Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Τρίτος κύκλος διαλόγων: Οι λόγοι του Ελιφάζ και του Βαλδάδ και οι αποκρίσεις του Ιώβ

Ο Ελιφάζ κατηγορεί ευθέως τον Ιώβ για αδικίες προς τους αδυνάτους. Ακολουθεί η παρέμβαση του Βαλδάδ και οι απαντήσεις του Ιώβ, ο οποίος εμμένει στην ακακία του και επιζητά τη δίκαιη κρίση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 10 από 14

οὐκ ἄρα παρακαλέσαι ἤλθετε.» 21,29a 〈ἐρωτήσατε παραπορευομένους ὁδόν,〉 29b 〈καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριωθήσεται,〉 21,30a 〈ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρὸς〉 30b 〈καὶ εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσεται.〉 21,31a 〈τίς ἀπαγγελεῖ ἐπὶ πρόσωπον αὐτοῦ τὴν ὀργήν;〉 31b 〈καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ;〉 21,32a 〈καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη〉 32b 〈καὶ ἐπὶ σορῷ ἠγρύπνησεν.〉 21,33a 〈ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου,〉 33b 〈καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται〉 33c 〈καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.〉 21,34a 〈πῶς δέ με παρακαλεῖτε κενά;〉 34b 〈τὸ δὲ ἀφ᾽ ὑμῶν καταπαῦσαί με οὐδέν.〉 22,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΦΑΖ Ο ΘΑΙΜΑΝΙΤΗΣ ΛΕΓΕΙ· 22,2 〈πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;〉 καὶ οὗτος τοῦτο ὡμολόγησεν ἡττηθείς. εἶτα, ἐπειδὴ ἐκ τῶν εἰρημένων συνήγετο τὸ μὴ εἶναι ἀσεβῆ τὸν Ἰὼβ μηδὲ δεῖν ἀπὸ τῶν τιμωριῶν τοὺς τρόπους στοχάζεσθαι 〈...〉. ὅρα, πῶς κακούργως· ταύτῃ σχεδὸν καὶ τὴν πρόνοιαν ἀναιρεῖ· 22,3a 〈τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ᾖς ἄμεμπτος τοῖς ἔργοις;〉 τουτέστιν· οὐδὲν τοῦτο πρὸς τὸν θεόν. 22,3b 〈ἢ ὠφέλεια αὐτῷ, ὅτι ἁπλώσεις τὴν ὁδόν σου;〉 «μὴ γάρ τι εἰς τὴν αὐτοῦ συντελεῖ τοῦτο ὠφέλειαν;» φησίν.

ἐπειδὴ γὰρ ἄνω καὶ κάτω ἔλεγεν, ὅτι «ὁ θεὸς ταῦτα ἐποίησε καὶ δι᾽ αὐτὸν πάσχω», θέλει δεῖξαι, ὅτι οὐ παρὰ τοῦ θεοῦ. 22,4a 〈ἢ λόγον σου ποιούμενος,〉 φησίν, 〈ἐλέγξει σε〉 4b 〈καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν;〉 «μάλιστα μὲν οὖν, εἰ καὶ δίκαιος ᾖς, οὐδὲν αὐτῷ μέλει οὐδ᾽ ἔχει σου λόγον.» τουτέστιν· οὐ πολλῆς τῷ θεῷ τοῦτο σπουδῆς ἄξιον. «πλὴν εἰ καὶ ἐβούλετό σε κρῖναι, πολλὰ ἂν εὗρεν ἁμαρτήματα, εἴ γε δικαίως ἤθελε μετὰ σοῦ κριθῆναι.» εἶτα καταλέγει τὰ ἁμαρτήματα· 22,5a 〈πότερον οὐχὶ ἡ κακία σού ἐστι πολλή,〉 5b 〈ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι;〉 22,6a 〈ἠνεχύραζες γὰρ τοὺς ἀδελφούς σου διὰ κενῆς,〉 6b 〈ἀμφίασιν δὲ γυμνῶν ἀφείλου,〉 22,7a 〈οὐδὲ ὕδωρ διψῶντας ἐπότισας,〉 7b 〈ἀλλὰ πεινῶντας ἐστέρησας ψωμῶν.〉 22,8a 〈ἐθαύμασας δέ τινων πρόσωπα,〉 8b 〈ἐκοίμισας δὲ πτωχοὺς ἐπὶ γῆς·〉 22,9a 〈χήρας δὲ ἐξαπέστειλας κενὰς〉 9b 〈καὶ ὀρφανοὺς ἐκάκωσας.〉 22,10a 〈τοιγαροῦν ἐκύκλωσάν σε παγίδες,〉 10b 〈καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος.〉 καὶ πόθεν; «

ὅτι κολάζῃ», φησίν. 22,11a 〈τὸ φῶς σοι εἰς σκότος ἀπέβη,〉 11b 〈κοιμηθέντα δέ σε ὕδωρ ἐκάλυψεν.〉 τουτέστιν· «ἐν ἐρημίᾳ καὶ αἴθριος ἀλήτης καὶ φυγὰς ἀνέστιος γέγονας.» 22,12a 〈μὴ ὁ τὰ ὑψηλὰ ναίων οὐκ ἐφορᾷ,〉 12b 〈τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν;〉 22,13a 〈καὶ εἶπας· τί ἔγνω ὁ ἰσχυρός;〉 13b 〈ἦ κατὰ τοῦ γνόφου κρίνει;〉 22,14a 〈νεφέλη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται〉 14b 〈καὶ γῦρον οὐρανοῦ διαπορεύεται.〉 22,15a 〈μὴ τρίβον αἰώνιον φυλάξεις,〉 15b 〈ἣν ἐπάτησαν ἄνδρες δίκαιοι,〉 22,16a 〈οἳ συνελήφθησαν ἄωροι;〉 16b 〈ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν,〉 22,17a 〈οἱ λέγοντες· τί ποιήσει ἡμῖν ὁ κύριος〉 17b 〈ἢ τί ἐπάξει ἡμῖν ὁ παντοκράτωρ;〉 22,18a 〈ὁ δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν,〉 18b 〈βουλὴ δὲ ἀσεβῶν πόρρω αὐτοῦ.〉 22,19a 〈ἰδόντες δὲ οἱ δίκαιοι ἐγέλασαν,〉 19b 〈ἄμεμπτος δὲ ἐμυκτήρισεν αὐτούς.〉 22,20a 〈εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν,〉 20b 〈καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.〉 22,21a 〈γενοῦ δὲ σκληρός, ἐὰν ὑπομείνῃς·〉 21b 〈ἦ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς.〉 22,22a 〈ἔκλαβε δέ,〉 φησίν, 〈ἐκ στόματος αὐτοῦ ἰσηγορίαν σὺν ἐξομολογήσει〉 22b 〈καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου.〉 τουτέστιν· «ἐναντίον αὐτοῦ ἀντίλεξον, ἐὰν ὑπομείνῃς.»

οὐδαμῶς. 22,23a 〈ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου〉 23b 〈καὶ πόρρω ποιήσῃς ἀπὸ διαίτης σου τὸ ἄδικον,〉 22,24a 〈θήσεις ἐπὶ χώματι ἐν πέτρᾳ〉 24b 〈καὶ ὡς πέτρα χειμάρρου Σωφείρ.〉 22,25a 〈ἔσται σοι βοηθὸς ὁ παντοκράτωρ ἀπὸ ἐχθρῶν,〉 25b 〈καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον.〉 22,26a 〈εἶτα ἐν παρρησίᾳ ἔσῃ ἔναντι κυρίου〉 26b 〈ἀναβλέψας εἰς οὐρανὸν ἱλαρῶς.〉 22,27a 〈εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου,〉 27b 〈δώσει δὲ τὰς εὐχάς σου ἀποδοῦναι.〉 22,28a 〈ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης,〉 28b 〈ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος,〉 22,29a 〈ὅτι ἐταπείνωσας σεαυτόν. καὶ ἐρεῖς· ὑπερηφανευσάμην,〉 29b 〈καὶ κύφοντα ὀφθαλμοῖς σώσει·〉 22,30a 〈ῥύσεται δὲ ἀθῷον,〉 30b 〈καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.〉 23,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 23,2a 〈καὶ δὴ οἶδα, ὅτι ἐκ χειρῶν μου ἡ ἔλεγξίς ἐστιν.〉 τουτέστιν· «τὸν κατήγορον μετ᾽ ἐμαυτοῦ περιφέρω· τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω.» 23,2b 〈ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾽ ἐμοί, στενάζω δὲ ἐπ᾽ ἐμαυτόν.〉 «εἴθε ἐνῆν», φησίν, «παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι ἢ εὑρεῖν αὐτόν. εἴθε ἐνῆν δικάσασθαι», φησίν, «καὶ ἐντυχεῖν αὐτῷ καὶ μαθεῖν, τίνα ἦν, ἃ ἔμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἔμελλε λέγειν.» ὅρα, πῶς ἐπέτυχεν, ὅπερ ηὔχετο· τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. «

ἤθελον μαθεῖν, τί μοι ἔμελλεν ἐρεῖν καὶ εἰ ἔμελλε με ὁμοίως κολάζειν.» ταῦτα δὲ εἶπεν οὐχ ὡς καταγινώσκων ἀδικίαν. 23,3a 〈τίς ἂν γνῴη, ὅτι εὕροιμι αὐτὸν〉 3b 〈καὶ ἔλθοιμι εἰς τέλος;〉 23,4a 〈εἴποιμι δὲ ἐμαυτοῦ κρίμα,〉 4b 〈τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχου.〉 23,5a 〈γνοίην δὲ ῥήματα, ἅ μοι ἐρεῖ,〉 5b 〈αἰσθοίμην δέ, τίνα μοι ἀπαγγελεῖ,〉 23,6a 〈καὶ εἰ πολλῇ ἰσχύι ἐπελεύσεταί μοι〉 6b 〈καὶ εἰ ἐν ἀπειλῇ οὐ χρήσεταί μοι.〉 «καὶ γάρ, εἰ πολλῇ ἰσχύι χρήσεταί μοι καὶ ἀπειλῇ, ἀλλ᾽ ὅμως οἶδα, ὅτι ἀλήθεια παρ᾽ αὐτῷ ἐστιν.» 23,7a 〈ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾽ αὐτῷ·〉 7b 〈ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα.〉 τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν· «ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς.» εἶτά φησιν, ὅτι «ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀποθανεῖν οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν». 23,8a 〈ἐὰν γὰρ πορευθῶ εἰς τὰ πρῶτα, οὐκέτι εἰμί,〉 8b 〈τὰ δὲ ἐπ᾽ ἐσχάτοις τί οἶδα αὐτόν;〉 23,9a 〈ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον,〉 9b 〈περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι.〉 23,10a 〈οἶδε γὰρ ἤδη ὁδόν μου αὐτὸς〉 10b 〈καὶ διέκρινέ με ὥσπερ χρυσίον.〉 23,11a 〈ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ·〉 11b 〈ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκλίπω.〉 23,12a 〈ἀπὸ ἐντολῶν αὐτοῦ οὐ μὴ παρέλθω, ἵνα μὴ ἀποθάνω.〉 «οἶδεν», φησίν, «τὴν ὁδόν μου καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ.

ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;» 23,12b 〈ἐν δὲ κόλπῳ μου,〉 φησίν, 〈ἔκρυψα ῥήματα αὐτοῦ.〉 23,13a 〈εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτω, τίς ἐστιν ὁ ἀντερῶν αὐτῷ;〉 13b 〈ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν.〉 23,15a 〈διὰ τοῦτο ἐπ᾽ αὐτῷ ἐσπουδάκειν,〉 15b 〈νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.〉 15c 〈ἐπὶ τούτῳ ἐπὶ προσώπου αὐτοῦ κατασπουδασθῶ,〉 15d 〈κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.〉 «οὐχ ἥμαρτον», φησίν, «καὶ τί τοῦτο;» οὐ γὰρ δὴ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν θεῷ, ἀλλὰ καὶ τούτων χωρίς, τῶν ἁμαρτημάτων λέγω. 23,16a 〈κύριός μου ἐμαλάκυνε τὴν καρδίαν,〉 16b 〈ὁ δὲ παντοκράτωρ ἐσπούδασεν ἐπ᾽ ἐμέ.〉 23,17a 〈οὐ γὰρ ᾔδειν, ὅτι ἐπελεύσεταί μοι γνόφος,〉 17b 〈πρόσωπον δέ μου καλύψει σκότος.〉 «οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο», φησίν, «ἀπροσδόκητον τὸ κακόν. στοχάζομαι τῆς τοῦ θεοῦ χειρὸς εἶναι τὴν πληγήν.» καὶ καλῶς εἶπεν· πρὸ προσώπου μου. οὐ γὰρ κοινὸν τὸ σκότος ἐστίν, ἀλλὰ τῆς ἀθυμίας ἐστίν. εἶτα πάλιν ὁμοίως ἀπορεῖ καί φησιν· «διὰ τί ἀσεβεῖς εὐπραγοῦσιν;» 24,1 〈διά τί δέ,〉 φησίν, 〈κύριε, ἔλαθον ὥρας〉 24,2a 〈ἀσεβεῖς ἄνδρες;

ὅριον δὲ ὑπερέβησαν〉 2b 〈καὶ ποίμνιον σὺν ποιμένι ἥρπασαν.〉 24,3a 〈ὑποζύγιον δὲ ὀρφανῶν ἀπήγαγον〉 3b 〈καὶ βοῦν χήρας ἠνεχύρασαν.〉 24,4a 〈ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας,〉 4b 〈ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πραεῖς γῆς·〉 24,5a 〈καὶ ἀπέβησαν ὥσπερ ὄνοι ἐν ἀγρῷ〉 5b 〈ὑπὲρ ἐμοῦ ἐξελθόντες τῇ ἑαυτῶν πράξει.〉 24,6a 〈ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν,〉 24,5c 〈ἡδύνθη δὲ αὐτῶν ἄρτος εἰς νεωτέρους.〉 24,6b 〈ἀδύνατοι δὲ ἀσεβῶν ἀμπελῶνας ἀσιτὶ καὶ ἀμισθὶ εἰργάσαντο.〉 24,7a 〈γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων,〉 7b 〈ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλοντο.〉 24,8a 〈ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται〉 8b 〈καὶ παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην πέτραν περιεβάλοντο.〉 ὥσπερ γὰρ τοῦτο ἀπορίας ἐστίν, διὰ τί ὁ μὲν ἀδίκως πάσχει τοιαῦτα, οὕτω κἀκεῖνα, ὡς ἑκατέρωθεν θορυβεῖσθαι καὶ ταράττεσθαι εἰκός. ἀπέβησαν δέ, φησίν, ὥσπερ ὄνοι ἐν ἀγρῷ. τουτέστιν· πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν, οὐδεὶς αὐτοὺς ἀδικεῖ οὐδὲ κακῶς ποιεῖ.

αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς καὶ οὐ παρόψεται. 24,9a 〈ἥρπασαν δέ,〉 φησίν, 〈ὀρφανὸν ἀπὸ μαστοῦ〉 9b 〈καὶ ἐκπεπτωκότα ἐταπείνωσαν.〉 24,10a 〈γυμνοὺς ἐκοίμισαν ἀδίκως,〉 10b 〈πεινώντων δὲ τὸν ψωμὸν ἀφείλοντο.〉 24,11a 〈ἐν σκοτεινοῖς ἐνήδρευσαν ἀδίκως,〉 11b 〈ὁδὸν δικαίων οὐκ ᾔδεισαν.〉 24,12a 〈ἐκ πόλεως καὶ ἐξ οἴκων ἰδίων ἐξέβαλον αὐτούς,〉 12b 〈ψυχαὶ δὲ νηπίων ἐστέναξαν μεγάλως.〉 12c 〈αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται;〉 24,13a 〈ἔτι ὄντων αὐτῶν ἐπὶ γῆς καὶ οὐκ ἐπέγνωσαν,〉 13b 〈ὁδὸν δὲ δικαιοσύνης οὐκ ᾔδεισαν,〉 13c 〈οὐδὲ ἐπορεύθησαν ἀτραποὺς αὐτῆς.〉 24,14a 〈γνοὺς δὲ αὐτῶν τὰ ἔργα παρέδωκεν αὐτοὺς εἰς σκότος.〉 τουτέστιν· μαθὼν τὰ ἔργα, ἢ ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστιν· γνούς. 24,14b 〈καὶ νυκτός,〉 φησίν, 〈ἔσται ὡς κλέπτης.〉 24,15a 〈καὶ ὀφθαλμὸς μοιχοῦ ἐφύλαξε σκότος〉 15b 〈λέγων· οὐ προσνοήσει με ὀφθαλμός,〉 15c 〈καὶ ἀποκρυβὴν πρὸ προσώπου σου ἔθετο.〉 24,16a 〈διώρυξεν ἐν σκότει οἰκίας.〉 16b 〈ἡμέρας δὲ ἐσφράγισαν ἑαυτούς,〉 16c 〈οὐκ ἐπέγνωσαν φῶς,〉 24,17a 〈ὅτι ὁμοθυμαδὸν πρωὶ αὐτοῖς σκιὰ θανάτου,〉 17b 〈ὅτι ἐπιγνώσεται ταραχὰς σκιὰ θανάτου.〉 24,18a 〈ἐλαφρός ἐστιν ἐπὶ προσώπου ὕδατος·〉 18b 〈καταραθείη ἡ μερὶς αὐτῶν.〉 24,19a 〈ἀναφανείη δὲ τὰ φυτὰ αὐτῶν ἐπὶ γῆς ξηρά·〉 19b 〈ἀγκαλίδα γὰρ ὀρφανοῦ ἥρπασαν.〉 24,20a 〈εἶτα ἐμνήσθη αὐτοῦ ἡ ἁμαρτία,〉 20b 〈καὶ ὥσπερ ὁμίχλη δρόσου ἀφανὴς ἐγένετο.〉 20c 〈ἀποδοθείη αὐτῷ καθὰ ἔπραξεν,〉 20d 〈συντριβείη δὲ πᾶς ἄδικος ἴσα ξύλῳ ἀνιάτῳ.〉 24,21a 〈στεῖραν οὐκ ἐποίκτειραν〉 21b 〈οὐδὲ γύναιον ἠλέησαν.〉 24,22a 〈θυμῷ δὲ κατέστρεψαν ἀδυνάτους.〉 22b 〈ἀναστὰς τοιγαροῦν οὐ μὴ πιστεύσῃ ὑπὲρ τῆς ἑαυτοῦ ζωῆς.〉 24,23 〈μαλακισθεὶς δὲ μὴ ἐλπιζέτω ὑγιᾶναι, ἀλλὰ πεσεῖται νόσῳ.〉 24,24a 〈πολλοὺς γὰρ ἐκάκωσεν τὸ ὕψωμα αὐτοῦ.〉 24b 〈ἐμαράνθη δὲ ὥσπερ χλόη ἐν καύματι〉 24c 〈ἢ ὥσπερ στάχυς αὐτόματος πεσὼν ἀπὸ καλάμης.〉 24,25a 〈εἰ δὲ μή, τίς ἐστιν ὁ φάμενός με ψευδῆ λέγειν〉 25b 〈καὶ θήσει εἰς οὐδὲν τὰ ῥήματά μου;〉 25,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΒΑΛΔΑΔ Ο ΣΑΥΧΙΤΗΣ ΛΕΓΕΙ· 25,2a 〈τί γάρ ἐστι προοίμιον ἢ φόβος παρ᾽ αὐτοῦ;〉 τουτέστιν· πάντα φόβου γέμει καὶ τρόμου, καὶ οὐκ ἔστιν οὐδείς, ὃς δυνήσεται τὴν χεῖρα διαφυγεῖν ἐκείνην. 25,2b 〈ὁ ποιῶν,〉 φησίν, 〈τὴν σύμπασαν ἐν ὑψίστῳ ἐστίν.〉 25,3a 〈μὴ γάρ τις ὑπολάβοι, ὅτι ἔστι παρέλκυσις πειραταῖς;〉 3b 〈ἐπὶ τίνας δὲ αὐτῶν οὐκ ἐπελεύσεται ἔνεδρα παρ᾽ αὐτοῦ;〉 25,4a 〈πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου;〉 4b 〈ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικῶν;〉 ἐπειδὴ γὰρ εἶπεν· οὔπω ἐπισκοπὴν αὐτοῦ πεποίηται, «ναί», φησίν, «οὐκ ἔστι παρέλκυσις ἀνδράσι πειραταῖς.»

καὶ μὴν τοὐναντίον τῶν συμβαινόντων φησίν· ἔστι γὰρ παρέλκυσις. ἀλλ᾽ ὥστε ἐναντιωθῆναι τῷ Ἰὼβ ταῦτά φησιν οὗτος. πῶς γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; ὅτι, πᾶσα ἀνάγκη, κολάζεται. ἐπειδὴ γὰρ ὁ Ἰὼβ ἔλεγεν, ὅτι «ἐβουλόμην ἐλθεῖν εἰς κρίσιν· εἰ καὶ μὴ ἥμαρτον, ἀλλ᾽ ὅμως κολάζομαι», πρὸς τοῦτο οὗτός φησιν, ὅτι οὐκ ἔστι δίκαιος οὐδεὶς ἐν ἀνθρώποις. «πῶς γὰρ ἔσται δυνατὸν τοῦτο», φησίν, «δίκαιον ἕνα εἶναι καθόλου; ὥστε περιττῶς ζητεῖς τὴν κρίσιν καὶ τὴν ἐξέτασιν.» 25,4c 〈οὐρανός,〉 φησίν, 〈οὐ καθαρός.〉 25,5A 〈ὁ λέγων τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει,〉 5a 〈σελήνῃ δὲ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει,〉 5b 〈ἄστρα δὲ οὐκ ἄμεμπτα ἐναντίον αὐτοῦ.〉 25,6a 〈ἔα δέ, πᾶς ἄνθρωπος σαπρία〉 6b 〈καὶ υἱὸς ἀνθρώπου σκώληξ.〉 26,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ· 26,2a 〈τίνι πρόσκεισαι ἢ τίνι μέλλεις βοηθεῖν;〉 2b 〈πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς καὶ ὁ βραχίων κραταιός ἐστιν;〉 26,3a 〈τίνι συμβεβούλευσαι; οὐχ ᾧ ἡ πᾶσα σοφία;〉 3b 〈ἢ τίνι ἐπακολουθεῖς; οὐχ ᾧ μεγίστη δύναμις;〉 26,4a 〈τίνι ἀπήγγειλας ῥήματα;〉 4b 〈πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;〉 τουτέστιν· «οὐδὲ ἐγὼ ἐγκαλῶ, ὅτι τοῦ θεοῦ τὸ μέρος ἀνεδέξω· καὶ γὰρ οὕτως ἔδει. οὐ μὴν ἐμὲ καταδικάζειν ἐχρῆν.»