εἶτα αὐτῷ ἀπολογεῖται· «ὅτι μὲν μέλει μοι τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν, ὅτι τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν.» 40,8a 〈μὴ ἀποποιοῦ μου τὸ κρίμα〉 8b 〈μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ᾽ ἵνα φανῇς δίκαιος.〉 ἢ τὸν παρόντα λέγει χρηματισμόν· «οὐχ ἵνα σε κατακρίνω, λέγω ταῦτα», φησίν, «ἀλλ᾽ ἵνα δείξω δίκαιον.» ἢ περὶ τοῦ πειρασμοῦ φησιν χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστιν· «προστεταχέναι με δι᾽ ἄλλο τι τοῦτο γενέσθαι». οὐκ εἶπεν “ἵνα γένῃ”, ἀλλ᾽ «ἵνα φανῇς, ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς». ἢ τὸν παρόντα λέγει χρηματισμόν· «διὰ τοῦτο ταῦτα εἶπον, ἵνα ταῦτα φθεγξάμενος τὰ ῥήματα φανῇς δίκαιος, οὐχ ἵνα σε κατακρίνω.» εἶτα πάλιν ἀντεξετάζει αὑτοῦ τὴν ἰσχὺν καὶ τὸ μισοπόνηρον, ὅτι «καὶ δύναμαι», φησίν, «καὶ ποιῶ καὶ τῇ δυνάμει κατὰ τῶν πονηρῶν κέχρημαι.» 40,9a 〈ἢ βραχίων σοί ἐστιν,〉 φησίν, 〈κατὰ κύριον,〉 9b 〈ἢ φωνῇ βροντῆς κατ᾽ αὐτὸν βροντᾷς;〉 «μὴ βροντᾷς σύ», φησίν, «ὡς ἐγώ;» 40,11b 〈πάντα δὲ ὑβριστὴν ταπείνωσον,〉 40,12a 〈ὑπερήφανον δὲ σβέσον.〉 οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ καὶ τὰ ἄλλα, ἀλλὰ πρὸς θεογνωσίαν. ὅρα, δι᾽ ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν καὶ οὐ λέγει, ὅτι “ταπεινὸς σύ”, ἀλλ᾽ ὅτι «μέγας ἐγὼ καὶ οὐ δύνασαι, ἅπερ ἐγώ». εἶτά φησιν· 40,15a 〈ἢ παρὰ σοὶ θηρία〉 15b 〈ἴσα βουσὶ χόρτον ἐσθίουσιν;〉 τὸ γὰρ θαυμαστόν, ὅτι θηρίον οὐχ αἱμοβόρον ἐστίν.