μὴ περιπατήσαισαν·〉 25c 〈ἐπ᾽ αὐτῷ φόβοι,〉 20,26a 〈καὶ πᾶν σκότος αὐτοῦ ὑπομείναι.〉 26b 〈κατέδεται δὲ αὐτὸν πῦρ ἄσβεστον,〉 26c 〈κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον.〉 20,27a 〈ἀνακαλύψαι αὐτοῦ ὁ οὐρανὸς τὰς ἀμαρτίας,〉 27b 〈γῆ δὲ ἐπανασταίη αὐτῷ.〉 20,28a 〈ἑλκύσει αὐτοῦ τὸν οἶκον ἀπώλεια εἰς τέλος〉 28b 〈καὶ ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.〉 ταῦτα καὶ τοῦτον αἰνίττεται. 20,29a 〈αὕτη ἡ μερίς,〉 φησίν, 〈ἀσεβοῦς παρὰ κυρίου〉 29b 〈καὶ κτῆμα ὑπαρχόντων αὐτοῦ παρὰ τοῦ ἐπισκόπου.〉 ὅρα ἑκατέρους εἰς διάφορα ἀπαντῶντας, καὶ οὗτος καὶ ἐκεῖνος τὰ αὐτὰ λέγουσιν, ὅτι οἱ ἀσεβεῖς ἀπολοῦνται. 21,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 21,2a 〈ἀκούσατέ μου τῶν λόγων,〉 2b 〈ἵνα μὴ εἴη μοι αὕτη παρ᾽ ὑμῶν παράκλησις.〉 τουτέστιν· «ἵνα μάθητε, ὅτι οὐδὲν καρποῦμαι παρ᾽ ὑμῶν, ὅτι οὐχ οὕτως ἔχει ταῦτα.» 21,3a 〈βαστάσατέ με, ἐγὼ δὲ λαλήσω·〉 3b 〈εἶτα μή μου καταγελᾶτε.〉 21,4a 〈τί γάρ;

μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου;〉 4b 〈καὶ διὰ τί οὐ θυμωθήσομαι;〉 21,5a 〈ἐμβλέψαντες εἰς ἐμὲ θαυμάσατε〉 5b 〈χεῖρα θέντες ἐπὶ στόμα.〉 21,6a 〈ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα,〉 6b 〈ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι.〉 «θῶμεν γάρ», φησίν, «εἶναί με καὶ πονηρὸν καὶ ἀσεβῆ, ἀλλ᾽ οὐδὲν ἀπὸ τούτων καρποῦμαι. καὶ οἶδα μέν, ὅτι καταγελάσεσθε, πλὴν οὐ φείδομαι.» τί γάρ; φησίν, μὴ ἐξ ἀνθρώπου ἡ ἔλεγξίς μου; τουτέστιν· «οὐδεὶς δύναταί με ἐλέγξαι, οὐκ ἔστι μοι πρὸς ἄνθρωπον ὁ ἀγών.» ἐὰν γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσι δέ μου τὰς σάρκας ὀδύναι.

ὅρα πανταχοῦ, πῶς ἀπολογεῖται, πῶς τὰς ὀδύνας προτίθησιν, πῶς λέγει τὴν αἰτίαν τῶν ῥηθησομένων δεινῶν, ὅτι οὐκ οἴκοθεν οὐδὲ ἀπὸ καταστάσεώς τινος, ἀλλ᾽ ἀπὸ ταραχώδους ψυχῆς καὶ ἐσκοτισμένων λογισμῶν ταῦτα φθέγγεται. 21,7a 〈διὰ τί,〉 φησίν, 〈ἀσεβεῖς ζῶσιν,〉 7b 〈πεπαλαίωνται δὲ καὶ πλούτῳ;〉 τοῦτο πρὸς τὸν φίλον αὐτοῦ, ὅτι ἔλεγεν· χαρμονὴ ἀσεβῶν ἀπώλεια καὶ ὅτι· ἐὰν ἀνέλθῃ εἰς τὸν οὐρανὸν τὰ δῶρα αὐτῶν, καταστραφήσονται. 21,7a 〈διὰ τί ἀσεβεῖς ζῶσιν,〉 7b 〈πεπαλαίωνται δὲ καὶ πλούτῳ;〉 21,8a 〈ὁ σπόρος αὐτῶν κατὰ ψυχήν,〉 8b 〈τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν,〉 21,9a 〈οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ,〉 9b 〈μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐν αὐτοῖς.〉 21,10a 〈ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν,〉 10b 〈διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν.〉 21,11a 〈μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια,〉 11b 〈τὰ δὲ παιδία αὐτῶν προσπαίζει αὐτοῖς〉 21,12a 〈ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν,〉 12b 〈καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ.〉 21,13a 〈συνετέλεσαν,〉 φησίν, 〈ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν,〉 13b 〈ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν.〉 ὁρᾷς, πῶς οὐ λέγει, ὅτι οὐκ εἰς τέλος;

καὶ τὸ δεινόν, ὅτι· 21,14a 〈λέγει ὁ ἀσεβὴς τῷ κυρίῳ· ἀπόστα ἀπ᾽ ἐμοῦ,〉 14b 〈τὰς ὁδούς σου εἰδέναι οὐ βούλομαι.〉 21,15a 〈τί ἱκανόν, ὅτι δουλεύσομεν αὐτῷ;〉 15b 〈καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;〉 21,16a 〈ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά,〉 16b 〈ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ.〉 «οὐ τοῦτο μόνον θαυμάσαι χρή», φησίν, «ὅτι ἀντὶ πονηρίας τοιαύτας λαμβάνουσι τὰς ἀμοιβάς, ἀλλ᾽ ὅτι καὶ αὐτὴ ἡ εὐπραγία χείρους αὐτοὺς ποιεῖ.» λέγει γάρ, φησίν, τῷ κυρίῳ· ἀπόστα ἀπ᾽ ἐμοῦ. διὰ τί;

ὅτι ἐν χερσὶν αὐτῶν ἦν τὰ ἀγαθά. 21,17a 〈οὐ μὴν δὲ ἀλλὰ ἀσεβῶν λύχνος σβεσθήσεται.〉 καὶ τοῦτο γίνεται πάλιν. 21,17b 〈ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή,〉 17c 〈καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς.〉 21,18a 〈ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου〉 18b 〈ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλετο λαῖλαψ.〉 «ὥσπερ», φησίν, «εὐπραγίας ἀπολαύουσιν, οὕτω καὶ τῶν ἐναντίων.» 21,19a 〈μὴ ἐκλείποι,〉 φησίν, 〈υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ,〉 19b 〈ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.〉 21,20a 〈ἴδοιεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν,〉 20b 〈καὶ ὑπὸ κυρίου μὴ διασωθείη,〉 21,21a 〈ὅτι τὸ θέλημα αὐτοῦ ἐν οἴκῳ μετ᾽ αὐτόν,〉 21b 〈καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.〉 21,22a 〈πότερον,〉 φησίν, 〈οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;〉 ἐπειδὴ γὰρ ἔλεγεν ὁ πρὸ αὐτοῦ εἰρηκώς, ὅτι ἀφ᾽ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς ταῦτα γίνεται, καὶ ἐνεκάλει αὐτῷ ὡς τὰ σαφῆ καὶ δῆλα ἀγνοοῦντι, «εἶπες», φησίν, «ὅτι γίνεται ταῦτα· ἀλλὰ καὶ τὰ ἐναντία, ὥστε μηδεὶς νομιζέτω εἰδέναι τὸν ἀπόρρητον τοῦ θεοῦ λόγον, καθ᾽ ὃν ἅπαντα γίνεται. εἰπὲ γάρ μοι· ἐκεῖνοι οὐκ ἀσεβεῖς; διὰ τί οὐ κολάζονται; ἀλλ᾽ ὁ μὲν ἐν λιμῷ, ὁ δὲ ἐν πλούτῳ τῆς αὐτῆς οὔσης 〈τῆς〉 πονηρίας.»

εἶτά φησιν· 21,22b 〈αὐτὸς δὲ σοφοὺς διακρινεῖ.〉 21,23a οὗτος ἀποθανεῖται ἐν κράτει ἀφροσύνης αὐτοῦ,〉 23b 〈ἄλλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν·〉 21,24a 〈τὰ δὲ ἔγκατα αὐτοῦ πλήρης στέατος,〉 24b 〈ὁ δὲ μυελὸς αὐτοῦ διαχεῖται.〉 21,25a 〈ὁ δέ γε τελευτᾷ πικρίᾳ ψυχῆς〉 25b 〈οὐ φαγὼν οὐδὲν ἀγαθόν·〉 21,26a 〈ὁμοθυμαδὸν δὲ οἱ υἱοὶ αὐτοῦ ἐπὶ γῆς κοιμῶνται,〉 26b 〈σαπρία δὲ αὐτοὺς ἐκάλυψεν ἐπὶ γῆς.〉 21,27 〈ὥστε οἶδα ὑμᾶς,〉 φησίν, 〈ὅτι τόλμῃ ἐπίκεισθέ μοι,〉 21,28a 〈ὥστε ἐρεῖτε· ποῦ ἐστιν οἶκος ἄρχοντος〉 28b 〈καὶ ποῦ ἐστι σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν;〉 «οὐκ ἀπὸ λογισμῶν», φησίν, «συνετῶν οὐδὲ ἀπὸ διανοίας ὀρθῆς {ἐπὶ} ταῦτα ἐξετάζειν ὑμᾶς ἐχρῆν;