Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Η τελική απολογία του Ιώβ και η αναδρομή στον πρότερο βίο του

Εκτενής υπεράσπιση του Ιώβ, ο οποίος αναπολεί την περίοδο της παλαιάς του δόξης. Εκθέτει τις αρετές του, τη φροντίδα προς τους αδυνάτους, την καθαρότητα του βίου του και θρηνεί για τον παρόντα εμπαιγμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 11 από 14

καὶ γὰρ ἔστι καὶ τὸν ὑπὲρ τοῦ θεοῦ λόγον εἰπεῖν καὶ τοῦτον μὴ ἀφεῖναι γενέσθαι ἐγκλήμασιν ὑπεύθυνον. 26,5a 〈μὴ γίγαντες μαιωθήσονται〉 5b 〈ὑποκάτωθεν ὕδατος καὶ γειτόνων αὐτοῦ;〉 26,6a 〈γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ〉 6b 〈καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ.〉 26,7a 〈ἐκτείνων βορέαν ἐπ᾽ οὐδενί,〉 7b 〈κρεμνῶν γῆν ἐπ᾽ οὐδενός,〉 26,8a 〈δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ,〉 8b 〈καὶ οὐκ ἐρράγη νέφος ὑποκάτωθεν αὐτοῦ.〉 26,9a 〈ὁ κρατῶν πρόσωπον θρόνου,〉 9b 〈σκέπων ἐπ᾽ αὐτὸν νέφος αὐτοῦ.〉 26,10a 〈πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος〉 10b 〈μέχρι συντελείας φωτὸς μετὰ σκότους.〉 26,11a 〈στῦλοι οὐρανοῦ ἐπετάσθησαν〉 11b 〈καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.〉 26,12a 〈ἰσχύι ἑαυτοῦ κατέπαυσεν θάλασσαν,〉 12b 〈ἐπιστήμῃ δὲ ἔστρωσε τὸ κῆτος.〉 26,13a 〈κλεῖθρά τε οὐρανοῦ δεδοίκεισαν αὐτόν,〉 13b 〈προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην.〉 26,14a 〈ἰδοὺ ταῦτα μέρη ὁδοῦ αὐτοῦ,〉 14b 〈καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ.〉 14c 〈σθένος δὲ βροντῆς αὐτοῦ τίς οἶδεν ὁπότε ποιήσει;〉 27,1 ΕΤΙ ΔΕ ΠΡΟΣΘΕΙΣ ΙΩΒ ΕΙΠΕΝ ΤΩΙ ΠΡΟΟΙΜΙΩΙ· 27,2a 〈ζῇ κύριος, ὃς οὕτω με κέκρικεν,〉 2b 〈καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν·〉 27,3a 〈ἦ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης ἐν ἐμοί,〉 3b 〈πνεῦμα δὲ θεῖον ἔτι περιὸν ἐν ῥινί μου,〉 27,4a 〈οὐ μὴ λαλήσῃ,〉 φησίν, 〈τὰ χείλη μου ἄνομα〉 4b 〈οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.〉 τουτέστιν· «ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου.

οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς ἐκκροῦσαι, οὐδεὶς ἀπαγαγεῖν τοῦ προκειμένου.» 27,5a 〈μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω.〉 τουτέστιν· «οὐ κατηγορήσω ἐμαυτοῦ οὐδὲ μεταθήσομαι· κἂν μυρία λέγητε, οὐ προήσομαι τὴν ψῆφον.» 27,5b 〈οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου ἀπ᾽ ἐμοῦ,〉 27,6a 〈δικαιοσύνῃ δὲ προσέχων οὐ μὴ προῶμαι.〉 6b 〈οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἄτοπα πράξας.〉 ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «ὁ ἀδικῶν οὐκ ἔχει παρρησίαν οὐδὲ φθέγξασθαι οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ᾽ ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω, οἱ δὲ ἄδικοι οὐχ οὕτως.» 27,7a 〈οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου,〉 φησίν, 〈ὥσπερ ἡ καταστροφὴ τῶν ἀσεβῶν〉 7b 〈καὶ οἱ ἐπ᾽ ἐμὲ ἐπανιστάμενοι ὥσπερ ἡ ἀπώλεια τῶν παρανόμων.〉 «ἀπόλοιντο», φησίν, «οἱ ἐχθροί μου· συκοφαντοῦσι γάρ με.» 27,8a 〈ναὶ μήν· τίς γάρ ἐστιν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει;〉 8b 〈μὴ πεποιθὼς ἐπὶ κύριον, εἰ ἄρα σωθήσεται〉 27,9a 〈ἢ τὴν δέησιν αὐτοῦ ἀκούσῃ ὁ θεός;〉 9b 〈ἐπελθούσης δὲ ἀνάγκης〉 27,10a 〈μὴ ἔχειν τινὰ παρρησίαν ἐναντίον αὐτοῦ〉 10b 〈ἢ πῶς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;〉 τίς γάρ, φησίν, ἐστὶν ἔτι ἐλπὶς ἀσεβεῖ, ὅτι ἐπέχει; «καθάπερ ἐγώ», φησίν, «προσδοκῶ σῴζεσθαι καὶ διαφεύξεσθαι τὸν κίνδυνον τοῦτον.

ἐγὼ λέγω», φησίν. 27,11a 〈ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν, τί ἐστιν ἐν χειρὶ κυρίου·〉 11b 〈ἅ ἐστι παρὰ τῷ παντοκράτορι, οὐ ψεύσομαι.〉 τουτέστιν· “τί πράττει, τί οἰκονομεῖ ἀεί, τί ἔργον αὐτῷ”. 27,12a 〈ἰδοὺ δὴ πάντες ὑμεῖς ἑωράκατε,〉 12b 〈διότι κενὰ κενοῖς ἐπιβάλλετε.〉 27,13a 〈αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου,〉 13b 〈ὀργὴ δὲ δυναστῶν ἐλεύσεται παρὰ παντοκράτορος ἐπ᾽ αὐτούς.〉 «τοῦτο ἔργον αὐτῷ», φησίν, «τοὺς ἀσεβεῖς ἀπολλύναι· οἶδα γὰρ τοῦτο κἀγώ.»

διὰ τοῦτο γὰρ πανταχοῦ τοῦτο τίθησιν, ὅτι τοὺς πονηροὺς κολάζει, ἵνα μὴ νομίζωσιν, ὅτι ἀδικίαν τινὰ καταγινώσκει τοῦ θεοῦ. 27,14a 〈ἐὰν πολλοὶ γένωνται,〉 φησίν, 〈οἱ υἱοὶ αὐτοῦ, εἰς σφαγὴν ἔσονται·〉 14b 〈ἐὰν δὲ καὶ ἀνδρυνθῶσιν, προσαιτήσουσιν,〉 27,15a 〈οἱ δὲ περιόντες αὐτῶν κακῷ θανάτῳ τελευτήσουσιν,〉 15b 〈καὶ χήρας αὐτῶν οὐθεὶς ἐλεήσει.〉 27,16a 〈ἐὰν δὲ συναγάγῃ ὥσπερ γῆν ἀργύριον,〉 16b 〈ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ,〉 27,17a 〈ταῦτα πάντα δίκαιοι περιποιήσονται,〉 17b 〈τὰ δὲ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.〉 27,18 〈ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες καὶ ὥσπερ ἀράχνη ὁ πλοῦτος αὐτοῦ.〉 27,19a 〈πλούσιος κοιμηθεὶς οὐ προσθήσει,〉 19b 〈ὀφθαλμοὺς αὐτοῦ διήνοιξε καὶ οὐκ ἔστιν.〉 27,20a 〈κοιμηθέντι συναντήσουσιν αὐτῷ ὥσπερ ὕδωρ ὀδύναι,〉 20b 〈νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος.〉 27,21a 〈ἀναλήψεται αὐτὸν καύσων, καὶ ἀπελεύσεται,〉 21b 〈καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ〉 27,22a 〈καὶ ἀπορρίψει αὐτὸν καὶ οὐ φείσεται·〉 22b 〈ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται.〉 27,23a 〈κροτήσει ἐπ᾽ αὐτὸν χεῖρας αὐτοῦ〉 23b 〈καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.〉 28,1a 〈ἔστι γάρ,〉 φησίν, 〈ἀργυρίῳ τόπος, ὅθεν γίνεται,〉 1b 〈τόπος δὲ χρυσίῳ, ὅθεν διηθεῖται.〉 28,2a 〈σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται,〉 2b 〈χαλκὸς δὲ ἴσα λίθῳ λατομεῖται.〉 28,3a 〈τάξιν,〉 φησίν, 〈ἔθετο σκότει,〉 3b 〈καιρῶν πέρας αὐτὸς ἐξακριβάζεται.〉 ἤτοι τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσι τάξιν ὁρίσας πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ· οὐδὲν ἁπλῶς οὐδὲ εἰκῇ παρέρχεται.

ἢ ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία ἄδηλος τοῦ θεοῦ. ἀργύριον μὲν γὰρ καὶ χαλκὸς τόπον ἔχει, τῆς δὲ σοφίας τόπον οὐδεὶς ἔγνω, ἀλλ᾽ αὐτὸς μόνος οἶδε τὴν σοφίαν. ἀνθρώποις δὲ εἶπεν, ὅτι ἡ θεοσέβειά ἐστι σοφία καὶ τὸ καλὰ πράττειν ἐπιστήμη. τάξιν ἔθετο σκότει, φησίν. καλῶς εἶπε τάξιν. οἶδε παραχωρεῖν καὶ ὑπεξίστασθαι. τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοιαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. «διὰ τί σκότος», φησίν, «μὴ ἴσμεν. πάντα δύναται, πάντα σοφῶς ποιεῖ.» εἶτα πολλὰ τὰ μεταξὺ εἰπών φησιν· 28,28a 〈ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία,〉 28b 〈τὸ δὲ ἀπέχεσθαι ἀπὸ κακῶν ἐστιν ἐπιστήμη.〉 οὐδὲν ταύτης τῆς τέχνης ἴσον, οὐδὲν ταύτης τῆς σοφίας δυνατώτερον. ἀρχὴ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσι αὐτήν. τοῦτό ἐστι τὸ μέγιστον ἀγαθόν, τοῦτο ἡ μεγίστη σοφία, τὸ θεοσεβεῖν, οὐ τὸ περιεργάζεσθαι καὶ ψήφους τιθέναι καὶ εὐθύνας ἀπαιτεῖν τῶν γινομένων. μὴ δὴ ἑτέραν νομίζετε σοφίαν εὑρίσκειν. 29,1 ΠΡΟΣΘΕΙΣ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΠΡΟΟΙΜΙΩ· 29,2a 〈τίς ἄν με θείη μῆνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν;〉 τί ἐστιν· προσθεὶς τῷ προοιμίῳ; οὐ τελειοῖ τοὺς λόγους, ἀλλὰ εἰς ἀρχὴν πάλιν ἀνήγαγε μὴ συγχωρῶν διακόπτειν ἐκείνοις μηδὲ εἰς ἀντιλογίαν καθιέναι. τί οὖν φησιν; «

ἐβουλόμην γίνεσθαι μῆνα ἐπὶ τῆς εὐπραγίας τῆς παλαιᾶς, ὥστε ὑμῶν ἐμφράξαι τὰ στόματα, ὥστε δειχθῆναι, τίς ἤμην.» μῆνα ἕνα κατὰ μῆνα ἡμερῶν τῶν ἔμπροσθεν. οὐδὲν μέγα ἐζήτησεν, τριάκοντα ἡμέρας μόνον γενέσθαι ἐπὶ τῶν προτέρων ἀγαθῶν καὶ τῆς εὐθηνίας ἀπολαῦσαι ἐκείνης, ἣν οὐδεὶς οὐδέπω παραστῆσαι δύναται. εἶτα ἐπεξέρχεται τῷ λόγῳ. ἐπειδὴ γὰρ τοῦτο ἀδύνατον ἦν, κατὰ δύναμιν αὐτῷ τῷ λόγῳ παρίστησι καὶ λέγει, τίνα ἐποίει καὶ ἐν τίσιν ἦν τὸ πρότερον. ὅρα τὴν εὐσέβειαν τοῦ ἀνδρός· τὸ πᾶν τῷ θεῷ ἀνατίθησιν. οὐ γὰρ ἔστι τῆς ἄνωθεν ἀπεστερημένον ῥοπῆς δυνηθῆναι στῆναί ποτε. 29,2a 〈ἡμερῶν,〉 φησίν, 2b 〈ὧν ὁ θεὸς ἐφύλαττέ με,〉 29,3a 〈ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου,〉 3b 〈ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει,〉 29,4a 〈ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς,〉 4b 〈ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου,〉 29,5a 〈ὅτε ἤμην ὑλώδης λίαν,〉 5b 〈κύκλῳ δέ μου οἱ παῖδες.〉 ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· ὅτε ὁ θεὸς ἐφύλαττέ με. εἶτα λέγει τῆς φυλακῆς αὐτοῦ τὰ τεκμήρια· ὅτε ηὔγει, φησίν, ὁ λύχνος ὑπὲρ κεφαλῆς μου. τουτέστιν· τὸ φῶς. καὶ τὸν λύχνον μου φωτιεῖς· λύχνου γὰρ ὄντως χρεία.

τοσοῦτόν ἐστι τὸ σκότος τὸ παρόν, τοσαῦται τῶν πραγμάτων αἱ περιστάσεις, τῶν σωματικῶν παθῶν αἱ ἐπαναστάσεις, πονηρῶν ἀνθρώπων αἱ ἐπιβουλαί, δαιμόνων ἀγρίων μάχαι καὶ στάσεις, ὥστε τοῦτον αὐτὸν δεῖξαι. ὅτε ἐν τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. ὁρᾷς, ὅτι σκότος τὰ πάντα κατέχει; καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. ἀλλ᾽ ὥσπερ τοῦτο τὸ σκότος χρήσιμον πρὸς ἀνάπαυσιν, οὕτως ἐκεῖνο χρήσιμον ἡμῖν οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν σοφίαν τοῦ τὰ πάντα τεκτηναμένου θεοῦ. ὅτε ἤμην ἐπιβρίθων ὁδοῖς. τουτέστιν· πάντοθεν τῷ καρπῷ βρίθων. ὅτε ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου.

ὁρᾷς, ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ θεοῦ; 29,6a 〈ὅτε ἐχέοντό μου αἱ ὁδοὶ βουτύρῳ,〉 6b 〈τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι.〉 ὁρᾷς, ὅτι οὐδαμοῦ πλούτου μέμνηται ἀδίκου οὐδὲ περιττοῦ, ἀλλὰ τοῦ χρησίμου καὶ λόγον ἔχοντος; 29,7a 〈ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει,〉 7b 〈ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.〉 τὴν παρρησίαν λέγει καὶ τὴν ἀξίαν τὴν προτέραν, εἶτα τὴν δόξαν. 29,8a 〈ἰδόντες δέ με νεανίσκοι ἐκρύβησαν,〉 8b 〈πρεσβῦται δὲ πάντες ἐπανέστησαν,〉 29,9a 〈ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες〉 9b 〈δάκτυλον θέντες ἐπὶ στόματι αὐτῶν.〉 ἐμοὶ δοκεῖ καὶ τούτους πλήττειν καὶ αἰνίττεσθαι ἅτε ἐπεμβαίνοντας αὐτῷ, ὅτι «πρὸ τούτου φοβερὸς ἤμην», φησίν, «καὶ ἐπίδοξος.» 29,10a 〈οἱ δὲ ἀκούσαντες περὶ ἐμοῦ ἐμακάρισάν με〉 10b 〈καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη,〉 29,11a 〈ὅτι οὖς ἤκουσε καὶ ἐμακάρισέ με,〉 11b 〈ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν.〉 29,12a 〈διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου,〉 12b 〈καὶ ὀρφανῷ, ᾧ οὐχ ὑπῆρχε βοηθός, ἐβοήθησα.〉 τίνος ἕνεκεν ἐμακάριζον αὐτόν; λέγει αὐτοῦ τὰ κατορθώματα· διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ 〈χειρὸς〉 δυνάστου.

ἀλλὰ πρῶτον ἀναθεὶς τῷ θεῷ τὴν ἐπισκοπὴν καὶ τὴν φυλακὴν αὐτοῦ, τότε καυχᾶται ἐν κυρίῳ. 29,13a 〈εὐλογία ἀπολλυμένου ἐπ᾽ ἐμὲ ἔλθοι,〉 13b 〈στόμα δὲ χήρας εὐλόγησέ με.〉 29,14a 〈δικαιοσύνην δὲ ἐνεδεδύκειν,〉 14b 〈ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι.〉 29,15a 〈ὀφθαλμὸς ἤμην τυφλῶν,〉 15b 〈ποὺς δὲ χωλῶν·〉 29,16a 〈ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.〉 16b 〈δίκην δέ, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα.〉 29,17a 〈συνέτριψα μύλας ἀδίκων,〉 17b 〈ἐκ δὲ μέσου ὀδόντων ἅρπαγμα ἐξήρπασα.〉 29,18a 〈εἶπον· ἡλικία μου γηράσει〉 18b 〈ὥσπερ στέλεχος φοίνικος, πολὺν δὲ χρόνον βιώσω.〉 «οὐκ ἐπειδὴ ταύτῃ τῇ ἐλπίδι ἐποίουν, ἀλλ᾽ ὅτι προσεδόκων ἐκ τούτου γῆρας μακρὸν ἀπὸ συνειδότος καλοῦ καὶ χρηστῶν ἐλπίδων.» διέσωσα γάρ, φησίν, πτωχὸν ἐκ χειρὸς δυνάστου. ὅρα αὐτὸν οὐκ ἐπὶ τῇ τῶν κακῶν ἀποχῇ μέγα φρονοῦντα, οὐκ ἐπὶ ταῖς θυσίαις καθάπερ οἱ Ἰουδαῖοι, ἀλλ᾽ ἐπὶ τούτῳ, ᾧ βούλεται ὁ θεός· κρίνατε, φησίν, ὀρφανῷ καὶ δικαιώσατε χήραν· ὅρα αὐτὸν οὐκ ἐπαιρόμενον, ἀλλὰ τῇ δυνάμει πρὸς τὸ δέον χρώμενον λιμένα κοινὸν ὄντα καὶ καταφυγὴν τῶν ἐν ἀνάγκῃ. κοινὸς πατὴρ καὶ προστάτης ἦν· οὐ πρὸς ἀδικίαν ἐκέχρητο τῷ πλούτῳ, οὐ πρὸς ἀλαζονείαν τῇ δόξῃ, οὐ πρὸς κακουργίαν τῇ σοφίᾳ, ἀλλ᾽ ὥστε ἀπαλλάττειν τῶν κατεχόντων δεινῶν τοὺς ἁλισκομένους. καὶ ὀρφανῷ, ᾧ οὐκ ἦν βοηθός, ἐβοήθησα. ὅρα αὐτὸν καὶ αὐτὰ μεθ᾽ ὑποστολῆς λέγοντα. στόμα δέ, φησίν, χήρας εὐλόγησέ με.

ἴστε δέ, ὅτι ἀχάριστόν πως τὸ γένος ἐστίν, οὐ παρὰ τὴν οἰκείαν φύσιν οὐδὲ προαίρεσιν, ἀλλὰ παρὰ τὴν ἀνάγκην τῆς πενίας, καὶ πρᾶγμα δύσκολον ἐπαινέσαι τὸν εὖ ποιοῦντα. κάμινος γὰρ πτωχείας ἐστίν. δικαιοσύνην δέ, φησίν, ἐνεδεδύκειν. εἰσὶ γάρ, οἳ ἑτέρων μὲν προΐστανται, αὐτοὶ δὲ ἀδικοῦσι πολλάκις· ἀλλ᾽ οὗτος οὐχ οὕτως. οὕτω διηνεκῶς ἦν ἐν τῷ δικαίῳ βίῳ, ὥστε καὶ περὶ θεοῦ ὅταν ἀκούσῃς, ὅτι ἱμάτιον ἔχει δικαιοσύνης, μὴ νομίσῃς ἱμάτια περὶ τὴν ἀσώματον φύσιν· οὐδὲ γὰρ οὗτος ταῦτα εἶχε τὰ ἱμάτια. ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοΐδι. «οὕτως ἐνεκαλλωπιζόμην, καίτοι ἕτεροι τὸ πρᾶγμα δυσκολαίνουσιν, ἀγανακτοῦσιν, φορτικὸν εἶναι καὶ βαρὺ νομίζουσιν· ἀλλ᾽ οὐκ ἐγώ», φησίν, «ἀλλ᾽ ὥσπερ ἂν εἴ τις ἐπὶ διπλοΐδι καλλωπίζοιτο, οὕτω καὶ ἐγὼ διηνεκῶς, οὐχὶ σήμερον μέν, αὔριον δὲ οὐκέτι, ἀλλ᾽ ὥσπερ ἀνάγκη τὰ ἱμάτια διὰ παντὸς ἔχειν, οὕτω καὶ τὰ πράγματα.» καίτοι τίς αὐτὸν κατέστησε δικαστήν; αὐτοχειροτόνητος κριτὴς παρὰ τῆς ἀρετῆς γέγονεν αὐτῆς καθάπερ Μωυσῆς. τοιούτους εἶναι ἐχρῆν τοὺς ἀνθρώπους· ἀλλ᾽ ἐπειδὴ ἐγκατέλιπον τὴν ἀρετήν, ἔταξεν ὁ θεὸς ἐξουσίας. ὁρᾷς ἐν τῇ φύσει τὸ πρᾶγμα κείμενον, τὸ προστατικὸν λέγω; ἐπεὶ ποῖος, εἰπέ μοι, νόμος τοῦτον ἐπαίδευσεν; τίς κατηνάγκασεν; τίς τὴν ψῆφον ἔδωκεν; τίς ἐπὶ τὸν θρόνον ἀνεβίβασεν; ὀφθαλμὸς ἤμην, φησίν, τυφλῶν, ποὺς δὲ χωλῶν.

οὐκ εἶπεν· «ἐπεκούφισα τὴν συμφοράν» οὐδὲ «τῆς πηρώσεως τὴν αἴσθησιν ἀνῄρουν», ἀλλ᾽ «ὀφθαλμὸς ἤμην· ἔβλεπον δι᾽ ἐμοῦ, οὐκ ἐλάμβανον πεῖραν τῆς οἰκείας συμφορᾶς δι᾽ ἐμέ, οὐκ ἐπεζήτουν τοὺς χειραγωγοῦντας, τοὺς ὁδηγοῦντας, πανταχοῦ τὸ σκότος αὐτοῖς ἐποίουν φῶς.» καθάπερ καὶ ὀφθαλμοὺς ἔχοντες πολλοὶ σκότος ὁρῶσιν, οὕτω καὶ οὗτος τυφλοὺς ἐποίει βλέπειν. ὅρα σημεῖα ἀποστολικά· οὐκ ὀφθαλμοὺς ἀπεδίδου—οὔπω γὰρ αὕτη ἡ χάρις—, ἀλλὰ μενόντων πεπηρωμένων φῶς παρεῖχεν· οἱ δὲ νῦν καὶ τοὺς βλέποντας τυφλοὺς ποιοῦσιν. οὐκ εἶπεν· «διὰ τῶν οἰκετῶν ἐποίουν», ἀλλ᾽ «ἐγὼ αὐτὸς τῆς φύσεως τὰ ἁμαρτήματα διώρθουν, οὐ τὰ παρὰ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τὰ παρ᾽ αὐτῆς τῆς φύσεως.» ἐγὼ ἤμην πατὴρ ἀδυνάτων. ὅρα, μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος οὐδὲ μεγαλοφρονῶν, ἀλλ᾽ ἀναγκαζόμενος εἰπεῖν τοῦ θεοῦ τὴν πρόνοιαν καὶ ἐπὶ τίσιν ἀπήλαυεν αὐτοῦ καὶ ἐν τίσιν ἐστὶ νῦν. δίκην, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ὁρᾷς τὴν προστασίαν; «οὐ μέχρι χρημάτων οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. οὐδέν μοι διαφέροντος πράγματος ἐζήτουν καθάπερ τις ἄριστος θηρατής.

οὐ γνωρίμους μόνον οὐ παρεπεμπόμην»—καθάπερ 〈οἱ〉 νῦν—«οὐδὲ τοὺς ὄντας διωθούμην, ἀλλ᾽, εἰ καὶ μηδεὶς ἦν, καθάπερ ἔργον τοῦτο ἔχων καὶ καθάπερ τις θηρατὴς ἄριστος περιῄειν συνεχῶς περισκοπούμενος, μή πού τις ἀδικεῖται, μή πού τις καταδυναστεύεται.» ἐξιχνίασα, φησίν. καὶ ὅρα· «τὰς πάνυ λανθανούσας», φησίν, «καὶ κεκρυμμένας καὶ δυσκολίαν ἐχούσας καὶ πρὸς τὸ εὑρεθῆναι καὶ πρὸς τὸ διαλυθῆναι.» καὶ συνέτριψα μύλας ἀδίκων. τὸ ἀποστολικὸν ἐκεῖνο· ὁ προϊστάμενος ἐν σπουδῇ. ἐκ μέσου δὲ ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. ὅρα τὴν δυσκολίαν τοῦ πράγματος· «καταποθὲν ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα». οὐ καθάπερ ἡμεῖς· «οὐ δύναται», φησίν, «ἀνήνυτόν ἐστιν.» συνέτριψα μύλας ἀδίκων. ὅρα ἐν ἑκατέρᾳ τῇ ἀρετῇ τὰ πρῶτα ἔχοντα, καὶ ἔνθα κολάζειν καὶ ἔνθα βοηθεῖν ἐχρῆν. τίνος δὲ ἕνεκεν; «συνέτριψα», φησίν, «τὰς μύλας τῶν ἀδίκων αὐτοῖς ἐκείνοις βοηθῶν καὶ ποιῶν ἀχρήστους λοιπὸν πρὸς ἑτέραν τοιαύτην πλεονεξίαν. καὶ τὸ δὴ θαυμαστόν· οὐδεμίαν ἀντὶ τούτων εἶχον ἀπέχθειαν, ἀλλὰ προσεδέχοντο», φησίν, «λαλοῦντός μου.»

εἶτα λέγει· 29,19a 〈ἡ ῥίζα μου διήνοικται ἐπὶ ὕδατος,〉 19b 〈καὶ δρόσος αὐλισθήσεται ἐπὶ τῷ θερισμῷ μου.〉 29,20a 〈ἡ δόξα μου καινὴ μετ᾽ ἐμοῦ,〉 20b 〈καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.〉 29,21a 〈πρεσβύτεροι ἀκούσαντές μου προσεῖχον,〉 21b 〈ἐσιώπησαν δὲ ἐπὶ τῇ ἐμῇ βουλῇ,〉 29,22a 〈ἐπὶ δὲ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο,〉 22b 〈καὶ περιχαρεῖς ἐγίνοντο, ὁπότε αὐτοῖς ἐλάλουν.〉 29,23a 〈ὥσπερ γῆ διψῶσα προσδεχομένη ὑετὸν〉 23b 〈οὕτως οὗτοι τὴν ἐμὴν λαλιὰν προσεδέχοντο.〉 29,24a 〈εἰ ἐγέλων πρὸς αὐτούς, οὐκ ἐπίστευον.〉 ὅρα, τί φησιν· οὐχ ὁ πλοῦτος αὐτὸν ἐπίφθονον ἐποίει, οὐ τὸ τῶν ἀδικουμένων προΐστασθαι, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. 29,24b 〈καὶ φῶς,〉 φησίν, 〈τοῦ προσώπου μου οὐ κατέπιπτεν.〉 29,25a 〈ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων〉 25b 〈καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις,〉 25c 〈ὃν τρόπον συμπαθὴς παρακαλῶν.〉 30,1a 〈νυνὶ δὲ κατεγέλασάν μου〉 1b 〈ἐλάχιστοι.〉 τίνα οὖν ἐστι τὰ παρόντα ἔναντι τούτων; κατεγέλασάν μου, φησίν, ἐλάχιστοι. 30,1b 〈νῦν νουθετοῦσί με ἐν μέρει,〉 1c 〈ὧν ἐξουθένουν τοὺς πατέρας αὐτῶν,〉 1d 〈οὓς οὐχ ἡγησάμην ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων.〉 οὐχ ὑπερόπτης ὢν οὐδὲ ἀλαζὼν ὥστε ἀνθρώπους κυσὶ παραβάλλειν, ἀλλὰ τοὺς πονηροὺς καὶ μιαροὺς αἰνίττεται. τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. {

ὅτι γάρ} διὰ τοῦτό φησιν· 30,2a 〈καί γε ἰσχὺς χειρῶν αὐτῶν ἵνα τί μοι;〉 2b 〈ἐπ᾽ αὐτοὺς ἀπώλετο συντέλεια〉 30,3a 〈ἐν ἐνδείᾳ καὶ ἐν λιμῷ ἀγῶνος,〉 3b 〈οἱ φεύγοντες ἄνυδρον ἐχθές,〉 3c 〈συνοχὴν καὶ ταλαιπωρίαν,〉 30,4a 〈οἱ περικυκλοῦντες ἅλιμα ἐπὶ ἠχοῦντι,〉 4b 〈ὧν ἅλιμα ἦν τὰ σιτία,〉 4c 〈ἄτιμοί τε καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ,〉 4d 〈οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο ὑπὸ λιμοῦ μεγάλου.〉 30,5 〈ἐπανέστησάν μοι κλέπται,〉 30,6 〈ὧν οἱ οἶκοι αὐτῶν ἦσαν τρῶγλαι πετρῶν.〉 30,7a 〈ἀνὰ μέσον εὐήχων βοήσονται〉 7b 〈ἢ ὑπὸ φρύγανα ἄγρια διῃτῶντο.〉 30,8a 〈ἀφρόνων υἱοὶ καὶ ἄτιμον ὄνομα〉 8b 〈καὶ κλέος ἐσβεσμένον ἀπὸ γῆς.〉 ὅρα καὶ ἑτέραν ἀρετήν· ὅπερ ὁ προφήτης ἔλεγεν· ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους τὸν κύριον δοξάζει. ἄτιμοι, φησίν, καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἳ καὶ ῥίζας ξύλων ἐμασῶντο. ἑτέρα πονηρία τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι.

πένητες, ἀπόλιδες, ἀνέστιοι, οὔτε ἀπὸ κοσμικῆς εὐημερίας ἔχοντες μέγα φρονεῖν οὔτε ἀπὸ ἀρετῆς τῆς κατὰ ψυχήν. 30,9a 〈νυνὶ δέ,〉 φησίν, 〈κιθάρα αὐτῶν ἐγώ εἰμι,〉 9b 〈καὶ ἐμὲ θρύλημα ἔχουσιν.〉 30,10a 〈ἐβδελύξαντό με ἀποστάντες μακράν,〉 10b 〈ἀπὸ δὲ προσώπου μου οὐκ ἐφείσαντο πτυέλου.〉 30,11a 〈ἀνοίξας φαρέτραν αὐτοῦ ἐκάκωσέ με〉 11b 〈καὶ χαλινὸν ἐπὶ πρόσωπόν μου ἐξαπέστειλεν.〉 30,12a 〈ἐπὶ δὲ δεξιῶν τοῦ βλαστοῦ μου ἐπανέστησαν,〉 12b 〈πόδα αὐτοῦ ἐξέτεινε〉 12c 〈καὶ ὡδοποίησεν ἐπ᾽ ἐμὲ τρίβους ἀπωλείας αὐτῶν.〉 30,13a 〈ἐξετρίβησαν τρίβοι μου.〉 ὁρᾷς, τίνα ἐστὶ τὰ μάλιστα αὐτὸν λυποῦντα; τὸ παρὰ τοιούτων σκώπτεσθαι ἐπὶ βλάβῃ τῇ ἐκείνων. «κλέπται», φησίν, «καὶ πονηροὶ καὶ μιαροὶ ἄνδρες καὶ παράνομοι μελέτημα καὶ θρύλημα ἡμᾶς ἐποιήσαντο.»

εἶτα λέγει τὴν συμφορὰν καὶ ἐπαίρει πάλιν καὶ ἐκτραγῳδεῖ, ὅτι ὁ θεὸς τοῦτο ἐποίησεν· 30,13b 〈ἐξέδυσε γάρ,〉 φησίν, 〈μὲ τὴν στολήν μου.〉 30,14a 〈βέλεσιν αὐτοῦ κατηκόντισέ με,〉 14b 〈κέχρηται δέ μοι, ὡς ἐβούλετο· ἐν ὀδύναις πέφυρμαι.〉 30,15a 〈ἐπιστρέφονται δέ μου αἱ ὀδύναι,〉 15b 〈ᾤχετό μου δὲ ἡ ἐλπὶς ὥσπερ πνεῦμα,〉 15c 〈καὶ ὥσπερ νέφος ἡ σωτηρία μου παρῆλθεν.〉 30,16a 〈καὶ νῦν ἐπ᾽ ἐμὲ ἐκχυθήσεται ἡ ψυχή μου,〉 16b 〈ἔχουσι δέ με ἡμέραι ὀδυνῶν,〉 30,17a 〈νυκτὸς δέ μου τὰ ὀστᾶ συνέθλασαν〉 17b 〈καὶ τὰ νεῦρά μου διαλέλυται.〉 30,18a 〈πολλῇ ἰσχύι ἐπελάβετό μου τῆς στολῆς·〉 18b 〈ὥσπερ τὸ περιστόμιον τοῦ χιτῶνός μου περιέσχε με.〉 30,19a 〈ἥγηται δέ με ἴσα πηλῷ,〉 19b 〈ἐν γῇ καὶ σποδῷ ἡ μερίς μου.〉 30,20a 〈κέκραγα δὲ πρὸς σέ, καὶ οὐκ εἰσακούεις μου.〉 20b 〈ἔστησαν καὶ κατενόησάν μοι,〉 30,21a 〈ἐπέβησαν δέ μοι ἀνελεημόνως,〉 21b 〈χειρὶ κραταιᾷ μεμαστίγωμαι.〉 30,22a 〈ἔταξας δέ με ἐν ὀδύναις〉 22b 〈καὶ ἀπέρριψάς με ἀπὸ σωτηρίας.〉 30,23a 〈οἶδα γάρ, ὅτι θάνατός με ἐκτρίψει·〉 23b 〈οἰκία γὰρ παντὶ θνητῷ γῆ.〉 30,24a 〈εἰ γὰρ ὄφελον,〉 φησίν, 〈ἠδυνάμην ἐμαυτὸν χειρώσασθαι〉 24b 〈ἢ δεηθῆναί με ἑτέρου καὶ ποιήσει μοι τοῦτο.〉 ὁρᾷς, ὅτι τὸ ἠδυνάμην οὐ δι᾽ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι; 30,25a 〈ἐγὼ δὲ ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα.〉 οὐ μικρὸν καὶ τοῦτο, ἀγαπητέ,—ἀλλ᾽ εἰδείης τι εἰπεῖν καὶ ἐκείνου μεῖζον;—τὸ συμπαθητικὴν ἔχειν διάνοιαν. 30,25b 〈ἐστέναξα δὲ ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.〉 «καίτοι ἐν πλούτῳ ὢν οὐδὲν τοιοῦτον ἐποίησα· οὐκ ἐφήσθην», φησίν, «ταῖς ἀλλοτρίαις συμφοραῖς, ὅπερ πάσχω νῦν.» 30,26a 〈καὶ ἐπεῖχον ἐγὼ ἐν ἀγαθοῖς,〉 26b 〈καὶ ἰδοὺ συνήντησάν μοι μᾶλλον ἡμέραι κακῶν.〉 30,27a 〈ἡ κοιλία μου ἐξέζεσε καὶ οὐ σιωπήσεται,〉 27b 〈προέφθασαν δέ με ἡμέραι πτωχείας.〉 30,28a 〈στένων πεπόρευμαι ἄνευ φιμοῦ,〉 28b 〈ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς.〉 30,29a 〈ἀδελφὸς γέγονα σειρήνων,〉 29b 〈ἑταῖρος δὲ στρουθῶν.〉 ἡ γὰρ ὑπερβολὴ τῶν κατειληφότων αὐτὸν δεινῶν ἠνάγκαζε θρηνεῖν καὶ ἀποδύρεσθαι. «

οὐδὲ βουλόμενος ἡσυχάσαι δύναμαι», φησίν, «ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγὼς οὐδένα τῶν παρόντων αἰδούμενος οὐδὲ αἰσχυνόμενος πλῆθος συνόδου.» τοῦτο δὲ ἀπὸ τοῦ μεγέθους γίνεται τῆς συμφορᾶς. «εἰς τὴν τῶν ὀρνίθων θηριωδίαν ἐξέπεσον», φησίν· «ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἄμεινον διάκειμαι.» τοῦτο καὶ ὁ Δαυίδ φησιν· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. 30,30a 〈τὸ δὲ δέρμα μου,〉 φησίν, 〈μεμελάνωται μεγάλως,〉 30b 〈τὰ δὲ ὀστᾶ μου ἀπὸ καύματος συνεφρύγη.〉 30,31a 〈ἀπέβη δὲ εἰς πένθος ἡ κιθάρα μου,〉 31b 〈ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί.〉 ὅρα καὶ ὄψιν ἀηδῆ τινα καὶ ἀποτρόπαιον, ἅπαν ἀπηνθισμένον αὐτῷ τὸ κάλλος. τὰ δὲ ὀστᾶ μου, φησίν, ἀπὸ καύματος συνεφρύγη, ἤτοι ἀπὸ τῆς συμφορᾶς, ἤτοι ἀπὸ τοῦ αἴθριος εἶναι διὰ παντός. ποικίλη καὶ πολύτροπος ἡ συμφορά, παντοδαπὰ τὰ δεινά. ἀπέβη εἰς πένθος ἡ κιθάρα μου, ὁ δὲ ψαλμός μου εἰς κλαυθμὸν ἐμοί. ἄρα καὶ κιθάρᾳ ἐκέχρητο. «ἀλλ᾽ οὐκέτι μοι μελῳδίας ἐστὶν ὑπόθεσις τὸ ὄργανον, ἀλλὰ τῶν ἐναντίων. μείζων ἡ συμφορά, ὅταν τῇ αὐτῇ πρὸς τὰ ἐναντία κέχρημαι. ὑπόμνησίς μοι τὸ ὄργανον τῆς παλαιᾶς εὐπραγίας γίνεται.» τῇ γὰρ μουσικῇ ἐχρῶντο οἱ παλαιοὶ ψάλλοντες.

ἐντεῦθεν ἡμῖν δῆλον, ὅτι πρὸ τοῦ Μωσέως ἦν· ψαλμὸς γὰρ ἦν μετ᾽ ἐκεῖνον, πρὸ ἐκείνου δὲ οὐδαμῶς. 31,1a 〈διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου,〉 1b 〈καὶ οὐ συνήσω ἐπὶ παρθένον.〉 31,2a 〈καὶ ἐπεμέρισεν ὁ θεὸς ἄνωθεν,〉 2b 〈καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστου.〉 31,3a 〈οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ〉 3b 〈καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν ἀνομίαν.〉 31,4a 〈οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου,〉 4b 〈καὶ πάντα τὰ διαβήματά μου ἀριθμηθήσεται;〉 31,5a 〈εἰ δὲ ἤμην,〉 φησίν, 〈πεπορευμένος μετὰ γελοιαστῶν,〉 5b 〈εἴ γε καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου.〉 βαβαὶ τῆς ἀκριβείας. «οὐκ ἔχει τις εἰπεῖν, οὐκ ἔχει, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥαθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος ταύτην τιννύω τὴν δίκην καὶ μεταβέβλημαι τοῦ θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος.» τὸν μὲν γὰρ φιλογέλωτα καὶ τρυφῇ προσεσχηκότα καὶ φιλοπαίγμονα εἰκότως ἄν τις εἰς τὴν ἐναντίαν καταστήσειεν ἕξιν γοερῷ τινι καὶ πολυθρήνῳ παραδοὺς αὐτὸν βίῳ. τὸν δὲ καὶ πρὸ τούτου φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας ποῖος ἂν ἔχοι λόγος ἐμπεσεῖν εἰς σκυθρωπὸν καὶ κατηφῆ βίον; ὁρᾷς, ὅτι τὸ τοῦ ψαλμοῦ καὶ ἐπὶ τούτου ἐπληροῦτο τὸ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ; καίτοι πολυτελῆ παρατιθεὶς τράπεζαν καὶ πολλῆς ἀπολαύων εὐετηρίας καὶ τρυφῇ συζῶν διηνεκεῖ οὐδὲν τοιοῦτον ἔπαθεν, οἷον ἐν ἡμέρᾳ μιᾷ τῶν Ἑβραίων τὸ γένος.

οὐκ εἶπεν· «εἰ ἐγέλασα», ἀλλ᾽ «εἰ ἐπορεύθην μετὰ τούτων». «οὐδὲ τῆς αὐτῆς ὁδοῦ», φησίν, «ἐκοινώνησα.» καίτοι ποῖος τοῦτο ἀπηγόρευσε νόμος; εἰ δὲ καὶ ἐσπούδασεν εἰς δόλον ὁ πούς μου. «οὐκ ἔχει τις εἰπεῖν», φησίν, «ὅτι ῥαθυμίαν μὲν καὶ διάχυσιν καὶ τὸν ὑγρὸν τοῦτον οὐκ ἐδίωκον βίον, κατεσκληκὼς δὲ ὢν καὶ κατεστυμμένος ἐπὶ τὰς διαφερούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσον, πονηρίαν λέγω καὶ δόλον, ἀλλ᾽ ἑκατέρας ὁμοίως τῆς πονηρίας ἀπέστην μακράν. 31,6a 〈ἵσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ.〉 »τοσαύτης ἀκριβείας ὁ βίος μου μετέχει καὶ ἐν τοῖς μικροῖς, ὅσης δικαιοσύνης τὰ ζυγά, οὐδὲ τὸ μικρότατόν μοι παρημέληται. τούτων οὐκ ἄνθρωπον καλῶ μάρτυρα«, φησίν, »τὸν καὶ χαρίσασθαι δυνάμενον, τὸν καὶ ἀγνοοῦντα πολλά, ἀλλὰ τὸν καὶ τὰ ἀπόρρητα μετὰ ἀκριβείας ἐπιστάμενον ἅπαντα θεόν, ὃν οὐδὲν δύναται τῶν ἡμετέρων λαθεῖν.» 31,6b 〈οἶδε δὲ ὁ κύριος,〉 φησίν, 〈τὴν ἀκακίαν μου.〉 31,7a 〈εἰ ἐξέκλινεν ὁ πούς μου ἀπὸ τῆς ὁδοῦ αὐτοῦ,〉 7b 〈εἰ δὲ καὶ τῷ ὀφθαλμῷ μου ἐπηκολούθησεν ἡ καρδία μου.〉 ἔτι τοῦτο μικρόν, μέγα μὲν οὖν ὡς ἐν ἐκείνοις τοῖς χρόνοις, τάχα δὲ καὶ ὡς ἐν τοῖς παροῦσιν. τὸ μὲν γὰρ μηδὲ ἐπιθυμῆσαι μέγα, καὶ τούτου δὲ οὐκ ἔλαττον τὸ δεξαμένους τὴν ἐπιθυμίαν μὴ προσθεῖναι τὴν πρᾶξιν.

προϊὼν δὲ καὶ τὸ τούτου μεῖζόν φησιν, ὅτι οὐδὲ οἱ ὀφθαλμοὶ ἔπαθόν τι τοιοῦτον. 31,7c 〈καὶ εἰ ἐν ταῖς χερσί μου ἡψάμην δώρων,〉— καὶ τὸν θεὸν μάρτυρα καλεῖ καὶ ἐπαρᾶται ἑαυτῷ. 31,8a 〈σπείραιμι,〉 φησίν, 〈καὶ ἄλλοι φάγονται〉 8b 〈ἄρριζός τε γενοίμην ἐπὶ τῆς γῆς.〉 31,9a 〈εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου,〉 9b 〈εἰ δὲ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς,〉 31,10a 〈ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἄλλῳ,〉 10b 〈τὰ δὲ νήπιά μου ταπεινωθείη.〉 οὐκ εἶπεν· “ὁ ὀφθαλμός μου”, ἀλλ᾽ “οὐδὲ ἡ καρδία μου”. «οὐδὲ τὴν διάνοιάν μου», φησίν, «εἴασα διαφθαρῆναί ποτε, μή τί γε τὸ σῶμα.» ὅπερ φησὶν ὁ Χριστός· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 31,11a 〈θυμὸς γὰρ ὀργῆς ἀκάθεκτος〉 11b 〈τὸ μιᾶναι ἀνδρὸς γυναῖκα.〉 31,12a 〈πῦρ γὰρ ἔσται καιόμενον ἐκ πάντων τῶν μερῶν·〉 12b 〈οὗ δ᾽ ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.〉 τίνος δὲ ἕνεκεν καὶ τὴν τιμωρίαν ἐξηγεῖται; «ᾔδειν», φησίν, «τῆς ἀδικίας τὸ μέγεθος, ἐπεσκεψάμην ἀκριβῶς τῆς ἐπηρείας τὴν ὑπερβολήν.» ὅπερ εἰ καὶ ἡμεῖς ἐπάσχομεν, οὐκ ἂν ἡμάρτομεν. ὁ πλεονέκτης, εἰ τὴν ὀδύνην καὶ τὴν τηκεδόνα τοῦ πένητος ᾔδει τοῦ πλεονεκτουμένου, οὐκ ἂν ἐποίησεν, ὅπερ ἐποίησεν, ἀλλ᾽ εἰ καὶ ὁ τοῦ θεοῦ φόβος αὐτὸν μὴ κατεῖχεν, ὁ τῆς φύσεως ἂν ἐπέκαμψεν ἔλεος. ἀλλ᾽ οἶδε μέν, οὐκ οἶδε δὲ ὥσπερ ὁ πάσχων αὐτός. «

ἐγὼ δὲ αὐτῶν τῶν ἀδικουμένων οὐχ ἧττον ἠπιστάμην τὰς ἐπηρείας.» ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. ὃ θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τοῦτο καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. διὰ τοῦτο, ἐπειδὰν πολλάκις ἑτέρους ἀδικῶμεν καὶ μυρία παραινῶν ὁ θεὸς μηδὲν ἰσχύσῃ, καθίστησιν ἡμᾶς εἰς τὴν πεῖραν τῶν πραγμάτων αὐτῶν, ἵνα δι᾽ ὧν πάσχομεν μανθάνωμεν καὶ ὅσον ἐστὶ τὸ δεινὸν παιδευθῶμεν. λέγεται καὶ περὶ τοῦ Ἠλία τοῦτο γεγενῆσθαι, καὶ ὅτι διὰ τοῦτο αὐτὸν εἴασεν ἐν λιμῷ. τοῦτο καὶ ἐπὶ τοῦ Ἰωνᾶ γέγονεν· διὰ τοῦτο καὶ ἐπεμβαίνει αὐτῷ λοιπὸν εὐκαίρως λέγων· σὺ μὲν γὰρ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεώς μου τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν; τοῦτο καὶ ἐπὶ Ἰερεμίου γέγονεν· «τί γάρ», φησίν, «κατέστρεψεν αὐτοὺς ὁ θεός;» καὶ τότε αὐτοῖς ἀρᾶται. ἐμοὶ δοκεῖ καὶ τὸ πάθος διηγεῖσθαι καθαιρῶν ἑαυτοῦ τὸ ἐγκώμιον, ὅτι «οὐδὲν μέγα ἐποίησα μὴ μοιχεύσας μηδὲ τὴν ἀνομίαν τὴν οὕτω μεγάλην ἐργασάμενος. ἐκριζοῖ γάρ», φησίν, «τὴν οἰκίαν, οὗ ἂν εἰσέλθῃ.»

εἶδες σωφροσύνην, ὅρα καὶ ταπεινοφροσύνην· 31,13a 〈εἰ δὲ καὶ ἐφαύλισα,〉 φησίν, 〈κρίμα θεράποντός μου ἢ θεραπαίνης〉 13b 〈κρινομένων αὐτῶν πρός με.〉 «οὔτε δοῦλος οὔτε ἐλεύθερος παρ᾽ ἐμοῦ», φησίν, «ἠδίκηται.» 31,14a 〈τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος;〉 14b 〈ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;〉 31,15a 〈πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν;〉 15b 〈γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.〉 ὅρα, πῶς ὑποτέμνεται αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ καὶ καθαιρεῖ τὰ κατορθώματα· «οὐδὲν μέγα ἐποίησα», φησίν. «τοῦτο αὐτὴ ἡ φύσις βούλεται· κοινωνοῦμεν ἀλλήλοις, ἁπάντων ἡ αὐτὴ γένεσις, ἡ αὐτὴ εἴσοδος. πάντα κοινά· οὐ σεμνότερος ἐγὼ τῆς ἐκείνων φύσεως.» 31,16a 〈ἀδύνατοι δέ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον,〉 16b 〈καὶ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα.〉 ὁρᾷς, πῶς οὐκ ἦν ὑπερόπτης; πῶς μέτριος; πῶς κοινὸς ἁπάντων ἰατρὸς καὶ κοινὸς λιμὴν καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων; ἥν ποτε εἶχον χρείαν, φησίν. οὐχὶ τὴν μὲν ναί, τὴν δὲ οὔ, ἀλλ᾽ οἱανδήποτε, εἰ καὶ κινδύνων ἔγεμεν, εἰ καὶ δαπανηρά τις ἦν, εἰ καὶ ἐπισφαλής. καὶ ὅρα, τούτοις ἐβοήθει, παρ᾽ ὧν οὐδὲν προσεδόκα, χήραις καὶ ὀρφανοῖς καὶ ἀδυνάτοις.

καὶ ὅτι οὐδὲ πρὸς ἐπίδειξιν ἐποίει καὶ φιλοτιμίαν, ἀλλὰ διὰ τὸν θεόν, δῆλον μὲν ἐκ τοῦ μὴ θελῆσαι πρὸ τούτου ταῦτα εἰπεῖν, καίτοι μακρῶν οὕτω λόγων ἀποταθέντων καὶ πολλῆς τῆς ὁμιλίας γεγενημένης, δῆλον δὲ καὶ ἐκ τοῦ ἐκεῖνα κατορθοῦν, ὧν οὐδένα μάρτυρα ἀνθρώπων εἶχεν, τὰ κατὰ διάνοιαν λέγω, τὰ περὶ τῶν παίδων. εἰ ἐξηκολούθησεν ἡ καρδία μου, φησίν, γυναικὶ ἀνδρὸς ἑτέρου. καίτοι τούτου μάρτυρα ἄνθρωπον οὐκ εἶχεν, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμόν, ἀλλ᾽ ὅμως καὶ ἐκεῖνα αὐτῷ κατώρθωτο.

εὔδηλον, ὅτι καὶ ταῦτα δι᾽ ἐκεῖνον· χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα, ὑπερορῶν καὶ παρατρέχων καὶ ἐν θρήνοις ἐῶν εἶναι. 31,17a 〈εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον,〉 φησίν, 〈μόνος〉 17b 〈καὶ οὐχὶ μετέδωκα ὀρφανῷ ἐξ αὐτοῦ〉 31,18a 〈καὶ ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατὴρ〉 18b 〈καὶ ἐκ γαστρὸς μητρὸς ὡδήγησα,〉 31,19 〈εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα,〉 31,20a 〈ἀδύνατοι δὲ εἰ μὴ ηὐλόγουν με,〉 20b 〈ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν,〉 〈31,21a 〈εἰ δὲ καὶ ἐπῆρα ὀρφανῷ χεῖρα〉 21b 〈πεποιθώς,〉 ὅτι πολλή μοι βοήθεια πάρεστιν,〉 31,22a 〈ἀποσταίη ἄρα ἀπὸ τῆς κλειδός μου ὁ ὦμός μου,〉 22b 〈ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.〉 31,23a 〈φόβος γὰρ κυρίου συνεῖχέ με,〉 23b 〈καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.〉 31,24a 〈εἰ ἔταξα χρυσίον εἰς χοῦν μου,〉 24b 〈εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,〉 31,25a 〈εἰ δὲ καὶ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι〉 25b 〈καὶ εἰ ἐπ᾽ ἀναριθμήτοις ἐθέμην χεῖρά μου.〉 καίτοι ποῖον τοῦτο ἁμάρτημα; ὁρᾷς αὐτὸν οὐ προσδεδεμένον χρήμασιν; ὅρα φιλοσοφοῦντα καὶ μετὰ ἀληθείας ἐπεσκεμμένον τῶν ἀνθρωπίνων πραγμάτων τὸ ἐπίκηρον, τὸ πρόσκαιρον καὶ βραχὺ καὶ εὐπαρόδευτον. εἶτα πάλιν καθαιρεῖ αὐτοῦ τὸ ἐγκώμιον. ἵνα γὰρ μὴ δόξῃ μέγα τι ποιεῖν, ὅρα τί φησιν· 31,26a 〈ἦ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα,〉 26b 〈σελήνην δὲ φθίνουσαν;

οὐ γὰρ ἐπ᾽ αὐτοῖς ἐστιν.〉 «τὸ λαμπρὸν τοῦτο φῶς», φησίν, «ἀπόλλυται καὶ ἀφανίζεται καὶ οὐχ ὁρᾶται.» ὁρᾷς, οἵαν αἰτίαν φησὶ τῆς μεταβολῆς τῶν φωστήρων; ἄρα ἀρκεῖ πρὸς φιλοσοφίαν ἡ κτίσις ἡμῖν, οὐχὶ πρὸς θεογνωσίαν μόνον. ὅταν ἴδῃς, ὅτι μέγας ὁ ἥλιος, θαύμασον τὸν δημιουργόν. ὅταν ἴδῃς, ὅτι ἐκλείπει, τῶν ἀνθρωπίνων πραγμάτων τὸ εὔφθαρτον καταμάνθανε. εἰ γάρ, ὃ πάντων ἐστὶ λαμπρότερον τῶν ἐπὶ τῆς γῆς, τοῦτο λήγει καὶ μειοῦται καὶ τελευτᾷ, πολλῷ μᾶλλον τὰ λοιπὰ πάντα. εἰ τὸ οὕτω χρήσιμον καὶ ἀναγκαῖον καὶ οὗ χωρὶς ζῆν οὐκ ἔνι μεταβολὴν δέχεται, πολλῷ μᾶλλον τὰ περιττὰ καὶ οὐκ ἀναγκαίως ἡμῖν προσκείμενα. 31,27a 〈καὶ εἰ ἠπατήθη,〉 φησίν, 〈λάθρᾳ ἡ καρδία μου,〉 27b 〈εἰ δὲ καὶ χεῖρά μου θεὶς ἐπὶ στόματί μου ἐφίλησα,〉 31,28a 〈καὶ τοῦτό μοι ἄρα ἀνομία λογισθείη μεγάλη,〉 28b 〈ὅτι ἐψευσάμην ἔναντι κυρίου τοῦ ὑψίστου.〉 τινές φασιν περὶ εἰδωλολατρίας τοῦτο εἰρῆσθαι, ἀλλ᾽ οὐ πείθομαι· οὐ γὰρ ἂν ἐν μεγίστοις κατορθώμασι τοῦτο τέθεικεν. ἀλλ᾽ ἐμοὶ δοκεῖ, ὅπερ πάσχουσιν οἱ ἐρωτικῶς διακείμενοι ἀπαντώντων τῶν ἐρωμένων· τὰς χεῖρας ἑαυτῶν καταφιλοῦσι τῷ στόματι, ἢ περὶ πλούτου ἢ περὶ πραγμάτων ὧν ἂν θαυμάζωσιν. ὅτι ἐψευσάμην, φησίν, ἔναντι κυρίου τοῦ ὑψίστου, «νῦν ταῦτα λέγων».

ἢ ὅτι «οὐ ψεύδομαι ἐναντίον τοῦ θεοῦ»· τοῦτο γὰρ ψεῦδός ἐστι τὸ οὕτω τῶν ἀνθρωπίνων ἐκκρέμασθαι πραγμάτων. 31,29a 〈εἰ δὲ καὶ περιχαρὴς ἐγενόμην ἐπὶ πτώματι ἐχθροῦ μου〉 29b 〈καὶ εἰ εἶπον τῇ καρδίᾳ μου· εὖγε εὖγε,〉 31,30a 〈ἀκούσαι ἄρα τὸ οὖς μου τὴν κατάραν μου,〉 30b 〈θρυληθείην δὲ ὑπὸ λαοῦ κακούμενος.〉 διὰ τῶν ἔργων ἐκεῖνο ἐπλήρου τὸ λέγον· ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ εὐφραίνου ἐπ᾽ αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου. εἶτα καὶ πρὸς τοὺς οἰκέτας πῶς ἡμέρως διέκειτο· 31,31a 〈εἰ δὲ καὶ πολλάκις εἶπον,〉 φησίν, 〈αἱ θεράπαιναί μου·〉 31b 〈τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι;〉 31c 〈λίαν μου χρηστοῦ ὄντος.〉 ἐντεῦθεν γὰρ ἡ ἐπιείκεια πᾶσα, ὅταν πρὸς τὸν ὑποτεταγμένον φιλάνθρωπός τις ᾖ καὶ μὴ βίαιος. 31,32a 〈ἔξω δέ,〉 φησίν, 〈οὐκ ηὐλίζετο ξένος,〉 32b 〈καὶ ἡ θύρα μου παντὶ ὁδοιπόρῳ ἀνέῳκτο.〉 31,33 〈εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου·〉 31,34a 〈οὐ γὰρ διετράπην πολυοχλίαν λαοῦ μου τοῦ μὴ ἐξαγορεῦσαι ἐναντίον αὐτῶν.〉 πολλὴ τοῦτο φιλοσοφία. ὁρᾷς, ὅτι οὐδὲν πρὸς δόξαν ἑώρα οὐδὲ διὰ τοὺς λοιποὺς ἐποίει; ὁ γὰρ οὕτως αὐτῶν ὑπερορῶν τῆς δόξης ὡς καὶ τὰς ἁμαρτίας τὰς ἑκουσίους ἐξαγγέλλειν—· τὰς μὲν γὰρ ἀκουσίους κἂν ὁ τυχὼν εἴποι ἅτε μέλλων συγγνώμης ἀπολαύσεσθαι παρὰ τῶν ἀκροατῶν. οὐ γὰρ διετράπην, φησίν, πολυοχλίαν λαοῦ μου.

τουτέστιν· τῶν ὑποτεταγμένων, τῶν εἰδότων, τῶν γινωσκόντων καὶ αὐτὸ τὸ εἶδος τῆς ἁμαρτίας. τοῦτό ἐστιν ἀληθῶς φιλοσοφία. λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. «τῶν μὲν οὖν ἀγαθῶν κατορθωμάτων οὐδένα μάρτυρα ἐποιούμην, τῶν δὲ ἁμαρτημάτων καὶ τῶν πταισμάτων πάντας ἐβουλόμην εἶναι τοὺς συνειδότας.» τοῦτο μεγίστη φιλοσοφία, τοῦτο κανὼν ἀρετῆς, τὰ μὲν κατορθώματα κρύπτειν, ἐκπομπεύειν δὲ τὰ ἁμαρτήματα. οἱ δὲ νῦν τοὐναντίον ποιοῦσιν. 31,34b 〈εἰ δὲ καὶ εἴασα,〉 φησίν, 〈ἀδύνατον ἐξελθεῖν τὴν θύραν μου κόλπῳ κενῷ.〉 οὐκ εἶπεν· «ἐλθόντι ἔδωκα», ἀλλ᾽· «οὐδὲ βουλομένῳ συνεχώρησα». βίαν ἐποίει τοῖς καὶ ἥκουσι βουλομένοις αὐτὸν παρατρέχειν· ᾔδει γὰρ τὸ πρᾶγμα, ὅτι εὐπορία ἐστίν.

ὅσην τοίνυν οἱ πένητες νῦν ποιοῦνται σπουδὴν διενοχλοῦντες τοὺς ὀφείλοντας καὶ δυναμένους χεῖρα ὀρέξαι, τοσαύτην ἐκεῖνος ἐτίθετο τότε διενοχλῶν τοὺς ὀφείλοντας εὖ παθεῖν. 31,35a 〈τίς δῴη μοι,〉 φησίν, 〈ἀκούοντά μου;〉 35b 〈χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν,〉 35c 〈συγγραφὴν δέ, ἣν εἶχον κατά τινος,〉 31,36 〈ἐπ᾽ ὤμοις περιθέμενος ὡς στέφανον ἀνεγίνωσκον,〉 31,37a 〈καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδωκα〉 37b 〈οὐδὲν λαβὼν παρὰ χρεωφειλέτου μου,〉 31,38a 〈εἰ ἐπ᾽ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν,〉 38b 〈εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν,〉 31,39a 〈εἰ τὴν ἰσχὺν αὐτῆς ἔφαγον ἄνευ τιμῆς μόνος,〉 39b 〈εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκβαλὼν ἐλύπησα,〉 31,40a 〈ἀντὶ πυροῦ ἐξέλθοι μοι κνίδη,〉 40b 〈ἀντὶ δὲ κριθῆς βάτος.〉 «ὁμωρόφιον», φησίν, «ἐποιούμην ἕκαστον τῶν δεομένων, τῆς στέγης κοινωνεῖν παρεῖχον οὐχ ἁπλῶς ἐπ᾽ ἀγορᾶς †ὁρῶν†. κοινὴν ἐκεκτήμην τὴν οἰκίαν, κοινὴν τὴν τράπεζαν, ἅπαντα κοινά. οἰκονόμος τις εἶναι ἐνόμιζον τῶν ἐν χρείᾳ καθεστηκότων, οὐκ ἐμὰ τὰ ἐμὰ ἡγούμενος, ἀλλὰ δεσποτικὰ τὰ ἐμά. ὁ κύριος ἔδωκεν, οὐκοῦν διανεμέσθω τοῖς συνδούλοις.» σιτομέτριον ἦν· οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν, ὥστε μὴ τῇ παρούσῃ μόνον ἡσθῆναι παραμυθίᾳ, ἀλλὰ καὶ τῇ τῶν μελλόντων ἐλπίδι τρυφᾶν. ἡμεῖς δὲ αὐτοὺς καὶ προϊσταμένους ἀπελαύνομεν.

καὶ ὅρα, οὐ λέγει, ὅπερ ἐδίδου, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ἀνάγκῃ συγκρύπτει τὰ κατορθώματα, περιστέλλει τὰ ἐγκώμια. οὐκ ἐξῆλθεν, φησίν, τὴν θύραν μου κόλπῳ κενῷ. χεῖρα δὲ κυρίου εἰ μὴ ἐδεδοίκειν. «οὐχ ἁπλῶς ταῦτα ἐποίουν, ἀλλὰ πρὸς τὸν θεὸν ὁρῶν, οὐχὶ φύσει», φησίν, «ἁπλῶς ἐλεήμων ὤν, ἀλλὰ διὰ τὸν τοῦ θεοῦ φόβον. οὐκ ἔχει τις εἰπεῖν, ὅτι ταῦτα μὲν κατώρθουν, ἐπαιρόμενος δὲ ἤμην καὶ ἐθάρρουν, ἀλλ᾽ ὥσπερ οἱ συνειδότες ἑαυτοῖς ἁμαρτήματα οὕτως ἀεὶ τὸν θεὸν ἐφοβούμην καὶ ἔτρεμον.» «πᾶσαν συγγραφὴν ἄδικον διέσπασα. οὐκ ἐκαλλωπιζόμην, ἀλλὰ διέρρησσον τὴν συγγραφὴν»—τὸ δὲ περιθέμενος ἐπ᾽ ὤμων αἰνίττεταί τινας ταῖς ἀλλοτρίαις ἐγκαλλωπιζομένους συμφοραῖς— «καὶ οὐχ ἁπλῶς ἀπεδίδουν, ἀλλὰ πρότερον ποιῶν ἐξησθενημένην τῷ διαρρῆξαι. πᾶσαν», φησίν, «συγγραφὴν ἄδικον διέσπασα.» εἰ δὲ καὶ ἐπ᾽ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν ἢ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν. καὶ μὴν οὔτε στενάζει ἡ γῆ οὔτε κλαίει. τί οὖν φησιν; οὐχ ὡς ἐκείνης στεναζούσης, ἀλλ᾽ ὡς ἐν ταῖς ἀδικίαις καὶ τῶν ἀψύχων αἰσθανομένων, ὥσπερ καὶ ὁ προφήτης φησίν· ἡ γῆ ἐξέστη καὶ ἔφριξεν. στενάζει δὲ ἡ γῆ, ὅταν ἀδικῶμεν αὐτῆς τοὺς καρπούς. 31,40c 〈καὶ ἐπαύσατο,〉 φησίν, 〈Ἰὼβ ῥήμασιν,〉 32,1a 〈ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ.〉 πρὸς ταῦτα οὐδὲν εἶπον ἐκεῖνοι.