καὶ ὅρα, ὕστερος οὗτος φθέγγεται πολλά, ὧν ὁ θεὸς μέλλει λέγειν, ἵνα μᾶλλον ὁ θεὸς ἀπολογήσηται, ὅταν καὶ παρὰ τοῦ ὁμοδούλου τὰ αὐτὰ ἀκούσῃ, ἅπερ ὕστερον παρὰ τοῦ δεσπότου. τοῦτο καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν οἰκετῶν· ὅταν οἱ σύνοικοι αὐτοῖς ἐγκαλέσωσιν, τότε μάλιστα καὶ ἡμεῖς ἐπιτιθέμεθα. ἐκείνοις γὰρ ἐγκαλέσαι οὐκ ἔχει ὡς ἀδίκως τοῦτο ποιοῦσιν. 33,4a 〈πνεῦμα θεῖον τὸ ποιῆσάν με,〉 4b 〈πνοὴ δέ,〉 φησίν, 〈παντοκράτορος ἡ διδάσκουσά με.〉 33,5a 〈ἐὰν δυνηθῇς, δός μοι ἀπόκρισιν πρὸς ταῦτα,〉 5b 〈ὑπόμεινον καὶ στῆθι σὺ κατ᾽ ἐμὲ καὶ ἐγὼ κατὰ σέ.〉 33,6a 〈ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ,〉 6b 〈ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα πηλοῦ.〉 ἐπειδὴ ἔλεγεν· «εἴ γε ἦν ὁ διακρίνων» καὶ ὅτι «ἄνθρωπός εἰμι», «ἰδού, ἐγὼ κατὰ σέ εἰμι, ἐκ τοῦ αὐτοῦ ἐσμεν», φησίν, «πηλοῦ». 33,7a 〈οὐχὶ ὁ φόβος μου στροβήσει σε,〉 7b 〈οὐδὲ ἡ χείρ μου βαρεῖα ἐπὶ σοὶ ἔσται.〉 ἃ περὶ τοῦ θεοῦ ἔλεγεν. 33,8a 〈πλὴν εἶπας ἐν ὠσί μου,〉 8b 〈φωνὴν δὲ ῥημάτων σου ἀκήκοα,〉 33,9a 〈διότι λέγεις, ὅτι· καθαρός εἰμι, οὐχ ἥμαρτον τοῖς ἔργοις,〉 9b 〈ἄμεμπτος δέ εἰμι· οὐ γὰρ ἠνόμησα,〉 33, 10a 〈μέμψιν δὲ κατ᾽ ἐμοῦ εὗρεν.〉 ἐπειδὴ περὶ τοῦ θεοῦ ἔλεγεν· οὐκ εἰσακούσεταί μου, «τοῦτό ἐστιν, ὃ ἐγκαλεῖς», φησίν, «ὅτι οὐκ εἰσήκουσέ σου τῆς δίκης. πόθεν δῆλον, εἰπέ μοι, ὅτι οὐκ εἰσήκουσεν; ὅτι κολάζει καὶ τιμωρεῖται;