εἶτα, ἵνα μὴ λέγῃ, ὅτι «σὺ πεφεισμένως αὐτὸν ἔπληξας ὡς οἰκεῖον θεράποντα», οὐκ ἐποίησεν, ὅπερ ᾔτησεν ὁ διάβολος, καίτοι ἐνῆν καὶ τοῦτο ποιήσαντα δικαιολογήσασθαι, ὅτι «ὅπερ ἠθέλησας, ἐποίησα· σὺ εἶπας, ἵνα ἐγὼ ἅψωμαι». ἀλλ᾽ ὅμως πλέον τι ποιεῖ. 1,12a 〈καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ·〉 12b 〈ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν χειρί σου δέδωκα,〉 12c 〈ἀλλ᾽ αὐτοῦ μὴ ἅψῃ.〉 «οὕτω θαρρῶ τῷ ἀθλητῇ τῷ ἐμῷ· σὺ εἶπες· ἀπόστειλον τὴν χεῖρά σου, ἐγὼ δὲ λέγω, ὅτι ἐν τῇ χειρί σου δέδωκα πάντα ὅσα ἔστιν αὐτῷ.» ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. τουτέστιν· καταράσεται, βλασφημήσει φανερῶς, οὐχ ὑποστελλόμενος—τοῦτο γάρ ἐστιν εἰς πρόσωπον—οὐδὲ λάθρᾳ, ἀλλ᾽ ἀναισχύντως. πόθεν οἶδας, ὦ μιαρέ, τοῦτο; ἀπὸ τῶν σεαυτοῦ καὶ τὰ τῶν ἄλλων στοχάζῃ; ἐπειδὴ σὺ μηδὲν παθὼν δεινὸν ἐπήρθης κατὰ τοῦ δεσπότου, ἐνόμισας τοῦτο καὶ τὸν ἐμὸν ἀθλητὴν ὑπομένειν ἐννοῶν, ὅτι «εἰ ἐγὼ ἀσώματος ὤν», φησίν, «ἐτράπην, πολλῷ μᾶλλον οὗτος ἐν σώματι ὤν»; καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ· ἰδού, πάντα ὅσα ἔστιν αὐτῷ, ἐν τῇ χειρί σου δέδωκα, ἀλλ᾽ αὐτοῦ μὴ ἅψῃ—τουτέστι τοῦ σώματος αὐτοῦ, τουτέστι τῆς ψυχῆς αὐτοῦ. ὁρᾷς, ὅτι καὶ μέτρον δίδοται πειρασμῶν; ὁρᾷς, ὅτι τῶν βοσκημάτων οὐχ ἅπτεται, ἐὰν μὴ λάβῃ ἐξουσίαν; ἰδού, φησίν, πάντα δέδωκα ἐν τῇ χειρί σου—τῇ μιαρᾷ, τῇ ἀκορέστῳ. ταῦτα ἀναγινώσκομεν καὶ οὐ θορυβούμεθα;