Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Οι παρεμβάσεις και οι λόγοι του Ελιού

Ο Ελιούς λαμβάνει τον λόγο ελέγχοντας τόσο τον Ιώβ όσο και τους τρεις φίλους. Αναλύει τους τρόπους της θείας παιδαγωγίας, το ακατάληπτο της δικαιοσύνης και την απόλυτη κυριαρχία του δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 12 από 14

ἡσύχασε μὲν ὁ Ἰὼβ διδοὺς αὐτοῖς λόγον εἰπεῖν· ἐπειδὴ δὲ καὶ τὸν θεὸν ἐκάλεσε μάρτυρα καὶ ἑαυτῷ ἐπηράσατο, ἐπεστομίσθησαν. 32,1a 〈ἔτι ἀντεῖπεν,〉 φησίν, 〈Ἰώβ·〉 1b 〈ἦν γὰρ δίκαιος ἐναντίον αὐτῶν.〉 μετέθεντο τὴν ψῆφον, ἣν πρότερον εἶχον, ὡς ἀναγκασθῆναι λοιπὸν καταδικάσαι τοῦ θεοῦ καὶ καταψηφίσασθαι. ὅρα ἑκατέραν ἀμετρίαν· καὶ τοῦτον καὶ τὸν θεὸν κατεδίκασαν καὶ ἀμφοτέρων κατεψηφίσαντο. ἀλλ᾽ ὁ θεὸς ὑπὲρ μὲν ἑαυτοῦ οὐδέν φησιν, ὑπὲρ δὲ τοῦ Ἰώβ· τὸ μὲν ἑαυτοῦ ἀφίησιν—τῇ γὰρ διανοίᾳ προσέσχεν—περὶ δὲ τοῦ Ἰώβ φησιν, ὅτι «οὐ καλῶς ἐφθέγξασθε κατὰ τοῦ θεράποντός μου», καίτοι ὁ μάλιστα πάντων ἠδικημένος αὐτός ἐστιν ὁ θεός. ἀλλ᾽ οὐ τίθησι τὸ ἑαυτοῦ, ἀλλὰ τὸ ὑπὲρ ἐκείνου, καί φησι δεῖν αὐτοὺς ἐξιλεώσασθαι καὶ θυσίας προσενεγκεῖν. 32,2a 〈ὠργίσθη δέ,〉 φησίν, 〈θυμῷ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ τοῦ Βουζὶ〉 2b 〈ἐκ τῆς συγγενείας Ἀρὰμ τῆς Αὐσίτιδος χώρας,〉 2c 〈καὶ ὠργίσθη θυμῷ τῷ Ἰώβ,〉 2d 〈διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἔναντι κυρίου.〉 32,3a 〈καὶ κατὰ τῶν τριῶν δὲ αὐτοῦ φίλων ὠργίσθη σφόδρα,〉 3b 〈διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα τῷ Ἰὼβ〉 3c 〈καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.〉 οὐχ ὅτι ἀπέφηνεν ἑαυτὸν δίκαιον ὠργίσθη, ἀλλ᾽ ὅτι ἔναντι κυρίου, ἐπειδὴ αὐτὸν ἐκάλει μάρτυρα, ἢ ὅτι ὡς πρὸς τὸν θεὸν δικαζόμενος.

τὸ μὲν γὰρ δικαιῶσαι ἑαυτὸν οὐδὲν μέγα, τὸ δὲ ὡς πρὸς τὸν θεὸν δικαζόμενον τοῦτο ποιῆσαι, τοῦτο ἄτοπον. μὴ δικαιοῦ, γάρ φησιν, σεαυτὸν ἔναντι κυρίου. καὶ μὴν καὶ οὗτοι διὰ τοῦτο ὠργίζοντο καὶ ἔλεγον· μὴ γὰρ ἔσται βροτὸς δίκαιος ἔναντι κυρίου; τί οὖν οὗτος πλέον ἔσχεν; καὶ γὰρ καὶ ἐκεῖνοι τὸ αὐτὸ ἐνεκάλουν. εἰ δὲ τοῦτο ἀληθές, ἐσχάτης ἀσεβείας τοῦ Ἰώβ, εἰ τοῦ θεοῦ δικαιότερον ἑαυτὸν ἐνόμισεν εἶναι. τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν. τοῦτο μὲν γὰρ ὑπέλαβεν Ἐλιοῦς, ἀλλ᾽ οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι αὐτὸς δικαιότερός ἐστι τοῦ θεοῦ, ἀλλ᾽ ὅτι ταῦτα μὲν αὐτῷ πέπρακτο. οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ θεῷ, ὁ δὲ Ἐλιοῦς τοῦτο ὑπέλαβεν. ἐκείνοις δὲ δικαίως ἐνεκάλει προδεδωκόσι τοῦ θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. 32,4a 〈Ἐλιοῦς δέ,〉 φησίν, 〈ὑπέμεινε δοῦναι ἀπόκρισιν τῷ Ἰώβ,〉 4b 〈ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.〉 32,5a 〈καὶ εἶδεν Ἐλιοῦς, ὅτι οὐκ ἔστιν ἀπόκρισις〉 5b 〈ἐν τῷ στόματι τῶν τριῶν ἀνδρῶν,〉 5c 〈καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ.〉 καλῶς εἶπεν· ὑπέμεινεν, δεικνύς, ὅτι ὠργίζετο μέν, οὐκ ἐτόλμα δὲ οὐδὲν εἰπεῖν, ἕως ἂν πάντα κενώσῃ ὁ Ἰώβ.

καίτοι θέα αὐτοῦ τὴν σύνεσιν, πῶς ἐκ προοιμίων εὐθέως ἐπέβαλεν, πῶς τὴν προσήκουσαν φυλάττει τάξιν. 32,6a ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ Ο ΤΟΥ ΒΑΡΑΧΙΗΛ Ο ΤΟΥ ΒΟΥΖΙ ΛΕΓΕΙ· 32,6b 〈νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι.〉 6c 〈διὸ ἡσύχασα φοβηθεὶς〉 6d 〈τοῦ ἀναγγεῖλαι ὑμῖν τὴν ἐμὴν ἐπιστήμην.〉 ἵνα μή τις εἴπῃ· «καὶ τίνος ἕνεκεν μὴ παρὰ τὴν ἀρχὴν μεθ᾽ ἡμῶν ἐμαχήσω ὑπὲρ τοῦ θεοῦ;» ἐπὶ τὴν ἡλικίαν κατέφυγε καὶ «προσδοκῶν», φησίν, «παρ᾽ ὑμῶν γενναῖόν τι καὶ θαυμαστὸν λέγεσθαι». ὅρα, πῶς ἀφιλότιμος ἦν, πῶς παρεχώρει τῶν πρωτείων ἐκείνοις, πῶς ἔδειξεν, ὅτι οὐδ᾽ ἂν νῦν ἐφθέγξατο, εἰ μὴ εἰς ἀνάγκην αὐτὸν ἐκεῖνοι κατέστησαν. 32,7a 〈εἶπον δέ,〉 φησίν, 〈ὅτι· οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν,〉 7b 〈ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασι σοφίαν;〉 32,8a 〈καὶ οὐχ οὕτως, ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς,〉 8b 〈πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με.〉 ἑκατέρωθεν αὐτοῦ τὴν σύνεσιν στοχαζόμεθα, ἀπό τε τῆς σιγῆς ἀπό τε τῆς διαλέξεως. οὔτε γὰρ πρὸ καιροῦ προπηδήσας εἶπέ τι τούτων οὔτε καλοῦντος τοῦ καιροῦ ἡσύχασεν. εἶτα καὶ λογισμόν φησι δίκαιον· 32,9a 〈οὐ γὰρ οἱ πολυχρόνιοί εἰσι σοφοὶ〉 9b 〈οὐδὲ οἱ γέροντες οἴδασι κρίμα.〉 «οὐ γὰρ ἀνάγκη», φησίν, «τοὺς πρεσβύτας μόνον εἶναι σοφούς, ἀλλ᾽ ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον.

εἰ γὰρ χρόνος ποιεῖ σοφούς, πολλῷ μᾶλλον ὁ θεός.» 32,10a 〈διὸ εἶπον· ἀκούσατέ μου,〉 10b 〈καὶ ἀναγγελῶ ὑμῖν, ἃ οἶδα.〉 32,11a 〈ἐνωτίζεσθε τὰ ῥήματά μου· 11b ἐρῶ γὰρ ὑμῶν ἀκουόντων.〉 11b 〈ἰδοὺ ἤκουσα τοὺς λόγους ὑμῶν, ἠνωτισάμην μέχρι συνέσεως ὑμῶν,〉 11c 〈ἄχρις οὗ ἐτάσητε τοὺς λόγους ὑμῶν〉 32,12a 〈καὶ ἕως ὑμῶν συνήσω.〉 12b 〈καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ὁ ἐλέγχων〉 12c 〈ἀνταποκρινόμενος ῥήμασιν αὐτοῦ ἐξ ὑμῶν.〉 ἢ τοῦτό φησιν, ὅτι «οὐδὲ τότε, ὅτε ἠλέγχετε, ὡς ἔδει ἠλέγξατε», ἢ ὅτι «ὕστερον ἐσιωπήσατε». 32,13 〈ἵνα δὲ μὴ εἴπητε· εὕρομεν σοφίαν προσθέμενοι κυρίῳ·〉 32,14 〈ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα.〉 32,15a 〈ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι,〉 15b 〈ἐπαλαίωσαν ἐξ αὐτῶν λόγον.〉 32,16a 〈ὑπέμεινα· οὐ γὰρ ἐλάλησαν,〉 16b 〈ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.〉 32,17 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 32,18a 〈πάλιν λαλήσω· πλήρης γάρ εἰμι ῥημάτων,〉 18b 〈ὀλέκει δέ με τὸ πνεῦμα τῆς γαστρός,〉 32,19a 〈καὶ ἡ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους γέμων δεδεμένος〉 19b 〈ἢ ὥσπερ φυσητὴρ χαλκέως δεδεμένος καὶ κατερρωγώς.〉 δείκνυσιν, ὅτι πάλαι ταῦτα ὠδίνων εἰπεῖν ὑπέμεινε καὶ ἐκαρτέρει καὶ διαρραγῆναι εἶχεν· ὥστε πολλῆς τῆς ὑπομονῆς χρεία, ὅπερ ἐστὶ μάλιστα πάντων σοφίας ἔργον δύνασθαι ῥήματα κατασχεῖν.

τοῦτο δὲ ἀπὸ τοῦ ζήλου τοῦ πρὸς τὸν θεὸν ἔπασχεν, τὸ οὕτω πυρωθῆναι. 32,20 〈λαλήσω,〉 φησίν, 〈ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη μου.〉 32,21a 〈ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ,〉 21b 〈ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ.〉 32,22a 〈οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον.〉 τοῦτο ἐκείνους αἰνίττεται, ὅτι διὰ τοῦτο ἐσίγησαν αἰσχυνθέντες αὐτόν. 32,22b 〈εἰ δὲ μή, καὶ ἐμέ,〉 φησίν, 〈σῆτες ἔδονται.〉 ὥσπερ τοὺς προσωπολήπτας, καὶ μάλιστα, ὅταν ὁ θεὸς ἐν τῷ μέσῳ ᾖ καὶ ἀνθρώπους μᾶλλον τιμῶμεν. 33,1a 〈οὐ μὴν δέ,〉 φησίν, 〈ἀλλ᾽ ἄκουσον, Ἰώβ, τὰ ῥήματά μου〉 1b 〈καὶ τὴν λαλιάν μου ἐνωτίζου.〉 33,2a 〈ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου,〉 〈2b 〈καὶ ἐλάλησεν ἡ γλῶσσά μου〉 ἐν τῷ λάρυγγί μου.〉 33,3a 〈καθαρά μου ἡ καρδία ἐν ῥήμασιν,〉 3b 〈σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει.〉 τουτέστιν· «οὐκ ἀπὸ βασκανίας οὐδὲ ἀπὸ φθόνου ταῦτα φθέγγομαι.» ὥστε, εἰ καὶ τὰ αὐτὰ εἶπον οἱ τρεῖς φίλοι ἅπερ οὗτος, ἀλλ᾽ ἴσως οὐ μετὰ τῆς αὐτῆς γνώμης οὐδὲ ὑπὲρ τοῦ θεοῦ, ἐπεὶ καὶ ὁ Ἰούδας καὶ οἱ ἕνδεκα τὰ αὐτὰ ἐφθέγξαντο περὶ τοῦ ἀλαβάστρου, ἀλλ᾽ οὐ μετὰ τῆς αὐτῆς γνώμης. ὥστε μὴ τὰ ῥήματα ἐξετάζωμεν, ἀλλὰ τὴν διάνοιαν, μεθ᾽ ἧς ἔλεγεν ἕκαστος. πῶς; οἱ μὲν αὐτὸν καταβαλεῖν βουλόμενοι, ὁ δὲ τοὐναντίον.

καὶ ὅρα, ὕστερος οὗτος φθέγγεται πολλά, ὧν ὁ θεὸς μέλλει λέγειν, ἵνα μᾶλλον ὁ θεὸς ἀπολογήσηται, ὅταν καὶ παρὰ τοῦ ὁμοδούλου τὰ αὐτὰ ἀκούσῃ, ἅπερ ὕστερον παρὰ τοῦ δεσπότου. τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν οἰκετῶν· ὅταν οἱ σύνοικοι αὐτοῖς ἐγκαλέσωσιν, τότε μάλιστα καὶ ἡμεῖς ἐπιτιθέμεθα. ἐκείνοις γὰρ ἐγκαλέσαι οὐκ ἔχει ὡς ἀδίκως τοῦτο ποιοῦσιν. 33,4a 〈πνεῦμα θεῖον τὸ ποιῆσάν με,〉 4b 〈πνοὴ δέ,〉 φησίν, 〈παντοκράτορος ἡ διδάσκουσά με.〉 33,5a 〈ἐὰν δυνηθῇς, δός μοι ἀπόκρισιν πρὸς ταῦτα,〉 5b 〈ὑπόμεινον καὶ στῆθι σὺ κατ᾽ ἐμὲ καὶ ἐγὼ κατὰ σέ.〉 33,6a 〈ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ,〉 6b 〈ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα πηλοῦ.〉 ἐπειδὴ ἔλεγεν· «εἴ γε ἦν ὁ διακρίνων» καὶ ὅτι «ἄνθρωπός εἰμι», «ἰδού, ἐγὼ κατὰ σέ εἰμι, ἐκ τοῦ αὐτοῦ ἐσμεν», φησίν, «πηλοῦ». 33,7a 〈οὐχὶ ὁ φόβος μου στροβήσει σε,〉 7b 〈οὐδὲ ἡ χείρ μου βαρεῖα ἐπὶ σοὶ ἔσται.〉 ἃ περὶ τοῦ θεοῦ ἔλεγεν. 33,8a 〈πλὴν εἶπας ἐν ὠσί μου,〉 8b 〈φωνὴν δὲ ῥημάτων σου ἀκήκοα,〉 33,9a 〈διότι λέγεις, ὅτι· καθαρός εἰμι, οὐχ ἥμαρτον τοῖς ἔργοις,〉 9b 〈ἄμεμπτος δέ εἰμι· οὐ γὰρ ἠνόμησα,〉 33, 10a 〈μέμψιν δὲ κατ᾽ ἐμοῦ εὗρεν.〉 ἐπειδὴ περὶ τοῦ θεοῦ ἔλεγεν· οὐκ εἰσακούσεταί μου, «τοῦτό ἐστιν, ὃ ἐγκαλεῖς», φησίν, «ὅτι οὐκ εἰσήκουσέ σου τῆς δίκης. πόθεν δῆλον, εἰπέ μοι, ὅτι οὐκ εἰσήκουσεν; ὅτι κολάζει καὶ τιμωρεῖται;

τοῦτο ἔργον αὐτῷ, ὥστε βελτίους ποιεῖν τοὺς ἀνθρώπους.

πολλάκις γοῦν νόσῳ», φησίν, «παρέδωκεν ἐσχάτῃ πολλούς, καὶ ὅμως ἐν ἀρρωστίᾳ τοιαύτῃ ἐξησθενημένον τὸν ἄνθρωπον οὐδεὶς ἀνελεῖν δυνήσεται, κἂν μύριοι ὦσιν ἄγγελοι θανατηφόροι.» 33,10b 〈καὶ ἥγηταί με,〉 φησίν, 〈ὥσπερ ὑπεναντίον ἑαυτῷ,〉 33,11a 〈ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου〉 11b 〈καὶ ἐφύλαξέ μου πάσας τὰς ὁδούς.〉 33,12a 〈πῶς γὰρ λέγεις, ὅτι· δίκαιός εἰμι καὶ οὐκ ἐπακήκοέ μου;〉 12b 〈αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.〉 33,13 〈λέγεις γάρ· διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοεν ἐν παντὶ ῥήματι;〉 33,14a 〈ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος,〉 14b 〈ἐν δὲ τῷ δευτέρῳ ἐνύπνιον ὡς φάσμα〉 33,15a 〈ἐν μελέτῃ νυκτερινῇ,〉 15b 〈ὡς ὅταν ἐπιπίπτῃ φόβος δεινὸς ἐπ᾽ ἀνθρώπους〉 15c 〈ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης.〉 33,16a 〈τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων·〉 16b 〈ἐν εἴδεσι φόβου τοιούτοις ἐξεφόβησεν αὐτοὺς〉 33,17a 〈ἀποστρέψαι ἄνθρωπον ἐξ ἀδικίας αὐτοῦ,〉 17b 〈τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ ἀδικίας πτώματος ἐρρύσατο〉 33,18a 〈καὶ ἐφείσατο τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου〉 18b 〈τοῦ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ.〉 33,19a 〈πάλιν δὲ ἤλεγξεν αὐτὸν μαλακίᾳ ἐπὶ κοίτης,〉 19b 〈καὶ πλῆθος ὀστέων αὐτοῦ ἐνάρκησεν.〉 33,20a 〈πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι,〉 20b 〈καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει,〉 33,21a 〈ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες〉 21b 〈καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά,〉 33,22a 〈ἐγγίσῃ δὲ ἡ ψυχὴ αὐτοῦ εἰς θάνατον,〉 22b 〈ἡ δὲ ζωὴ αὐτοῦ ἐν τῷ ᾅδῃ.〉 33,23a 〈ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι,〉 23b 〈εἷς ἐξ αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν.〉 «οὐ δυνήσεται», φησίν, «ἐπειδὴ αὐτὸς κατέχει.» «

πολλοὺς δέ», φησίν, «καὶ δι᾽ ὀνειράτων ἐπαίδευσεν, καὶ πολέμου μὲν καὶ μάχης ἐξήρπασεν, ἑτέρᾳ δὲ παρέδωκεν τιμωρίᾳ.» ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ μὴ τῆς προνοίας ἀπήλαυες τῆς αὐτοῦ, οὐκ ἂν ἀπώλου; οὐκ ἂν ἐν πολέμῳ καὶ μάχῃ κατέπεσες; ὥστε μάλιστα τοῦτό σοι τεκμήριον ἔστω τῆς προνοίας, ὅτι τοσαύτῃ προσπαλαίων νόσῳ καὶ ἀρρωστίᾳ οὐ τέθνηκας δυνάμενος πολλάκις καὶ χωρὶς τῆς ἀρρωστίας ταύτης, εἴ γε ἐγκατέλιπεν αὐτός, ἀποθανεῖν.» καὶ λέγεις· διὰ τί τῆς δικαιοσύνης μου οὐκ ἐπακούεις ἐν παντὶ ῥήματι; ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος. τουτέστιν· «οὐχὶ καθ᾽ ἕκαστον ἀκούει καὶ παιδεύει, ἀλλὰ τοῦτό ἐστι τοῦ θεοῦ εἰς ἅπαξ τι ποιῆσαι καὶ μὴ κατὰ μικρόν. πολλάκις δι᾽ ὀνειράτων παρῄνεσεν, δι᾽ ἐνυπνίων.» ἐπειδὴ ἔλεγεν· διὰ τί με ἐκφοβεῖς ἐν ἐνυπνίοις, ἐν δὲ ὁράμασι καταπλήσσεις; 33,30A 〈〈ἰδού,〉 φησίν, 〈ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρός, ὁδοὺς〉 τρεῖς μετὰ ἀνδρὸς τοῦ ἐπιστρέψαι τὴν ψυχὴν αὐτοῦ.〉 τί ἐστι τρεῖς; «πολλάκις», φησίν, «οὐ διαλιμπάνει ὁ θεὸς κατέχων ἡμᾶς, κηδόμενος ἡμῶν ὥστε βελτίω ποιῆσαι τὴν ψυχήν.» «λέγεις», φησίν, «ὅτι ἀδίκως καὶ ἁπλῶς ὁ παντοκράτωρ ταράξει τὸ δίκαιον.» ὁ Παῦλός φησιν· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; ὅρα, πῶς ἄλλοθεν αὐτοῦ τὸ δίκαιον παρίστησιν· «ἐποίησε τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὰ ἄλλα πάντα. μὴ γὰρ ἀλλότρια αὐτοῦ ἐστι τὰ ἔργα, ἵνα ἡμᾶς ἀδικήσῃ;

φείδεται τῶν αὐτοῦ»—φείδῃ δὲ πάντων, φησίν, ὅτι σά ἐστιν, δέσποτα φιλόψυχε—, «οὐ μόνον ὅτι αὐτοῦ ἐστιν, ἀλλ᾽ ὅτι καὶ αὐτὸς αὐτῶν κρατεῖ. καὶ γὰρ ἐπ᾽ ἀνθρώπων πονηρῶν τοῦτο συμβαίνει· οὐδ᾽ ἂν θέλωσιν, ἀνέχονται τοὺς ὑποτεταγμένους ἀδικεῖν· τῶν γὰρ οἰκείων καὶ τῶν ἰδίων ἔθος ἅπασι φείδεσθαι. ὅταν δὲ καὶ αὐτὸς ὁ πεποιηκὼς ᾖ καὶ αὐτὸς ὁ κρατῶν, πῶς ταράξει τὸ δίκαιον ἐν τῇ οἰκουμένῃ πάσῃ λαμπρὸν οὕτως αὐτὸ κατασπείρας; ἀλλ᾽ οὐδὲ αὐτὸς ἔχεις εἰπεῖν, ὅτι παρ᾽ ἀσθένειαν οὐκ ἀδικεῖ· οὕτω γὰρ εὔκολον αὐτῷ πάντας ἀπολέσαι, ὥστε ἀρκεῖ θελῆσαι, καὶ τὸ κωλύον οὐδέν. ἀλλ᾽ οὐδὲν τοιοῦτον σύνοιδεν ὁ παρελθὼν χρόνος.» εἶτα μετὰ πολλά φησιν· 34,12a 〈οἴει τὸν κύριον τὰ ἄτοπα ποιήσειν;〉 12b 〈ἢ ὁ παντοκράτωρ ταράξει 〈τὸ δίκαιον〉,〉 34,13a 〈ὃς ἐποίησε τὴν τὴν γῆν;〉 13b 〈τίς δέ ἐστιν ὁ ποιῶν τὴν ὑπ᾽ οὐρανὸν καὶ τὰ ἐνόντα πάντα;〉 34,14a 〈εἰ γὰρ βούλοιτο συσχεῖν〉 14b 〈καὶ τὸ πνεῦμα παρ᾽ αὐτῷ κατασχεῖν,〉 34,15a 〈τελευτήσει πᾶσα σὰρξ ὁμοθυμαδόν,〉 15b 〈βροτὸς δὲ εἰς γῆν ἀπελεύσεται, ὅθεν καὶ ἐπλάσθη.〉 34,16a 〈εἰ δὲ μὴ νουθετῇ, ἄκουε ταῦτα, Ἰώβ,〉 16b 〈ἐνωτίζου φωνὴν ῥημάτων.〉 34,17a 〈εἰ δὲ σὺ οὐκ οἴει τὸν μισοῦντα τὰ ἄνομα〉 17b 〈καὶ τὸν ὀλλύντα τοὺς πονηροὺς〉 17c 〈ὄντα αἰώνιον εἶναι δίκαιον.〉 τί ἐστιν εἰ δὲ σύ; οὐκ ἐτόλμησεν ἐπαγαγεῖν τὸ συμπέρασμα· ἀπὸ πολλῆς εὐλαβείας ἐφείσατο τοῦ ῥήματος.

οὐκ ἀπὸ τῆς κτίσεως, οὐκ ἀπὸ τῆς δημιουργίας, οὐκ ἀπὸ τῆς ἀρχῆς ταῦτα στοχάζεσθαι δεῖ μόνον, ἀλλὰ καὶ ἀπ᾽ αὐτῆς τῆς οὐσίας καὶ ἀπ᾽ αὐτῶν τῶν ἔργων· μισοπόνηρός ἐστι καὶ φιλάνθρωπος, οὐ καθάπερ ἡμεῖς· οὐκ ἀπεχθείᾳ τῇ πρὸς τὰ κακὰ ἀπεχόμεθα τῆς πονηρίας, ἀλλὰ φόβῳ τῆς μελλούσης κολάσεως. πόθεν; ὅτι μισεῖ τὰ ἄνομα, ἀπόλλυσιν, φησίν, τοὺς πονηρούς. ὄντα, φησίν, αἰώνιον. καλῶς καὶ τὸ αἰώνιον τέθεικεν, ὥστε μὴ καθ᾽ ἑκάστην ἡμέραν μηδὲ καθ᾽ ἑκάστην πρᾶξιν ἀπαιτεῖν αὐτὸν τῶν γενομένων τὰς εὐθύνας. πολλάκις οἰκονομεῖ τινα οἰκονομίαν, ἧς τὸ τέλος εἰς μακρὸν ἐκταθῆναι χρόνον ἀνάγκη. μὴ προπηδήσῃς τοῦ τέλους μηδὲ πρὶν ἢ τὸν πᾶν ἀπαρτισθῆναι θελήσῃς καταμαθεῖν τοῦ θεοῦ τὴν δικαιοκρισίαν, ἐπεὶ πλέον οὐδὲν ἔσται σοι τῆς προπετείας. διὰ τοῦτό φησιν αἰώνιος καὶ δίκαιος. ἅπας ὁ παρελθὼν χρόνος αὐτῷ τοῦτο μαρτυρεῖ· μὴ γὰρ νῦν μεταβέβληται; 34,18a 〈ἀσεβής,〉 φησίν, 〈ὁ λέγων βασιλεῖ· παρανομεῖς.〉 τουτέστιν· τολμηρὸς δίκην δίδωσιν, καὶ δὴ ἐπὶ βασιλέως οὐκ ἀκίνδυνον. τοῦτο ἐμοὶ δοκεῖ καὶ ἄλλο τι αἰνίττεσθαι, ὅτι ὁ βασιλεὺς οὐχ ὑπόκειται, ἀλλ᾽ ἐπίκειται νόμοις· δημιουργὸς αὐτῶν αὐτός ἐστι τῶν νόμων. εἰκότως οὖν τῷ ποιοῦντι τοὺς νόμους ὁ λέγων· «παρανομεῖς» ἐγκαλεῖται, ὥσπερ ἂν εἴ τις τῷ πλάστῃ καὶ τῷ δημιουργῷ εἴποι· «κακῶς πλάττεις».

αὐτόνομός ἐστιν ὁ βασιλεύς. 34,19a 〈ὃς οὐκ ᾐσχύνθη,〉 φησίν, 〈πρόσωπον ἐντίμου,〉 19b 〈οὐκ ἔδωκε δὲ τιμὴν θέσθαι ἀνδρῶν〉 19c 〈τοῦ θαυμασθῆναι πρόσωπα αὐτῶν.〉 «εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ᾽ ὀφείλεις παραχωρεῖν αὐτῷ καὶ τῇ δόξῃ αὐτοῦ ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.» ἄρα ὁ περιεργαζόμενος τὸν θεὸν οὐ τιμᾷ τὸν θεόν. ὅρα, καὶ Παῦλος τί φησιν· δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθείς, ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι. πόθεν πληροφορηθείς; εἰπέ μοι. τὰ γὰρ ἐναντία τῆς φύσεως ἡ ἀκολουθία ἀντεφθέγξατο. 34,20a 〈κενὰ δὲ αὐτοῖς,〉 φησίν, 〈ἀποβήσεται τὸ κεκραγέναι καὶ δεῖσθαι ἀνδρός·〉 20b 〈ἐχρήσαντο γὰρ ἀνόμως ἐκκλειομένοις καὶ ἀδυνάτοις.〉 «ἡ ἱκετηρία σου», φησίν, «αὐτή σοι ἐναντιοῦται. ὁ γὰρ λέγων βασιλεῖ· παρανομεῖς, κἂν δέηται, μάτην δεηθήσεται.»

εἶτα περὶ τῆς τοῦ θεοῦ γνώσεώς φησιν, ὅτι πάντα οἶδεν· 34,21a 〈αὐτὸς γάρ,〉 φησίν, 〈ὁρατής ἐστι πάντων ἀνθρώπων,〉 21b 〈λέληθε δὲ αὐτὸν οὐδὲν ὧν πράσσουσιν,〉 34,22 〈οὐδέ ἐστι τόπος τοῦ κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα.〉 34,23b 〈ὁ γὰρ κύριος τὰ πάντα ἐφορᾷ,〉 34,24a 〈ὁ καταλαμβάνων ἀνεξιχνίαστα,〉 24b 〈ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός.〉 34,25a 〈γνωρίζων αὐτῶν τὰ ἔργα〉 25b 〈καὶ στρέψει νύκτα καὶ ταπεινωθήσονται.〉 σὺ δέ μοι παρατήρει, πῶς οὐδαμοῦ καθικνεῖται καθάπερ ἐκεῖνοι τοῦ Ἰώβ, ἀλλά φησιν, ὅτι ὁ θεὸς δίκαιός ἐστιν, καὶ οὐ λέγει αὐτῷ, ὅτι «ἥρπασας ὀρφανοὺς καὶ χήρας», πῶς ἐπιτιμητικός ἐστιν, οὐχὶ κατηγορητικός. εἶτα μετὰ πολλά φησιν· 34,35a 〈Ἰώβ, οὐκ ἐν συνέσει ἐλάλησας,〉 35b 〈τὰ δὲ ῥήματά σου οὐκ ἐν ἐπιστήμῃ.〉 τοῦτο ἠρέμα καὶ συγγνώμης ἐστίν, ἐκεῖνοι δέ φασιν· μέχρι πότε πνεῦμα πολυρῆμον τοῦ στόματός σου; 34,36a 〈οὐ μὴν δὲ ἀλλὰ μάθε, Ἰώβ,〉 36b 〈μὴ δῷς ἔτι ἀνταπόκρισιν ὥσπερ οἱ ἄφρονες,〉 34,37a 〈ἵνα μὴ προσθῶμεν,〉 φησίν, 〈ἐφ᾽ ἁμαρτίαις ἡμῶν·〉 37b 〈ἀνομία δὲ ἐφ᾽ ἡμῖν ἔσται〉 37c 〈πολλὰ λαλοῦσι ῥήματα ἔναντι κυρίου.〉 οὐκ εἶπεν· “παράνομα” οὐδὲ “ἀσεβῆ”, ἀλλὰ πολλά, δεικνύς, ὅτι οὐδὲ πολλὰ ἀντιφθέγγεσθαι χρὴ τῷ θεῷ.

εἰ γὰρ ἐπὶ βασιλέως οὐκ ἄν τις τολμήσειε πολλὰ ῥήματα ἀντιφθέγξασθαι, πολλῷ μᾶλλον ἐπὶ θεοῦ. 35,1 ΥΠΟΛΑΒΩΝ ΔΕ ΕΛΙΟΥΣ ΛΕΓΕΙ· 35,2a 〈τί τοῦτο ἡγήσω ἐν κρίσει;〉 2b 〈σὺ τίς εἶ, ὅτι εἶπας· δίκαιός εἰμι ἔναντι κυρίου,〉 35,3 〈ἢ ἐρεῖς· τί ποιήσω ἁμαρτών;〉 35,4a 〈ἐγώ σοι δώσω ἀνταπόκρισιν〉 4b 〈καὶ τοῖς τρισί σου φίλοις·〉 35,5a 〈ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἰδέ,〉 5b 〈κατάμαθε δὴ τὰ νέφη καὶ ἰδέ, ὡς ὑψηλὰ ἀπὸ σοῦ.〉 τουτέστιν· «εἰ καὶ μὴ ἀπὸ λογισμῶν, ἀλλ᾽ ἀπὸ τῶν ὁρωμένων μάθε, πόσον σου ἀπέχει καὶ πόσον ἐστὶν ὑψηλότερος. 35,6a 〈εἰ ἥμαρτες, τί πράξεις;〉 6b 〈εἰ δὲ καὶ ἠνόμησας πολλά, τί δύνασαι ποιῆσαι;〉 τουτέστιν· »οὐδὲν αὐτὸν ἀδικήσεις, ἀλλ᾽ οὐδὲ ὠφελήσεις δίκαιος ὤν.» ἐπειδὴ γὰρ ἔλεγεν· εἰ ἥμαρτον, τί δύναμαί σοι πρᾶξαι; φησίν· «διὰ τί τοῦτο εἶπες; μὴ γὰρ ὡς ἀδικούμενος φροντίζει σου ἁμαρτόντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;» 35,7a 〈καὶ εἰ δίκαιος εἶ, τί δώσεις αὐτῷ;〉 φησιν, 7b 〈ἢ τί ἐκ χειρός σου λήψεται;〉 35,8a 〈ἀνδρὶ τῷ ὁμοίῳ σου ἡ ἀσέβειά σου〉 8b 〈καὶ υἱῷ ἀνθρώπου ἡ δικαιοσύνη σου.〉 35,9a 〈ἀπὸ πλήθους συκοφαντούμενοι κεκράξονται,〉 9b 〈βοήσονται ἀπὸ βραχίονος πολλῶν.〉 35,10a 〈καὶ οὐκ εἶπεν· ποῦ ἐστιν ὁ θεὸς ὁ ποιήσας με;〉 «οὐχ ὁρᾷς», φησίν, «τὸ ὕψος, ὅσον ἐστίν;» 35,10b 〈ὁ κατατάσσων,〉 φησίν, 〈φυλακὰς νυκτερινάς.〉 τουτέστιν· καθάπερ ἐν στρατοπέδῳ.

οὐχ ὁρᾷς πάντα διατεταγμένα καὶ μετὰ πλείονος ἀκριβείας ἕκαστον ἐν τάξει μένον τῇ προσηκούσῃ, οὐδὲν τῶν πάντων τὸν οἰκεῖον ὑπερβαῖνον ὅρον οὐδὲ τοῖς ἀλλοτρίοις ἐπιπηδῶν χωρίοις, καθάπερ τὰ πάντα τῶν φυλάκων κατεχόντων καθευδόντων τῶν ἀνθρώπων οὐδεὶς ἐπιβουλεύει. ὅρα τὰ θηρία· ὅτε διαβαίνει, τότε οὗτοι καθεύδουσιν. οὐκ ἐχρῆν ἐπινέμεσθαι τὰς πόλεις, οὐκ ἐχρῆν αὐτοὺς ἀπολωλέναι, δεδεμένοι καθεύδουσιν. 35,11a 〈ὁ διορίζων με,〉 φησίν, 〈ἀπὸ τετραπόδων γῆς〉 11b 〈καὶ ἀπὸ πετεινῶν οὐρανοῦ.〉 35,12a 〈ἐκεῖ κεκράξονται, καὶ οὐ μὴ εἰσακούσῃ,〉 12b 〈ἀπὸ ὕβρεως πονηρῶν.〉 35,13a 〈ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος·〉 13b 〈αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι〉 35,14a 〈πάντων τῶν συντελούντων τὰ ἄνομα, ὃς σώσει με.〉 14b 〈κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν.〉 35,15a 〈καὶ νῦν, ὅτι οὐκ ἔστιν ἐπισκεπτόμενος ὀργὴν αὐτοῦ〉 15b 〈καὶ οὐκ ἔγνω παραπτώματι σφόδρα,〉 35,16a 〈καὶ Ἰὼβ ματαίως ἀνοίγει τὸ στόμα αὐτοῦ,〉 16b 〈ἐν ἀγνωσίᾳ ῥήματα βαρύνει.〉 «ὁρᾷς», φησίν, «ἐν τῷ οὐρανῷ καθάπερ στρατιώτας τοὺς ἀστέρας τὴν οἰκείαν ἕκαστον περιπολοῦντας τάξιν;» εἶπε καὶ τὴν ἰδιάζουσαν εὐεργεσίαν· ὁ διορίζων με, φησίν, ἀπὸ τετραπόδων· τοῦτο τῆς φύσεως. εἶτα πάλιν· οὐ μὴ εἰσακούσῃ, φησίν, ἀπὸ ὕβρεως πονηρῶν· τοῦτο φυλακή. ἄτοπα γὰρ ἰδεῖν οὐ βούλεται ὁ κύριος.

οὐ μόνον οὐ δέχεται ὁ κύριος, ἀλλ᾽ οὐδὲ ἰδεῖν βούλεται, ὥσπερ ἄλλος φησὶ προφήτης· καθαρὸς ὀφθαλμὸς τοῦ μὴ ὁρᾶν πονηρά. ὁρᾷς, πόση πρόνοια, πόση φυλακή, πόση σύνεσις; εἰ καὶ μή σε ἐκδικεῖ, ἀλλ᾽ ἀπεχθῶς ἔχει πρὸς τὸ πρᾶγμα. εἶτα, ἐπειδὴ εἶπεν· οὐ βούλεται ὁρᾶν, ἵνα μὴ νομίσῃς ἀγνοίας εἶναι τὸ πρᾶγμα, ἀλλὰ μάθῃς, ὅτι σχέσεώς τινός ἐστι καὶ ἀντιλογίας, ἄκουσον, πῶς ἐπήγαγεν· αὐτὸς γὰρ ὁ παντοκράτωρ ὁρατής ἐστι τῶν συντελούντων τὰ ἄνομα. κρίθητι δὲ ἐναντίον αὐτοῦ, εἰ δύνασαι αὐτὸν αἰνέσαι ὡς ἔστιν. «εἰ δικαστήριον ἐκάθισεν», φησίν, «καὶ τὰ δικαιώματα προέθηκεν, οὐκ ἂν αὐτὸν ἐπῄνεσας; οὐκ ἂν αὐτὸν ἐδόξασας κατ᾽ ἀξίαν ἐπὶ τοῖς εἰς σὲ γεγενημένοις νῦν, ὅτε νομίζεις ἀδικεῖσθαι καὶ κολάζεσθαι; τὸ μὲν γὰρ μὴ δύνασθαι κατ᾽ ἀξίαν τὸν θεὸν ὑμνεῖν οὐδὲν μέγα, τὸ δὲ μέλλοντα κρίνεσθαι πρὸς αὐτὸν ἐν τοῖς πρὸς ἡμᾶς μὴ δύνασθαι κατ᾽ ἀξίαν αὐτὸν ὑμνεῖν, τοῦτο μέγα.» 36,1 ΠΡΟΣΘΕΙΣ ΔΕ ΕΛΙΟΥΣ ΕΤΙ ΛΕΓΕΙ· 36,2a 〈μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε·〉 2b 〈ἔτι γάρ μοι ἔνεστι λέξις.〉 36,3a 〈ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν,〉 3b 〈ἔργοις δέ μου δίκαια ἐρῶ〉 36,4a 〈ἐπ᾽ ἀληθείας, καὶ οὐκ ἄδικα,〉 φησίν, 〈ῥήματα〉 4b 〈ἀδίκως συνίεις.〉 τουτέστιν· τὰ ἐπὶ τῶν ἔργων αὐτῶν ἐκβαίνοντα δίκαια λέγω, οὐχὶ ῥήματα ταῦτά ἐστιν οὐδὲ λόγοι.

εἶτα μετὰ πολλά φησιν· 36,21a 〈ἀλλὰ φύλαξαι, μὴ πράξῃς ἄδικα.〉 οὐκ εἶπεν ὅτι· «ἔπραξας.» 36,24a 〈μνήσθητι οὖν, Ἰώβ, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα,〉 24b 〈ὧν ἦρξαν ἄνδρες〉. 36,25a 〈πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,〉 25b 〈ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.〉 τουτέστιν· ἀπολλύμενοι καθ᾽ ἑκάστην ἡμέραν, ὅσους ἀναιρεῖ. 36,27a 〈ἠρίθμηνται δὲ αὐτῷ ὑετοῦ σταγόνες.〉 ἐνταῦθα τὴν γνῶσίν φησιν καὶ τὴν πρόνοιαν. 36,28b 〈ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν.〉 28c 〈ὥραν δὲ ἔθετο κτήνεσιν,〉 28d 〈καὶ οἴδασι κοίτης τάξιν.〉 καίτοι λόγου ἀπεστερημένα ἀπὸ τῆς φύσεως ἔγνωσαν. προοιμιάζεται περὶ τούτων, περὶ ὧν μέλλει αὐτῷ ὁ θεὸς διαλέγεσθαι. 36,28e 〈ἐπὶ τούτοις πᾶσιν,〉 φησίν, 〈οὐκ ἐξίσταταί σου ἡ διάνοια;〉 οὐκ εἶπεν· “οὐ θαυμάζει;”, ἀλλ᾽ οὐκ ἐξίσταται;—ὄντως γὰρ ἔκστασις καὶ φρίκη, πόθεν τὰ ἄλογα τοσαύτην εὐταξίαν φυλάττει—, ἵνα μάθῃς, ὅτι καὶ σὺ οὐκ ἀπὸ τοῦ λόγου, ἀλλ᾽ ἀπὸ τοῦ τὸν λόγον δεδωκότος κυβερνᾷ. καὶ μετὰ πολλά φησιν· 37,7b 〈ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν.〉 «διὰ τοῦτο», φησίν, «οὕτω μεγάλα αὐτοῦ τὰ δημιουργήματα, διὰ τοῦτο ψῦχος καὶ καῦμα, διὰ τοῦτο ἀέρων ἀνωμαλία.» μὴ γὰρ οὐκ ἐνῆν γενέσθαι κρᾶσιν ἀρίστην; ἀλλ᾽ ἵνα πάντοθεν κωλύσῃ τοῦ φρονήματος τὸ ὑπερέχον καὶ διανιστάμενον, ἵνα γνῷ πᾶς ἄνθρωπος τὴν ἑαυτοῦ ἀσθένειαν. κατὰ πρόσωπον ψύχους αὐτοῦ, φησίν, τίς ὑποστήσεται;

καὶ πᾶσα ἡ κτίσις πρὸς τοῦτο δεδημιούργηται καὶ πάντα διὰ τοῦτο γέγονεν. ἐπειδὴ γὰρ τοῦτο μάλιστα πάντων ἐξέβαλε τῆς τοῦ θεοῦ παρρησίας, πάντα πρὸς τὸ ἐναντίον κατεσκεύασεν ὁ θεός, καὶ τὴν κτίσιν καὶ τὴν κατασκευὴν τοῦ σώματος καὶ τὴν τοῦ βίου διαγωγήν, ὥστε ταῦτα πάντα διὰ ταπεινοφροσύνην, ἵνα μάθωμεν μετριάζειν καὶ ἵνα τὴν ἀσθένειαν ἐπιγνῶμεν τὴν ἑαυτῶν, ἵνα λέγωμεν κατὰ τὸν Ἀβραάμ· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός, ἵνα λέγωμεν κατὰ τὸν Δαυίδ· ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ἵνα λέγωμεν κατὰ τὸν ἀπόστολον, ὅτι ἐμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη. ἀσθενῆ αὐτὸν ἐποίησεν, καὶ νομίζει ἰσχυρὸς εἶναι· διὸ καὶ ἀσθενέστερος γίνεται. τὰ μὲν οὖν ὁμοῦ καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἡμετέραν ἀσθένειαν δείκνυσιν, τὰ δὲ τὴν δύναμιν αὐτοῦ μόνον. οὐ γὰρ μόνον βούλεται πανταχοῦ μετὰ τοῦ λυπεῖν ἡμᾶς θαυμάζεσθαι παρ᾽ ἡμῶν, ἀλλ᾽ ἔστιν ὅπου καὶ ἀνίησιν ἡμῶν τὴν διάνοιαν. καὶ μετὰ πολλά φησιν· 37,17a 〈σοῦ δὲ ἡ στολὴ θερμή,〉 17b 〈ἡσυχάζεται δὲ ἐπὶ τῆς γῆς.〉 ἤτοι τοῦτό φησιν, ὅτι «ἐν ὀδύναις εἶ νῦν, ἀλλ᾽ ὕστερον ἀναπαύσῃ». καὶ τοῦτο τῆς τοῦ θεοῦ σοφίας τὸ λύσιν τινὰ καὶ πέρας ἐπινοῆσαι τοῖς ἀνθρωπίνοις κακοῖς τὸν θάνατον. ἢ ὅτι «εἰ καὶ ἐν κακοῖς εἶ, μάχης καὶ πολέμου καὶ ταραχῆς ἐκτὸς ἕστηκας, καὶ τούτῳ σε τιμωρεῖται τῷ τρόπῳ». 37,19a 〈διὰ τί;