Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὸν Ἰώβ

Ἰωάννης ὁ Χρυσόστομος

Η απόκριση του Θεού από τη θύελλα

Ο Κύριος απαντά στον Ιώβ μέσα από τη νεφέλη. Μέσω ρητορικών ερωτημάτων για τη δημιουργία της γης, της θάλασσας, των άστρων, των ζώων και των μεγάλων θηρίων, καταδεικνύεται η μεγαλειώδης πρόνοια και παντοδυναμία Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 13 από 14

δίδαξόν με,〉 φησίν, 〈τί ἐροῦμεν αὐτῷ,〉 19b 〈καὶ παυσόμεθα πολλὰ λέγοντες.〉 τουτέστιν· «διὰ τί ταῦτα γέγονεν; μὴ δυνάμεθα αὐτὸν ἐρωτῆσαι; οὐδὲν λέγω», φησίν, «ἂν ταῦτα μόνον δυνηθῶμεν μαθεῖν.» 37,20a 〈μὴ βίβλος,〉 φησίν, 〈ἢ γραμματεύς μοι παρέστηκεν,〉 20b 〈ἵνα ἄνθρωπον ἑστὼς κατασιωπήσω;〉 «μὴ γὰρ ἀπὸ βιβλίου», φησίν, «ταῦτα λέγομεν πρὸς αὐτόν; μὴ γὰρ ἄνθρωπός ἐστιν; οὐχ ὁρᾷς ἀντὶ γραμμάτων τὴν δημιουργίαν πᾶσαν πανταχοῦ βοῶσαν;» «κατασιωπήσω», φησίν, «ἄνθρωπον; ἀλλ᾽ ἀντιφθέγγεται ἡ κτίσις πανταχοῦ γῆς οὔσης καὶ φαινομένης. φέρω γράμματα κατηγορίας, ἀλλ᾽ αὐτὸς φέρει τὴν οἰκουμένην ἅπασαν, ὥστε οὐκ ἦν», φησίν, «ἀπὸ ῥημάτων διαλεχθῆναι πρὸς τὸν θεὸν οὐδ᾽ ἀντιφθέγξασθαι ταῦτα πάντα.» οὕτω λοιπὸν ὁ θεὸς ὅρα πῶς εὐκαίρως ἐπεισῆλθεν προοδοποιήσαντος τοῦ δούλου καὶ περὶ τῆς σοφίας αὐτοῦ διαλεχθέντος καὶ καταστείλαντος· 38,1 〈μετὰ δὲ τὸ παύσασθαι,〉 φησίν, 〈Ἐλιοῦν τῆς διαλέξεως εἶπεν ὁ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νέφους.〉 ἐμοὶ δοκεῖ νέφος ἐπιστῆσαι τῷ δικαίῳ τότε ἐκείνῳ ὥστε αὐτοῦ διαναστῆσαι τὴν διάνοιαν καὶ πεῖσαι, ὅτι ἄνωθεν αὕτη φέρεται ἡ φωνὴ καθάπερ 〈ἐπὶ〉 τοῦ ἱλαστηρίου 〈τοῦ〉 ἐπὶ τῆς κιβωτοῦ. ἐπειδὴ γὰρ σύμβολον οὐρανοῦ νέφος, ὡσανεὶ αὐτὸν ἐπιστῆσαι βουλόμενος τὸν οὐρανὸν τῷ Ἰὼβ οἱονεὶ τὸν θρόνον αὐτὸν ἤγαγε πλησίον αὐτοῦ.

τοῦτό μοι δοκεῖ καὶ ἐπὶ τοῦ ὄρους γενέσθαι, ὅτε νεφέλη ἐπέστη, ἵνα μάθωμεν, ὅτι ἄνωθεν ἡ φωνή. ἀκούωμεν δὴ μετὰ ἀκριβείας, ἐπειδὴ ὁ κοινὸς τῶν ὅλων δεσπότης φθέγγεται. ἴδωμεν, πῶς αὐτὸν παρακαλεῖ. ἆρα μετὰ τοσαύτης σφοδρότητος, μεθ᾽ ὅσης ἄνθρωποι; οὐδαμῶς. ἐκείνων, ἀγαπητέ, τῶν προτέρων, ὧν ὠδίναμεν λύσιν εὑρεῖν, τῶν φορτικῶς λεγομένων παρὰ τοῦ Ἰὼβ νῦν εὑρίσκομεν σαφεστάτην τὴν λύσιν. ἴδωμεν, τί ἐγκαλεῖ αὐτῷ· 38,2a 〈τίς οὗτος ὁ κρύπτων με,〉 φησίν, 〈βουλήν,〉 2b 〈συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;〉 ὅρα, τί ποιεῖ. ἐμοὶ δοκεῖ ἀπὸ τῶν ῥημάτων τούτων στοχαζομένῳ ἕτερόν τι αὐτοῦ τὴν διάνοιαν εἰσιέναι. ἐπειδὴ γὰρ πολλὰ ἦν, ἃ κατὰ τὴν διάνοιαν ἔσχεν ὁ Ἰὼβ καὶ εἰς μέσον ἐξενεγκεῖν οὐκ ἐτόλμα, ἀπὸ τούτου πρώτου διανίστησιν αὐτὸν καὶ δείκνυσιν, ὅτι προνοεῖ τῶν ἀνθρωπίνων πραγμάτων καὶ πάντα οἶδε σαφῶς, ὥστε ἀπὸ ἐκείνων προτέρων ἄρχεται τῶν μᾶλλον ἀσυγγνώστων. εἰ γάρ, ἅπερ ἐτόλμησεν εἰπεῖν, οὕτω φορτικὰ καὶ ἐπαχθῆ, πολλῷ μᾶλλον ἐκεῖνα. διὰ τοῦτο πρότερον αὐτοῖς ἐπιτίθησι τὸ φάρμακον. τίς οὗτος; φησίν. ὁμοῦ ἐκ προοιμίων δείκνυσι τὸ μέσον τοῦ θεοῦ καὶ αὐτοῦ ὅσον ἐστίν· «τίς ὁ κρύπτειν με ἐπιχειρῶν, εἰπέ μοι, τὸν τὰ ἀπόρρητα μετὰ ἀκριβείας εἰδότα; μὴ γάρ, ἐπειδὴ οὐκ εἶπες αὐτά, οὐχὶ ῥήματά ἐστιν; ἐτέχθη καὶ γέγονε λόγος, εἰ καὶ κρύπτεις.»

ὁρᾷς, πῶς ἡμέρως, πῶς διορθωτικῶς καὶ ἐλεγκτικῶς; 38,3a 〈ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου,〉 3b 〈ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.〉 ἐπειδὴ καταβεβλημένος ὑπὸ τῆς ἀθυμίας ἦν, διανίστησιν αὐτὸν διὰ τῶν ῥημάτων ὥστε προσέχειν τοῖς λεγομένοις καὶ κατὰ ἐρώτησιν προάγει τὸν λόγον, ὅπερ ἐστὶν ἐλεγκτικώτατον. μάλιστα δείκνυσιν, ὅτι πάντα σοφίᾳ καὶ συνέσει ποιεῖ καὶ οὐκ ἦν τοῦ τὰ τοσαῦτα μετὰ σοφίας καὶ συνέσεως ἐργαζομένου ἄνθρωπον, δι᾽ ὃν ἅπαντα ἐτεκτήνατο, παριδεῖν 〈ἁπλῶς〉 καὶ ὡς ἔτυχε πάσχοντα κακῶς. 38,4a 〈ποῦ ἦσθα, ὅτε ἐθεμελίωσα τὴν γῆν;〉 4b 〈ἀπάγγειλόν μοι, εἰ ἐπίστασαι σύνεσιν,〉 38,5a 〈τίς ἔθετο μέτρα αὐτῆς εἰ οἶδας〉 5b 〈ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς.〉 38,6a 〈ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν;〉 6b 〈τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾽ αὐτῆς;〉 «τί λέγεις;» φησίν. «γῆν μὲν μετὰ ἀκριβείας τοσαύτης ἐστήριξα διὰ σέ, σὲ δὲ παρόψομαι, δι᾽ ὃν ἐκείνην ἐποίησα;» διὰ τοῦτο οὐ λέγει τῆς πλάσεως τὴν σοφίαν καὶ τὴν δημιουργίαν τὴν κατὰ τὴν κατασκευήν, ἀλλ᾽ ἐκ περιουσίας ἀπὸ τῆς γῆς, ἀπὸ τοῦ οὐρανοῦ δείκνυσιν, ὅτι «εἰ ὁ κόσμος», φησίν, «τοσαύτης ἀπολαύει προνοίας διὰ σέ, πολλῷ μᾶλλον σύ.» ποῦ ἦς, φησίν, ὅτε ἐθεμελίωσα τὴν γῆν; πρὸς τοὺς βουλομένους αὐτὸν ἀπαιτεῖν εὐθύνας καὶ λόγους τῶν γινομένων καὶ οὐ στοχαζομένους αὐτοῦ τῆς σοφίας τὸ μεγαλεῖον. «τίς παρῄνεσεν; τίς συνεβούλευσεν;

τίς ἐβοήθησεν;» οὐκ εἶπεν· “ὅτε ἐποίησα”, ἀλλ᾽ ὅτε ἐθεμελίωσα. καὶ γὰρ αὐτὸ τὸ στῆναι αὐτὴν μεγάλης τέχνης ἦν οὐκ ἔχουσαν θεμέλιον οὐδὲ κρηπῖδα οὐδὲ ὑποβάθραν, σώματος ὄγκον τοσοῦτον ἐναρμόσαι καὶ πῆξαι βεβαίως οὕτως ὡς ἐν τοσούτῳ χρόνῳ μὴ παρασαλευθῆναι. τίς ἔθετο μέτρα αὐτῆς, φησίν, εἰ οἶδας ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ᾽ αὐτῆς. ἀπόρρητα μανθάνομεν μυστήρια ὄντως, καὶ τὸ πρὸς τὸν Ἰὼβ λεγόμενον οὐ πρὸς ἐκεῖνον εἴρηται μᾶλλον ἢ πρὸς ἡμᾶς· ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. καὶ γὰρ ἡμῖν ταύτης δεῖ τῆς προθυμίας καὶ τῆς διαναστάσεως. τίς τέθεικεν αὐτῆς τὰ μέτρα; ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται οὐδὲ ὡς ἔτυχεν οὐδὲ εἰκῇ, ἀλλὰ πρός τινα σκοπὸν ὁ θεὸς ὁρῶν σύμμετρον οὕτως ἐποίησε καθάπερ ἀριστοτέχνης ἄριστος. τοσαύτην γὰρ ἔδει γενέσθαι καὶ οὔτε ἐλάττονα οὔτε πλείονα. τὸ δὲ διὰ τί ἡμῖν μὲν οὐ δυνατὸν συνιδεῖν, τῷ δὲ πεποιηκότι μόνῳ. μετὰ γὰρ τοσαύτης ἀκριβείας αὐτὴν ἐποίησεν ὥσπερ ἂν εἴ τις σπαρτίον ἐκτείνας. καὶ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἰ τὸ τυχὸν ἀφῃρέθη, ἄκαιρον εἶναι καὶ ἄχρηστον ἂν γενέσθαι. ὥσπερ γὰρ τῇ συμμετρίᾳ τῶν μελῶν τῶν ἡμετέρων εἰ προσθείη τις καὶ τὸ τυχόν, τῷ τε κάλλει λυμαίνεται τοῦ παντὸς σώματος καὶ τὴν χρείαν ἐνεπόδισεν, οὕτως ἐμοὶ δοκεῖ εἰ πλέθρου μέτρον προσθείη τις τῇ γῇ πάσῃ, τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι.

οὕτω μετὰ ἀκριβείας αὐτῆς τὰ μέτρα διατετύπωται, καὶ οὐκ ἂν ἄλλως σταίη ἢ οὕτως ὥσπερ ὁ θεὸς ἐποίησεν. οὐχ ὡς τούτων γενομένων οὐδὲ ὡς τοῦ θεοῦ σπαρτίον ἐπαγαγόντος, ἀλλ᾽ ὅτι καὶ μέτρον θεῖναι ἀδύνατον καὶ σπαρτίον ἐπενεχθῆναι, ἀλλ᾽ ὅτι μετὰ τοσαύτης ἀκριβείας γέγονε μεθ᾽ ὅσης ἂν εἰ ταῦτα ἐγένετο, μᾶλλον δὲ μετὰ πολλῷ πλείονος. ὅμως δὲ δείκνυσιν ἡμῖν διὰ τούτων τὴν σοφίαν, διὰ τῶν γνωρίμων ἡμῖν. ἐπὶ τίνος, φησίν, οἱ κρίκοι αὐτῆς πεπήγασιν; πρῶτον μὲν «ἐκκρεμής ἐστιν», φησίν. ποῖοι κρίκοι αὐτὴν φέρουσιν; πάλιν οὐχ ὡς τούτων ὄντων, ἀλλ᾽ ὡς ἀσφαλῶς οὕτω βεβηκυίας αὐτῆς ὥσπερ ἂν εἰ κρίκοι ἦσαν ἄνωθεν βαστάζοντες καὶ πεπηγότες. ἐπειδὴ γὰρ ὁ κρίκος μετέωρον φέρει τὸ σῶμα, τὸ δὲ μετέωρον οὐχ ἕστηκεν, διὰ τοῦτό φησιν· πεπήγασιν. τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ᾽ αὐτῆς; ὅτι οὕτως ἕστηκεν ἑδραία ὥσπερ ἐπ᾽ οἰκοδομῆς ἐπ᾽ ἀσφαλοῦς βεβηκυῖα θεμελιώσεως τῇ βουλήσει τοῦ θεοῦ. ἐν τῇ γὰρ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. 38,7a 〈ὅτε ἐγενήθησαν ἄστρα,〉 7b 〈ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου.〉 ἀπὸ τούτου δῆλον, ὅτι πρῶτοι οἱ ἄγγελοι τοῦ κόσμου τούτου γεγένηνται. καὶ φωνῇ μεγάλῃ ᾔνεσαν, τουτέστιν· ὑπὸ τῆς ὄψεως αὐτῆς ἐξεπλάγησαν. 38,8a 〈ἔφραξας δὲ θάλασσαν πύλαις,〉 8b 〈ὅτε ἐμαιοῦτο καὶ ἐκ κοιλίας μητρὸς αὐτῆς ἐξεπορεύετο;〉 τουτέστιν· «ὅτε ἐγένετο, σὺ αὐτὴν ἐτείχισας;»

τίνος δὲ ἕνεκέν φησιν· ὅτε ἐμαιοῦτο; ἵνα δείξῃ, ὅτι κατὰ μικρὸν γέγονε καὶ οὐχ ὁμοῦ οὕτω παρήχθη. παραπέμπει δὴ πρὸς τὴν διήγησιν τὴν Μωσέως τὸν ἀκροατήν· καθάπερ μαιουμένη οὕτω πρῶτον μὲν διεχύθη, εἶτα διεπλάσθη καὶ συνήχθη. ἵνα γὰρ μὴ νομίσῃς φυσικὸν εἶναι τοῦτο τὸ κατέχεσθαι αὐτὴν ἐν τοῖς κόλποις ἐκείνοις τὸ ἐναντίον πρῶτον ἀφίησι γενέσθαι ὑπὲρ νώτων τῆς οἰκουμένης ἁπάσης διαχυθῆναι συγχωρήσας τὸ ὕδωρ. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἐποίησεν. τῇ γὰρ διακοσμήσει τῇ μετὰ ταῦτα γίνεσθαι μελλούσῃ τὴν προτέραν ἔδειξε κατάστασιν, οἷον ἐπὶ τῆς γῆς· ὅτι γὰρ ὁμιλοῦσα ὕδασιν ἔμελλεν εἶναι πηλός, ἐδήλωσεν ἡ πρώτη καταβολὴ τῶν στοιχείων. ὅτι μὴ κατεχόμενον τὸ ὕδωρ ἔμελλε πανταχοῦ διαχεῖσθαι, ἡ πανταχοῦ τῆς οἰκουμένης ἐδήλωσε θάλασσα. ὅτι καὶ πρὸ τῶν σπερμάτων δυνατὸν ἦν τῷ θεῷ πάντα ποιῆσαι, καὶ τοῦτο ἔδειξεν, ὅτε καὶ χωρὶς γάμου παρήγαγε τοὺς πρωτοπλάστους. καὶ τοῦτο δέ, ὅτι, εἰ μὴ διεκεκόσμητο τὸ πῦρ, πάντα ἂν κατέφλεξεν, ἔδειξεν, ὅτε τὸ πῦρ ἔβρεξεν. καὶ ἐπὶ τοῦ ὑετοῦ τοῦ Νῶε· ἐπειδὴ γὰρ οὐδεὶς παρῆν ἐκείνῃ τῇ διακοσμήσει, ἑτέρᾳ πάλιν ἐποίησεν. οὐχ ὅτι μητέρα εἶχεν οὐδὲ ὅτι ἀπὸ κοιλίας ἐξῆλθεν. 38,9a 〈ἐθέμην δὲ αὐτῇ νέφος ἀμφίασιν.〉 μηδὲ τοῦτο τῆς φύσεως εἶναι νομίσῃς τοὺς ἀτμοὺς τοὺς ἀπὸ τῶν ὑδάτων. «

καὶ τοῦτο ἀπὸ τοῦ ἐμοῦ προστάγματος», φησίν. 38,9b 〈ὁμίχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα.〉 τίνος ἕνεκέν φησιν· ἐσπαργάνωσα; ἆρα ὡς τῷ βρέφει χρήσιμα τὰ σπάργανα, οὕτω καὶ τῇ θαλάσσῃ; ἢ ὅτι ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἢ ὅτι τοῦτο αὐτὴν κατέχει, ἢ τὸ θαυμαστὸν δείκνυσιν, ὅτι τὸ ῥευστὸν περιέβαλεν ἀέρι καὶ ὅτι οὐχ ὑπὸ γῆς μόνον, ἀλλὰ καὶ ὑπὸ ἀέρος κατέχεται οὔτε πρὸς ὕψος οὔτε πρὸς πλαγίαν ἐξενεχθῆναι παρὰ τὸ μέτρον δυναμένη. τί δὲ τὸ χρήσιμον; μεγάλη ἐντεῦθεν ἡ φιλοσοφία· οὐ γὰρ ἁπλῶς τὴν ἐπιφάνειάν φησιν, ἀλλ᾽ αὐτὸ τὸ σῶμα τοῦ ὕδατος διὰ παντὸς ὁμίχλην ἔχει, καὶ μάλιστα τοῦ θαλαττίου. 38,10a 〈ἐθέμην δὲ αὐτῇ ὅρια〉 10b 〈περιθεὶς κλεῖθρα καὶ πύλας〉. πάλιν ὅτι οὕτως ἀσφαλῶς ἕστηκεν ὡσανεὶ δεδεμένη. διὰ μὲν τούτου τὸ ἀσφαλές, διὰ δὲ τοῦ ἑξῆς τὸ εὔκολον δείκνυσιν. 38,11a 〈εἶπον δὲ αὐτῇ· μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ,〉 11b 〈ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα.〉 οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις, οὕτω δὲ εὐκόλως ὡσανεὶ ἐπιτάξας. εἶπον, γάρ φησιν. καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅτι μηδεμιᾶς αὐτὴν ἀνάγκης ὠθούσης τοῦτο γίνεται, ἀλλὰ καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥύμης οὕτως αὐτὴν μαστιζούσης. διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληναίαν οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ θεοῦ τὴν ἰσχὺν τῆς φύσεως τῷ προστάγματι μαχομένης καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος.

εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί. νῦν δὲ ταραττομένης, μαστιζομένης, ὠθουμένης ἔνδον καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένης διὰ τῆς ταραχῆς κηρύττει τοῦ θεοῦ τὴν ἰσχύν. ἀλλ᾽ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα. πάλιν ἐντεῦθεν ἐπὶ τὸν οὐρανὸν αὐτὸν εἵλκυσε πρότερον ἐκ τῶν κάτω διαλεχθείς· 38,12a 〈ἐπὶ σοῦ,〉 φησίν, 〈τέταχα φέγγος πρωινόν;〉 ἔστι γὰρ καὶ νυκτερινόν, τὸ σεληνιαῖον. 38,12b 〈ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν;〉 τῶν ἀστέρων ὁ πρῶτος. ὅρα καὶ ἐκεῖ τὴν εὐταξίαν. ἀπὸ τῶν ὑδάτων ἔμαθες, ὅτι καὶ ἐν οὐρανῷ οὐ φύσει τὰ πράγματα οἰκονομεῖται, ἀλλὰ προνοίᾳ θεοῦ· εἰ γὰρ ἐν ῥευστῇ φύσει καὶ ἀτάκτῳ τοσαύτη μὲν εὐταξία, τοσοῦτος δὲ ῥυθμός, ὅταν ἴδῃς καὶ ἐν οὐρανῷ τοῦτο, ἀναμνήσθητι τοῦ αἰτίου τούτων γινομένου. 38,13a 〈ἐπιλαβέσθαι,〉 φησίν, 〈πτερύγων γῆς.〉 τουτέστιν· περιπολεῖν. τί ἐστιν ἐπιλαβέσθαι; ὅτι ὅπου ἂν ᾖ, τὸ φῶς πανταχοῦ τῆς οἰκουμένης ἐκπέμπει καὶ τοῖς εἰς τὰ πέρατα, ὥστε οὐδὲν θαυμαστὸν περὶ τοῦ ἡλίου τοῦτο, ὅπου γε καὶ ἐν τοῖς ἄστροις τοῦτό ἐστιν. καὶ τί τὸ κέρδος; 38,13b 〈καὶ ἐκτινάξει ἀσεβεῖς,〉 φησίν, 〈ἀπ᾽ αὐτῆς.〉 περὶ τῶν λῃστῶν καὶ τυμβωρύχων καὶ τῶν ἄλλων ἁπάντων λέγει τῶν τῇ νυκτὶ πρὸς τὴν ἰδίαν κεχρημένων πονηρίαν.

εἶτα τὸ πάντων μεῖζον· 38,14a 〈ἢ σὺ λαβὼν πηλὸν ἔπλασας ζῷον〉 14b 〈καὶ λαλητὸν ἔθου αὐτὸ ἐπὶ τῆς γῆς;〉 ὅθεν δῆλον, ὅτι τὰ ἄλλα οὐκ εἶχε τοῦτο· οὐ γὰρ ἂν ὡς ἐξαίρετον αὐτὸ τῷ ἀνθρώπῳ προσῆψεν. ἀπὸ τῆς ψυχῆς 〈ἔχει〉 φωνὴν τοιαύτην εὔρυθμον καὶ ἐναρμόνιον. ὁρᾷς, ὅτι οὔτε τοῖς ἄστροις οὔτε τοῖς ἄλλοις μαρτυρεῖ τοῦτο; εἶτά φησιν· 38,15a 〈ἀφείλω δὲ ἀσεβῶν τὸ φῶς〉 15b 〈καὶ βραχίονα ὑπερηφάνων συνέτριψας;〉 38,16a 〈ἦλθες δέ,〉 φησίν, 〈ἐπὶ πηγὴν θαλάσσης;〉 πάλιν ἐπὶ τὴν θάλασσαν τὸν λόγον μετήγαγεν, οὐχ ὡς πηγὴν τῆς θαλάσσης ἐχούσης, ἀλλ᾽ ὡς μὴ ἐκλειπούσης καθάπερ πηγὴν ἐχούσης. εἶτα τὸ ἄπειρον αὐτῆς· 38,16b 〈ἐν δὲ ἴχνεσιν,〉 φησίν, 〈ἀβύσσου περιεπάτησας;〉 «οὐ λέγω, ὅτι οὐδὲν δύνασαι ποιῆσαι ὧν ἐποίησα, ἀλλ᾽ οὐδὲ οἶδας, πῶς γέγονεν, οὐδὲ εἰδέναι αὐτὰ δύνασαι οὐδὲ θεωρῆσαι αὐτὰ μετὰ ἀκριβείας.» διὰ τούτων διδάσκει αὐτὸν τὸ μέσον αὐτοῦ καὶ ἐκείνου. 38,17a 〈ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου;〉 ταῦτα τὰ ἀόρατα, ἀπὸ τῶν φαινομένων κἀκεῖνα δῆλα.

τουτέστιν, ὅτι «ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχω, δεσμωτήριόν μοί ἐστιν ὁ ᾅδης.» 38,17b 〈πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;〉 38,18a 〈νουθέτησαι δὲ τῆς ὑπ᾽ οὐρανὸν τὸ εὖρος;〉 18b 〈ἀνάγγειλόν μοι, πόση ἢ τίς ἐστιν.〉 38,19a 〈ἐν ποίᾳ δὲ γῇ αὐλίζεται τὸ φῶς;〉 19b 〈σκότους δὲ ποῖός ἐστιν ὁ τόπος;〉 38,20a 〈εἰ ἄρα ἀγάγοις με εἰς ὅριον αὐτῶν,〉 20b 〈εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν,〉 38,21a 〈οἶδα ἄρα, ὅτι τότε γεγένησαι,〉 21b 〈ἀριθμὸς δὲ ἐτῶν σου πολύς.〉 «ἀνάγγειλόν μοι», φησίν, «ποῦ τὸ φῶς καὶ ποῦ τὸ σκότος ἀπέρχεται. καὶ τί λέγω τὰ στοιχεῖα; τὰ κατὰ σαυτὸν εἰπέ· πότε ἐγεννήθης;» καὶ μὴν ᾔδει, ἀλλὰ παρ᾽ ἑτέρων μαθών. «ἀλλὰ πόσος ὁ χρόνος; τὰ κατὰ σαυτὸν οὐκ οἶδας.» 38,22a 〈ἦλθες δέ,〉 φησίν, 〈ἐπὶ θησαυροὺς χιόνος,〉 22b 〈θησαυροὺς δὲ χαλάζης ἑώρακας;〉 οὐχ ὅτι ἀποθῆκαί εἰσιν, ἀλλ᾽ ὅτι οὕτως ἑτοίμως ὥσπερ ἐκ θησαυρῶν ἐκβάλλων δείκνυσιν αὐτά, ὅταν βούληται. 38,23a 〈ἀπόκεινται δέ σοι εἰς ὥραν ἐχθρῶν〉 23b 〈καὶ εἰς ἡμέραν πολέμου καὶ μάχης;〉 ὁρᾷς, ὅτι τοῦτο βούλεται τὸ εὔκαιρον δηλῶσαι, ὡς ἄρα κατὰ καιρὸν τοῦτο γίνεται καὶ οὐχ ἁπλῶς;

εἶτα καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὑετῶν λέγω καὶ πάχνης καὶ τὸ ἐναντίον νότου· 38,24a 〈πόθεν δέ,〉 φησίν, 〈ἐκπορεύεται πάχνη〉 24b 〈ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ᾽ οὐρανόν;〉 38,25a 〈τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν,〉 25b 〈ὁδὸν δὲ κυδοιμῶν〉 38,26a 〈τοῦ ὑετίσαι ἐπὶ γῆν, οὗ οὐκ ἦν ἀνήρ,〉 26b 〈ἔρημον, οὗ οὐχ ὑπάρχει ἐν αὐτῇ ἄνθρωπος,〉 38,27a 〈τοῦ χορτάσαι ἔρημον καὶ ἀοίκητον〉 27b 〈καὶ τοῦ βλαστῆσαι ἔξοδον χλόης;〉 ὁρᾷς, ὅτι οὐκ ἐν ἑνὶ μέρει ἰσχυρὸς ὁ θεός, ἀλλ᾽ ἐν ἅπασιν; 38,28a 〈τίς δέ ἐστιν ὑετοῦ πατήρ;〉 28b 〈τίς δέ ἐστιν ὁ τετοκὼς συνοχὰς καὶ βώλους δρόσου;〉 38,29a 〈ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος;〉 οὐχ ὅτι ἐκ γαστρὸς αὐτοῦ, μὴ γένοιτο. ἀλλὰ τί βούλεται ὁ τόκος ἐνταῦθα καὶ ἡ γαστήρ; ὥσπερ, ὅταν φησὶ περὶ τῆς θαλάσσης, ὅτι «ὅτε ἡ μήτηρ αὐτὴν ὤδινεν», οὐχὶ μητέρα θαλάσσης λέγει, οὕτω καὶ ἐνταῦθα οὐχ, ὅτι ἀπὸ γαστρὸς ἐξῆλθεν, ἀλλὰ τὴν διάπλασιν καὶ τὴν αἰτίαν. τίνος οὖν ἕνεκεν τὸ ὄνομα τοῦ τόκου τέθεικεν ἐνταῦθα συνεχῶς; ἐμοὶ δοκεῖ καὶ τὸν αἴτιον αἰνίττεσθαι βουλόμενος τὸν πρῶτον καὶ μόνον καὶ τὸ διαπλάττεσθαι τὰ δημιουργήματα καὶ πρὶν ἢ αὐτὰ ἀπαρτισθῆναι. ὥστε κἂν ἐπὶ τοῦ υἱοῦ ταῦτα λέγηται, περιττῶς αὐτὰ περιφέρουσιν.

ἐκεῖ γὰρ τὸ υἱὸς καὶ τὸ ἐγέννησα καὶ τὸ μονογενὴς καὶ ὅσα τοιαῦτα, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. 38,30b 〈πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν;〉 ὁρᾷς, πῶς καὶ τὴν κτίσιν ἀναμίγνυσιν; «τί γάρ μοι», φησίν, «ὄφελος τῆς κατὰ τὴν δημιουργίαν σοφίας;» δείκνυσιν αὑτοῦ τὴν πρόνοιαν πανταχοῦ καὶ πῶς πράγματα συνίστησιν, ἃ λογισμὸς εὑρεῖν οὐ δύναται· 38,31a 〈συνῆκας;〉 φησίν, 〈δεσμὸν Πλειάδος ἔγνως;〉 τουτέστιν· ποία ἀνάγκη, ποῖος σύνδεσμος ἐκεῖνα συνεχῶς τὰ ἄστρα συναγελάζεσθαι ποιεῖ; 38,31b 〈καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας;〉 ὥστε αὐτὸν περιπολεῖν. εἶτά φησιν· 38,35a 〈ἀποστελεῖς κεραυνοὺς καὶ πορεύσονται,〉 35b 〈ἐροῦσι δέ σοι· τί ἐστιν;〉 τέως ἀπὸ τῶν κατὰ τὸν οὐρανὸν πραγμάτων τῶν κολαστικῶν, τῶν εὐεργετικῶν. ὅρα καὶ κεραυνοὺς ἀποκρινομένους. οὐχ ὅτι ἐροῦσιν οἱ κεραυνοί· τί ἐστιν; ἀλλ᾽ ὅτι πάντα καθάπερ ἔμψυχα οὕτως ὑπακούει τῷ θεῷ. καὶ ὅταν μὲν αὐτῶν τὸ ποικίλον τῆς διαπλάσεως παραστῆσαι βούληται, τόκον φησὶ καὶ γαστέρα, ὅταν δὲ τὸ ἕτοιμον καὶ ἀπηρτισμένον, ὑπακούοντας αὐτοὺς καὶ καλουμένους εἰσάγει. τίνος οὖν ἕνεκεν οὐχὶ τεχνίτην ἑαυτόν, ἀλλὰ καὶ πατέρα εἰσήγαγεν; ὅτι ἡ τῆς φύσεως τέχνη πολλῷ μείζων ἐστὶ ταύτης τῆς ἐπιχειρητικῆς ἅτε θεία τις οὖσα. 38,36a 〈τίς δέδωκεν,〉 φησίν, 〈γυναικὶ ὑφάσματος σοφίαν〉 36b 〈καὶ ποικιλτικὴν σοφίας ἐπιστήμην;〉 ὅρα καὶ τὸ χρήσιμον· τοῖς μεγάλοις ἀναμίγνυσι τὰ μικρά.

οὐ γὰρ ἡ τυχοῦσα σοφία ποικίλη τις οὖσα, οὐ γὰρ μικρὰ ἡ χρῆσις· ἦ γὰρ ἂν περιττὰ τὰ ἔργα τῆς τέχνης μὴ δοθείσης. καὶ ὅρα ποῖον αὐτὴν ἔλαβε γένος. 38,37a 〈τίς δὲ ὁ ἀριθμῶν,〉 φησίν, 〈νέφη σοφίᾳ,〉 37b 〈οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν;〉 ὁρᾷς, ὅτι τῆς γῆς αὐτῆς ἅπτεται; τοῦτο γάρ ἐστιν ἔκλινεν. 38,38a 〈κέχυται δὲ ὥσπερ γῆ κονία.〉 τὸ λεπτὸν αὐτοῦ αἰνίττεται, ὅπερ Ἠσαΐας φησίν, ὅτι ὥσπερ καπνός ἐστιν. 38,38b 〈κεκόλληκας δὲ αὐτὸν ὥσπερ κύβον λίθοις;〉 τὸ πεπηγὸς καὶ βέβαιον καὶ τὸ σχῆμα δὲ αὐτοῦ παρέστησεν εἰπὼν ὥσπερ κύβον τὸ ἡμισφαίριον ἤτοι τὸ ἄνωθεν μὴ εἶναι οὕτως, ἀλλὰ τετράγωνον. 38,39a 〈θηρεύσεις δὲ λέουσι βοράν,〉 39b 〈ψυχὰς δὲ δρακόντων ἐμπλήσεις;〉 τίνος ἕνεκεν ταῦτά φησιν; ὅτι «εἰ τῶν περιττῶν τοσαύτην πρόνοιαν ποιοῦμαι τῶν οὐδὲ εἰς δουλείαν ὑμῖν χρησίμων, οὐ πολλῷ μᾶλλον ὑμῶν;» τί γὰρ τοσοῦτον ὄφελος ἀνθρώπῳ λέων;

ἃ τῇ φύσει τῶν ἀλόγων ἐνέθηκεν, ταῦτα τίθησιν· 38,40a 〈δεδοίκασι γὰρ ἐν κοίταις αὐτῶν.〉 «καίτοι μὴ συναγελαζόμενοι», φησίν, «μηδὲ νεμόμενοι, ἀλλὰ διὰ παντὸς χηραμοὺς καὶ καταδύσεις διώκοντες οὐ διαφθείρονται λιμῷ.» 38,40b 〈κάθηνται δέ,〉 φησίν, 〈ἐν ὕλαις ἐνεδρεύοντες.〉 38,41a 〈τίς δὲ ἡτοίμασε κόραξι βοράν;〉 41b 〈νεοσσοὶ δὲ αὐτοῦ πρὸς κύριον κεκράγασι〉 41c 〈πλανώμενοι τὰ σῖτα ζητοῦντες.〉 λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα, ἀλλ᾽ αὐτοὶ μὲν εἰκότως ἅτε μεγάλοι ὄντες πορίζουσι τροφήν, τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. ὅρα, πῶς τὰ ἀχρηστότερα τῶν ἀλόγων καὶ ἀκαθαρτότερα ἔπεισιν ὁ λόγος ἐκ περιουσίας βουλόμενος δεῖξαι τὴν πρόνοιαν, ἐπεὶ καὶ ἐν τοῖς εὐαγγελίοις οὗτος ἐκ περιουσίας ἐστὶν ὁ λόγος· ἴδετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, φησίν. καὶ πάλιν· εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; ἐμοὶ δοκεῖ τὸν Ἰὼβ βουλεύσασθαι, ὅτι ἁπλῶς τὰ πράγματα φέρεται καὶ ὡς ἔτυχε καὶ οὐ πολλὴ τῷ θεῷ φροντίς. πρὸς τοῦτο οὖν τὸν λόγον ἐποιήσατο, ὅτι πάνυ μέλει αὐτῷ τοῦ κόσμου καὶ προνοεῖ.

διὰ τοῦτό φησι καὶ περὶ δημιουργημάτων καὶ περὶ τῶν ἐνδυμάτων. 39,1b 〈ἐφύλαξας δέ,〉 φησίν, 〈ὠδῖνας ἐλάφων;〉 καλῶς εἶπεν· ἐφύλαξας; ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ καὶ φόβῳ καὶ ἀγωνίᾳ τὸ ζῷον, ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, «πῶς», φησίν, «οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται;» 39,2a 〈ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ,〉 2b 〈ὠδῖνας δὲ αὐτῶν ἔλυσας;〉 39,3a 〈ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου;〉 δειλὸν γάρ ἐστι τὸ ζῷον. πῶς οὖν τὰ παιδία καίτοι οὐκ ἔχοντα τὴν ἀπὸ τῶν ποδῶν ἀσφάλειαν ἄνευ φόβου ἐστίν; τίς αὐτὰ διατηρεῖ; ὁρᾷς, ὅτι ἀπὸ τῆς φύσεως οὐ προδίδονται; οὔτε ὁ λέων ἀπὸ τῆς ἰδίας ἰσχύος κρατεῖ οὔτε ἡ ἔλαφος προδέδοται, καίτοι δειλὸν τὸ ζῷόν ἐστιν. εἶτα μετὰ ταῦτά φησιν· 39,5a 〈τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον;〉 «τίς τοῦτο διετύπωσεν;» φησίν, «τίς τοὺς τῆς φύσεως νόμους ἔθηκεν; ὅτι γάρ», φησίν, «νόμοι διηνεκεῖς εἰσι καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῷον καὶ ἀδάμαστον. κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. ἃ ὁ θεὸς βεβούλευται, τίς διασκεδάσει; ὁρᾷς, ὅτι πάντα προνοίᾳ καὶ αὐτοῦ βουλομένου εἴκει καὶ ὑπακούει; ἄν τε μὴ θελήσῃ ἡμῖν ὑπακοῦσαι, κἂν μυρία τεχνώμεθα, οὐδὲν ὄφελος, οὐδὲν πλέον ἔσται. τί οὖν; † τοίνυν οὐδὲ ἡμεῖς βουλόμεθα οὐδὲ ἐπιχειροῦμεν † ἵνα, ὅταν ἴδῃς τὸ ἡμερώτερον ζῷον, τὸν κατασκευάσαντα 〈αὐτὸ〉 χειρόηθες θαυμάσῃς.

εἴασεν πολλὰ ἔξω τῆς ἡμετέρας ἐξουσίας, ἵνα ἀπὸ τῶν μὴ ὑποτεταγμένων μὴ τὴν σαυτοῦ σοφίαν θαυμάσῃς μηδὲ λογίσῃ τέχνῃ τῇ σῇ τὴν ὑπακοὴν ἐκείνου. εἶτα ἐπὶ τὰ χρησιμώτατα μετάγει τὸν λόγον ἵππου μνημονεύων τοῦ χειροήθους καὶ πολλὰ περὶ τοῦ ζῴου τούτου διαλέγεται, πῶς γαῦρον, πῶς ἀνεστηκός, πῶς πρὸς πόλεμον ἐπιτήδειον, πῶς ἱκανὸν ἄνθρωπον διασῶσαι. ὁρᾷς ἕκαστον γαῦρον, καὶ τὸν ὄνον καὶ τοῦτον, ἀλλὰ τὸν μὲν ὑποκείμενον, τὸν δὲ οὔ; εἶτα καὶ τὸ εὔτακτον· ἀκούει φωνὴν σαλπίγγων καὶ οἶδε τοῦ πολέμου τὸ σύνθημα· 39,25a 〈σάλπιγγος δέ,〉 φησίν, 〈σημαινούσης ἐρεῖ· εὖγε.〉 25b 〈πόρρωθεν ὀσφραίνεται πολέμου.〉 εἶτα περὶ ἱέρακος καὶ γυπὸς καὶ ἀετοῦ· 39,26a 〈ἐκ δὲ τῆς σῆς ἐπιστήμης,〉 φησίν, 〈ἕστηκεν ἱέραξ〉 26b 〈ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον;〉 39,27a 〈ἐπὶ δὲ τῷ σῷ προστάγματι ὑψοῦται ἀετός,〉 27b 〈γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται〉 39,28 〈ἐπ᾽ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ;〉 39,29a 〈ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα,〉 29b 〈πόρρωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν,〉 39,30a 〈νεοσσοὶ δὲ αὐτοῦ ἐν αἵματι φύρονται,〉 30b 〈οὗ δ᾽ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.〉 πῶς ἔστησεν, φησίν, μετέωρον αὐτὸν ἐπὶ τοῦ ἀέρος; πῶς αὐτῷ τὴν τροφὴν ἔδωκεν; ὁρᾷς, ἐξ ὀλίγων πόσα φησίν;

τίνος δὲ ἕνεκεν οὐκ ἐμνήσθη βοὸς οὐδὲ προβάτων οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐδενός, ἀλλὰ τῶν ἀχρήστων καὶ εἰκῇ δοκούντων εἶναι; δεικνύς, ὅτι, εἰ ἐν ἐκείνοις σοφία τοσαύτη καὶ πρόνοια τοῖς οὐδὲν δοκοῦσι συντελεῖν, πολλῷ μᾶλλον ἐν τούτοις. εἰ ἐν τοῖς σαρκοβόροις τινὰ λογικὴν σοφίαν ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ καὶ πρόγνωσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἐν ἀέρι φερόμενον τὸν γύπα 〈———〉. 40,3 ΥΠΟΛΑΒΩΝ ΔΕ ΙΩΒ ΛΕΓΕΙ ΤΩ ΚΥΡΙΩ· 40,4a 〈τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλεγχόμενος ὑπὸ τοῦ θεοῦ〉 4b 〈ἀκούων τοιαῦτα οὐδὲν ὢν〉 4c 〈ἐγώ; ἀπόκρισιν δὲ τίνα δῶ πρὸς ταῦτα;〉 4d 〈χεῖρα θήσω ἐπὶ στόματί μου·〉 40,5 〈ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.〉 τί ἔτι, φησίν, ἐγὼ κρίνομαι; ἐκ προοιμίων καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. »ἥττημαι«, φησίν, »παρὰ σοὶ τὸ δικαίωμα. τί περαιτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι;» 40,6 ΕΤΙ ΔΕ ΥΠΟΛΑΒΩΝ Ο ΚΥΡΙΟΣ ΕΙΠΕ ΤΩ ΙΩΒ ΕΚ ΤΟΥ ΝΕΦΟΥΣ· 40,7a 〈μή, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.〉 7b 〈ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.〉 ὁρᾷς, πῶς οἱ περιουσίᾳ δικαιωμάτων θαρροῦντες οὐδὲ φεύγοντας τοὺς ἀντιδίκους ἀφιᾶσιν, ὥστε ἐκ περιουσίας γενέσθαι τὴν νίκην;

εἶτα αὐτῷ ἀπολογεῖται· «ὅτι μὲν μέλει μοι τῶν ἀνθρώπων, δῆλον ἐκεῖθεν, ὅτι τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν.» 40,8a 〈μὴ ἀποποιοῦ μου τὸ κρίμα〉 8b 〈μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ᾽ ἵνα φανῇς δίκαιος.〉 ἢ τὸν παρόντα λέγει χρηματισμόν· «οὐχ ἵνα σε κατακρίνω, λέγω ταῦτα», φησίν, «ἀλλ᾽ ἵνα δείξω δίκαιον.» ἢ περὶ τοῦ πειρασμοῦ φησιν χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστιν· «προστεταχέναι με δι᾽ ἄλλο τι τοῦτο γενέσθαι». οὐκ εἶπεν “ἵνα γένῃ”, ἀλλ᾽ «ἵνα φανῇς, ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς». ἢ τὸν παρόντα λέγει χρηματισμόν· «διὰ τοῦτο ταῦτα εἶπον, ἵνα ταῦτα φθεγξάμενος τὰ ῥήματα φανῇς δίκαιος, οὐχ ἵνα σε κατακρίνω.» εἶτα πάλιν ἀντεξετάζει αὑτοῦ τὴν ἰσχὺν καὶ τὸ μισοπόνηρον, ὅτι «καὶ δύναμαι», φησίν, «καὶ ποιῶ καὶ τῇ δυνάμει κατὰ τῶν πονηρῶν κέχρημαι.» 40,9a 〈ἢ βραχίων σοί ἐστιν,〉 φησίν, 〈κατὰ κύριον,〉 9b 〈ἢ φωνῇ βροντῆς κατ᾽ αὐτὸν βροντᾷς;〉 «μὴ βροντᾷς σύ», φησίν, «ὡς ἐγώ;» 40,11b 〈πάντα δὲ ὑβριστὴν ταπείνωσον,〉 40,12a 〈ὑπερήφανον δὲ σβέσον.〉 οὐκ ἄρα πρὸς ἐπίδειξιν ἡ βροντὴ καὶ τὰ ἄλλα, ἀλλὰ πρὸς θεογνωσίαν. ὅρα, δι᾽ ὅσων τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν καὶ οὐ λέγει, ὅτι “ταπεινὸς σύ”, ἀλλ᾽ ὅτι «μέγας ἐγὼ καὶ οὐ δύνασαι, ἅπερ ἐγώ». εἶτά φησιν· 40,15a 〈ἢ παρὰ σοὶ θηρία〉 15b 〈ἴσα βουσὶ χόρτον ἐσθίουσιν;〉 τὸ γὰρ θαυμαστόν, ὅτι θηρίον οὐχ αἱμοβόρον ἐστίν.

εἶτα λέγει περὶ δύο τινῶν, τοῦ μὲν χερσαίου τοῦ δὲ ἐνύδρου καὶ θαλαττίου. καὶ οὐκ ἀγνοοῦμεν, ὅτι πολλοὶ περὶ τοῦ διαβόλου ταῦτα εἰρῆσθαι νομίζουσι κατὰ ἀναγωγὴν ἐκλαμβάνοντες. δεῖ δὲ πρότερον τῆς ἱστορίας ἐπιμεληθῆναι καὶ τότε, εἴ τι τὸν ἀκροατὴν ὠφελεῖ καὶ ἐκ τῆς ἀναγωγῆς, μὴ παριδεῖν. πάντα γὰρ πρὸς οἰκοδομὴν γινέσθω, φησίν. εἶτά φησιν· 40,20a 〈ἐπελθὼν δὲ εἰς ὄρος ἀκρότομον〉 20b 〈ἐποίησε χαρμοσύνην τετράποσιν ἐν τῷ ταρτάρῳ.〉 τουτέστιν· ἀνένευσε τὰ θηρία πρὸς τὰ ὑψηλὰ ἀναχωρήσαντος ἐκείνου. διὰ τοῦτο μεγάλα ἐποίησε ταῦτα τὰ δύο, ἵνα μάθῃς, ὅτι δύναται πάντα τοιαῦτα ποιεῖν, ἀλλ᾽ οὐ ποιεῖ. πρὸς γὰρ τὸ χρήσιμόν σοι πεποίηκεν. ὅρα, πῶς φυλάττει τοὺς οἰκείους νόμους· τὸ μέρος τῆς θαλάσσης, ὅπερ ἐστὶν ἄπλωτον, ταῦτα ἐπινέμεται. «τίς ἡ χρεία;» ἴσως εἴποι τις ἄν. μάλιστα μὲν ἀγνοοῦμεν τὴν ἀπόρρητον αὐτῶν χρείαν· εἰ δὲ χρή τι εἰπεῖν, ὅτι πρὸς θεογνωσίαν ἡμᾶς ἄγει. καθάπερ ἐν τοῖς ἀστράσιν οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους, καὶ οἱ μὲν μείζους, οἱ δὲ μικροί, οὕτω καὶ ἐπὶ τῶν θηρίων. εἰ μεγάλα μόνα ἐποίησεν, εἶπες ἄν, ὅτι μικρὰ οὐκ ἠδύνατο. εἰ μικρὰ τὸ ἐναντίον πάλιν, εἰ ἥμερα, εἶπες ἄν, ὅτι ἄγρια οὐκ ἠδύνατο. πολλὴ ποικιλία ἐν τοῖς οὖσιν, ἐν τοῖς ἀψύχοις, ἐν τοῖς κατ᾽ αἴσθησιν, ἐν τοῖς λογικοῖς, ἐν τοῖς ἀλόγοις. «καὶ τί τὸ ὄφελος», φῄς, «τῆς δημιουργίας ἀγνοουμένων ἡμῖν τῶν ἔργων;»